§1.191.1εἴτε δὴ ὦν ἄλλος οἱ ἀπορέοντι ὑπεθήκατο, εἴτε καὶ αὐτὸς ἔμαθε τὸ ποιητέον οἱ ἦν, ἐποίεε δὴ τοιόνδε.
そこで、困惑する彼に他の誰かが提案したのか、それとも彼自身がなすべきことを悟ったのかはともかく、キュロスは次のように実行した。
§1.191.2τάξας τὴν στρατιὴν ἅπασαν ἐξ ἐμβολῆς τοῦ ποταμοῦ, τῇ ἐς τὴν πόλιν ἐσβάλλει, καὶ ὄπισθε αὖτις τῆς πόλιος τάξας ἑτέρους, τῇ ἐξιεῖ ἐκ τῆς πόλιος ὁ ποταμός, προεῖπε τῷ στρατῷ, ὅταν διαβατὸν τὸ ῥέεθρον ἴδωνται γενόμενον, ἐσιέναι ταύτῃ ἐς τὴν πόλιν.
彼は全軍を、川が都市に流れ込む流入部と、再び都市の背後で川が都市から流れ出る流出部とに配置し、彼らに、川の流れが渡れるほどに低くなったのを見たら、そこから都市へと進入するようにあらかじめ命じた。
οὕτω τε δὴ τάξας καὶ κατὰ ταῦτα παραινέσας ἀπήλαυνε αὐτὸς σὺν τῷ ἀχρηίῳ τοῦ στρατοῦ.
このように配置し、このように指示を与えた上で、彼自身は軍のうち戦闘に適さない者たちを引き連れて立ち去った。
§1.191.3ἀπικόμενος δὲ ἐπὶ τὴν λίμνην, τά περ ἡ τῶν Βαβυλωνίων βασίλεια ἐποίησε κατά τε τὸν ποταμὸν καὶ κατὰ τὴν λίμνην, ἐποίεε καὶ ὁ Κῦρος ἕτερα τοιαῦτα·
彼は湖に到着すると、かつてバビロニアの女王が川と湖に対して行ったのと同様のことを行った。
τὸν γὰρ ποταμὸν διώρυχι ἐσαγαγὼν ἐς τὴν λίμνην ἐοῦσαν ἕλος, τὸ ἀρχαῖον ῥέεθρον διαβατὸν εἶναι ἐποίησε, ὑπονοστήσαντος τοῦ ποταμοῦ.
すなわち、川の水を運河によって湿地であった湖へと導き、川が減水するにつれて、元々の川床を歩いて渡れるようにしたのである。
§1.191.4γενομένου δὲ τούτου τοιούτου, οἱ Πέρσαι οἵ περ ἐτετάχατο ἐπʼ αὐτῷ τούτῳ κατὰ τὸ ῥέεθρον τοῦ Εὐφρήτεω ποταμοῦ ὑπονενοστηκότος ἀνδρὶ ὡς ἐς μέσον μηρὸν μάλιστά κῃ, κατὰ τοῦτο ἐσήισαν ἐς τὴν Βαβυλῶνα.
これがこのようにして成し遂げられると、まさにこの目的のために配置されていたペルシア兵たちは、およそ男の腿の半ばほどの深さにまで減水したユーフラテス川の川床を通り、そこからバビロンへと進入した。
§1.191.5εἰ μέν νυν προεπύθοντο ἢ ἔμαθον οἱ Βαβυλώνιοι τὸ ἐκ τοῦ Κύρου ποιεύμενον, οἳ δʼ ἂν περιιδόντες τοὺς Πέρσας ἐσελθεῖν ἐς τὴν πόλιν διέφθειραν ἂν κάκιστα·
もしこのとき、バビロンの住民が、キュロスによってなされていることをあらかじめ察知していたか、あるいは知っていたならば、彼らはペルシア兵が都市に進入するのをただ見過ごすことはせず、彼らを無残に破滅させたことであろう。
κατακληίσαντες γὰρ ἂν πάσας τὰς ἐς τὸν ποταμὸν πυλίδας ἐχούσας καὶ αὐτοὶ ἐπὶ τὰς αἱμασιὰς ἀναβάντες τὰς παρὰ τὰ χείλεα τοῦ ποταμοῦ ἐληλαμένας, ἔλαβον ἂν σφέας ὡς ἐν κύρτῃ.
というのも、川へと通じる小さな門をすべて閉ざし、自らは川岸に沿って築かれた防壁の上に登って、彼らを魚取りの簗の中の獲物のように生け捕りにしたはずだからである。
§1.191.6νῦν δὲ ἐξ ἀπροσδοκήτου σφι παρέστησαν οἱ Πέρσαι.
しかし実際には、ペルシア兵は不意に彼らの前に現れた。
ὑπὸ δὲ μεγάθεος τῆς πόλιος, ὡς λέγεται ὑπὸ τῶν ταύτῃ οἰκημένων, τῶν περὶ τὰ ἔσχατα τῆς πόλιος ἑαλωκότων τοὺς τὸ μέσον οἰκέοντας τῶν Βαβυλωνίων οὐ μανθάνειν ἑαλωκότας, ἀλλὰ τυχεῖν γάρ σφι ἐοῦσαν ὁρτήν, χορεύειν τε τοῦτον τὸν χρόνον καὶ ἐν εὐπαθείῃσι εἶναι, ἐς ὃ δὴ καὶ τὸ κάρτα ἐπύθοντο.
そして都市が巨大であったため、そこに住む者たちが語るには、都市の端にいる者たちが捕らえられたときでも、バビロンの中央部に住む者たちは捕らえられたことを知らず、(というのも、彼らはちょうど祭りの最中であったため)この間も踊り、歓楽にふけっており、ついに事態を痛切に知るに至るまでそうしていたという。