§1.185.1ἡ δὲ δὴ δεύτερον γενομένη ταύτης βασίλεια, τῇ οὔνομα ἦν Νίτωκρις, αὕτη δὲ συνετωτέρη γενομένη τῆς πρότερον ἀρξάσης τοῦτο μὲν μνημόσυνα ἐλίπετο τὰ ἐγὼ ἀπηγήσομαι, τοῦτο δὲ τὴν Μήδων ὁρῶσα ἀρχὴν μεγάλην τε καὶ οὐκ ἀτρεμίζουσαν, ἀλλʼ ἄλλα τε ἀραιρημένα ἄστεα αὐτοῖσι, ἐν δὲ δὴ καὶ τὴν Νίνον, προεφυλάξατο ὅσα ἐδύνατο μάλιστα.
さて、この女性の後に第二の女王となった者で、その名はニトクリスといったが、彼女は先に統治した女王よりもさらに賢明であり、一方では、私がこれから語るような記念碑的な遺構を残し、他方では、メディアの勢力が強大で静まることがなく、彼らによってニノスをはじめとする他の都市が次々と征服されたのを見て、できる限りの自衛策を講じた。
§1.185.2πρῶτα μὲν τὸν Εὐφρήτην ποταμὸν ῥέοντα πρότερον ἰθύν, ὅς σφι διὰ τῆς πόλιος μέσης ῥέει, τοῦτον ἄνωθεν διώρυχας ὀρύξασα οὕτω δή τι ἐποίησε σκολιὸν ὥστε δὴ τρὶς ἐς τῶν τινα κωμέων τῶν ἐν τῇ Ἀσσυρίῃ ἀπικνέεται ῥέων·
まず第一に、以前はまっすぐ流れて彼らの街の真ん中を貫いていたユーフラテス川を、上流で運河を掘ることによって、流れるうちにアッシリアの某村に三度も達するほどに、それほどまでに曲がりくねったものにした。
τῇ δὲ κώμῃ οὔνομα ἐστί, ἐς τὴν ἀπικνέεται ὁ Εὐφρήτης, Ἀρδέρικκα.
そのユーフラテス川が達する村の名はアルデリッカという。
καὶ νῦν οἳ ἂν κομίζωνται ἀπὸ τῆσδε τῆς θαλάσσης ἐς Βαβυλῶνα, καταπλέοντες τὸν Εὐφρήτην ποταμὸν τρίς τε ἐς τὴν αὐτὴν ταύτην κώμην παραγίνονται καὶ ἐν τρισὶ ἡμέρῃσι.
そして今日でも、この海からバビロンへと旅する人々は、ユーフラテス川を下る際に、三度にわたってこの同じ村に立ち寄ることになり、しかもそれは三日間のうちにそうなるのである。
§1.185.3τοῦτο μὲν δὴ τοιοῦτον ἐποίησε, χῶμα δὲ παρέχωσε παρʼ ἑκάτερον τοῦ ποταμοῦ τὸ χεῖλος ἄξιον θώματος μέγαθος καὶ ὕψος ὅσον τι ἐστί.
一方で彼女はこのようなことを行い、他方では、川の両岸に沿って、その大きさと高さにおいて驚嘆に値するほどの堤防を築いた。
§1.185.4κατύπερθε δὲ πολλῷ Βαβυλῶνος ὤρυσσε ἔλυτρον λίμνῃ, ὀλίγον τι παρατείνουσα ἀπὸ τοῦ ποταμοῦ, βάθος μὲν ἐς τὸ ὕδωρ αἰεὶ ὀρύσσουσα, εὖρος δὲ τὸ περίμετρον αὐτοῦ ποιεῦσα εἴκοσί τε καὶ τετρακοσίων σταδίων·
また、バビロンのはるか上流に、川から少し外れたところに、湖のための盆地を掘った。 深さについては常に水に達するまで掘り下げ、周囲の広さは四百二十スタディオンにした。
τὸν δὲ ὀρυσσόμενον χοῦν ἐκ τούτου τοῦ ὀρύγματος ἀναισίμου παρὰ τὰ χείλεα τοῦ ποταμοῦ παραχέουσα.
そして、この掘削によって掘り出された土をすべて用いて、川の両岸に盛り土をした。
§1.185.5ἐπείτε δέ οἱ ὀρώρυκτο, λίθους ἀγαγομένη κρηπῖδα κύκλῳ περὶ αὐτὴν ἤλασε.
そして彼女のために掘削が終わると、石を運んできて、その湖の周囲に石垣を巡らせた。
§1.185.6ἐποίεε δὲ ἀμφότερα ταῦτα, τόν τε ποταμὸν σκολιὸν καὶ τὸ ὄρυγμα πᾶν ἕλος, ὡς ὅ τε ποταμὸς βραδύτερος εἴη περὶ καμπὰς πολλὰς ἀγνύμενος, καὶ οἱ πλόοι ἔωσι σκολιοὶ ἐς τὴν Βαβυλῶνα, ἔκ τε τῶν πλόων ἐκδέκηται περίοδος τῆς λίμνης μακρή.
彼女がこれら両方のこと、すなわち川を曲がりくねらせることと、掘削地全体を湿地にすることを行ったのは、川が多くの屈曲部で砕かれてその流れが緩やかになり、バビロンへの航路が屈曲したものになり、さらにその航路を抜けると湖の長い迂回路が待ち受けるようにするためであった。
§1.185.7κατὰ τοῦτο δὲ ἐργάζετο τῆς χώρης τῇ αἵ τε ἐσβολαὶ ἦσαν καὶ τὰ σύντομα τῆς ἐκ Μήδων ὁδοῦ, ἵνα μὴ ἐπιμισγόμενοι οἱ Μῆδοι ἐκμανθάνοιεν αὐτῆς τὰ πρήγματα.
彼女は、メディアからの侵入路があり、また最短ルートにあたる領土のこの場所でこれらの工事を行った。 それは、メディア人が行き来して自分たちの国情を詳しく探ることができないようにするためであった。