§1.184.1τῆς δὲ Βαβυλῶνος ταύτης πολλοὶ μέν κου καὶ ἄλλοι ἐγένοντο βασιλέες, τῶν ἐν τοῖσι Ἀσσυρίοισι λόγοισι μνήμην ποιήσομαι, οἳ τὰ τείχεά τε ἐπεκόσμησαν καὶ τὰ ἱρά, ἐν δὲ δὴ καὶ γυναῖκες δύο.
このバビロンには、他の多くの王たちも現れたが、彼らについてはアッシリアに関する記述の中で言及することにする。 彼らは城壁や神殿を美しく整えた者たちであるが、その中には実に二人の女性も含まれていた。
ἡ μὲν πρότερον ἄρξασα, τῆς ὕστερον γενεῇσι πέντε πρότερον γενομένη, τῇ οὔνομα ἦν Σεμίραμις, αὕτη μὲν ἀπεδέξατο χώματα ἀνὰ τὸ πεδίον ἐόντα ἀξιοθέητα·
先に統治した方の女性は、のちの女王より五世代前に現れた者で、その名はセミラミスといった。 彼女は平野のいたるところに、見るに値する堤防を築いた。
πρότερον δὲ ἐώθεε ὁ ποταμὸς ἀνὰ τὸ πεδίον πᾶν πελαγίζειν.
それ以前は、川が平野全体に溢れて湖のようになるのが常であった。