§1.184.1τῆς δὲ Βαβυλῶνος ταύτης πολλοὶ μέν κου καὶ ἄλλοι ἐγένοντο βασιλέες, τῶν ἐν τοῖσι Ἀσσυρίοισι λόγοισι μνήμην ποιήσομαι, οἳ τὰ τείχεά τε ἐπεκόσμησαν καὶ τὰ ἱρά, ἐν δὲ δὴ καὶ γυναῖκες δύο.
在这座巴比伦,确实也曾出现过许多其他国王,关于他们,我将在亚述历史中予以提及,他们曾修整了城墙和神殿;而在这些人中,确实也有两位女性。
ἡ μὲν πρότερον ἄρξασα, τῆς ὕστερον γενεῇσι πέντε πρότερον γενομένη, τῇ οὔνομα ἦν Σεμίραμις, αὕτη μὲν ἀπεδέξατο χώματα ἀνὰ τὸ πεδίον ἐόντα ἀξιοθέητα· πρότερον δὲ ἐώθεε ὁ ποταμὸς ἀνὰ τὸ πεδίον πᾶν πελαγίζειν.
较早统治的那位女性,比后来的那位女王早出现五代,她的名字叫塞米拉米斯。 她曾在平原上修筑了颇值一观的堤坝;而在此之前,这条河常常会泛滥成灾,使整个平原变成一片汪洋。