§1.178.1Κῦρος ἐπείτε τὰ πάντα τῆς ἠπείρου ὑποχείρια ἐποιήσατο, Ἀσσυρίοισι ἐπετίθετο.
キュロスは、大陸のあらゆる場所を手中に収めると、アッシリア人たちを攻撃した。
τῆς δὲ Ἀσσυρίης ἐστὶ μὲν κου καὶ ἄλλα πολίσματα μεγάλα πολλά, τὸ δὲ ὀνομαστότατον καὶ ἰσχυρότατον καὶ ἔνθα σφι Νίνου ἀναστάτου γενομένης τὰ βασιλήια κατεστήκεε, ἦν Βαβυλών, ἐοῦσα τοιαύτη δή τις πόλις.
アッシリアには他にも多くの大きな町があるが、最も名高く、最も堅固であり、かつ、ニノスが滅ぼされた後に彼らの王宮が置かれていた場所は、バビロンであった。 それは実に以下のような都市であった。
§1.178.2κέεται ἐν πεδίῳ μεγάλῳ, μέγαθος ἐοῦσα μέτωπον ἕκαστον εἴκοσι καὶ ἑκατὸν σταδίων, ἐούσης τετραγώνου·
広大な平野の中に位置しており、正方形をなしていて、その規模は、各辺が百二十スタディオンに及ぶ。
οὗτοι στάδιοι τῆς περιόδου τῆς πόλιος γίνονται συνάπαντες ὀγδώκοντα καὶ τετρακόσιοι, τὸ μέν νυν μέγαθος τοσοῦτον ἐστὶ τοῦ ἄστεος τοῦ Βαβυλωνίου, ἐκεκόσμητο δὲ ὡς οὐδὲν ἄλλο πόλισμα τῶν ἡμεῖς ἴδμεν.
これらのスタディオンは、都市の周囲全体を合算すると四百八十になる。 さて、バビロンの都市の規模はこれほどのものであるが、我々の知る他のいかなる都市とも異なり、美しく整えられていた。
§1.178.3τάφρος μὲν πρῶτά μιν βαθέα τε καὶ εὐρέα καὶ πλέη ὕδατος περιθέει, μετὰ δὲ τεῖχος πεντήκοντα μὲν πηχέων βασιληίων ἐὸν τὸ εὖρος, ὕψος δὲ διηκοσίων πηχέων·
まず第一に、深くて幅広く、水に満ちた堀が、この都市をぐるりと取り囲んでおり、その次には、厚さが王尺で五十キュビット、高さが二百キュビットある城壁が取り囲んでいる。
ὁ δὲ βασιλήιος πῆχυς τοῦ μετρίου ἐστὶ πήχεος μέζων τρισὶ δακτύλοισι.
なお、王尺は通常のキュビットよりも指三本分だけ大きい。