§1.173.1καὶ οὗτοι μὲν τρόποισι τοιούτοισι χρέωνται, οἱ δὲ Λύκιοι ἐκ Κρήτης τὠρχαῖον γεγόνασι (τὴν γὰρ Κρήτην εἶχον τὸ παλαιὸν πᾶσαν βάρβαροι)·
そして、彼らはこのような慣習を用いているが、リュキア人は古くはクレタの出身であった(というのも、古代にはクレタ全土を異民族が領有していたからである)。
§1.173.2διενειχθέντων δὲ ἐν Κρήτῃ περὶ τῆς βασιληίης τῶν Εὐρώπης παίδων Σαρπηδόνος τε καὶ Μίνω, ὡς ἐπεκράτησε τῇ στάσι Μίνως, ἐξήλασε αὐτόν τε Σαρπηδόνα καὶ τοὺς στασιώτας αὐτοῦ, οἳ δὲ ἀπωσθέντες ἀπίκοντο τῆς Ἀσίης ἐς γῆν τὴν Μιλυάδα·
クレタにおいて、エウロペの息子たちであるサルペドンとミノスの間で王位をめぐる争いが生じた際、内紛でミノスが優勢になると、ミノスはサルペドン自身とその一党を追放した。 追放された彼らはアジアのミルュアス地方へとやって来た。
τὴν γὰρ νῦν Λύκιοι νέμονται, αὕτη τὸ παλαιὸν ἦν Μιλυάς, οἱ δὲ Μιλύαι τότε Σόλυμοι ἐκαλέοντο.
というのも、現在リュキア人が領有しているこの地は、古くはミルュアスであり、当時のミルュアス人はソリュモイ人と呼ばれていたからである。
§1.173.3ἕως μὲν δὴ αὐτῶν Σαρπηδὼν ἦρχε, οἳ δὲ ἐκαλέοντο τό πέρ τε ἠνείκαντο οὔνομα καὶ νυν ἔτι καλέονται ὑπὸ τῶν περιοίκων οἱ Λύκιοι Τερμίλαι·
サルペドンが彼らを支配していた間は、彼らもまた自分たちが携えてきたその名前で呼ばれており、現在でもなおリュキア人は周辺の住民からテルミライと呼ばれている。
ὡς δὲ ἐξ Ἀθηνέων Λύκος ὁ Πανδίονος, ἐξελασθεὶς καὶ οὗτος ὑπὸ τοῦ ἀδελφεοῦ Αἰγέος, ἀπίκετο ἐς τοὺς Τερμίλας παρὰ Σαρπηδόνα, οὕτω δὴ κατὰ τοῦ Λύκου τὴν ἐπωνυμίην Λύκιοι ἀνὰ χρόνον ἐκλήθησαν.
しかし、パンディオンの子リュコスが、彼もまたその兄弟アイゲウスによってアテナイから追放され、サルペドンを頼ってテルミライのもとへやって来ると、このようにしてリュコスの名前にちなんで、やがてリュキア人と呼ばれるようになった。
§1.173.4νόμοισι δὲ τὰ μὲν Κρητικοῖσι τὰ δὲ Καρικοῖσι χρέωνται.
慣習については、あるものはクレタのもの、あるものはカリアのものを用いている。
ἓν δὲ τόδε ἴδιον νενομίκασι καὶ οὐδαμοῖσι ἄλλοισι συμφέρονται ἀνθρώπων·
しかし彼らは、次の独自の慣習を設けており、他のいかなる人々とも一致しない。
καλέουσι ἀπὸ τῶν μητέρων ἑωυτοὺς καὶ οὐκὶ ἀπὸ τῶν πατέρων·
すなわち、彼らは自らを父親からではなく母親から名乗るのである。
§1.173.5εἰρομένου δὲ ἑτέρου τὸν πλησίον τίς εἴη, καταλέξει ἑωυτὸν μητρόθεν καὶ τῆς μητρὸς ἀνανεμέεται τὰς μητέρας.
誰か別の者が隣人に「お前は誰か」と尋ねると、彼は母親の側から自分自身の素性を語り、母親のさらに母親たちを遡って数え上げていく。
καὶ ἢν μέν γε γυνὴ ἀστὴ δούλῳ συνοικήσῃ, γενναῖα τὰ τέκνα νενόμισται·
そして、もし市民の女性が奴隷と同居した場合には、子供たちは高貴な市民権あるものとみなされる。
ἢν δὲ ἀνὴρ ἀστὸς καὶ ὁ πρῶτος αὐτῶν γυναῖκα ξείνην ἢ παλλακὴν ἔχῃ, ἄτιμα τὰ τέκνα γίνεται.
しかし、たとえ彼らのうちで第一の者であっても、市民の男性が外国の女性や愛人を持った場合には、子供たちは市民権のない不名誉なものとなる。