§1.173.1καὶ οὗτοι μὲν τρόποισι τοιούτοισι χρέωνται, οἱ δὲ Λύκιοι ἐκ Κρήτης τὠρχαῖον γεγόνασι (τὴν γὰρ Κρήτην εἶχον τὸ παλαιὸν πᾶσαν βάρβαροι)·
这些人虽然使用这样的习俗,但吕基亚人自古以来却源自克里特(因为在古代,蛮族占领着整个克里特)。
§1.173.2διενειχθέντων δὲ ἐν Κρήτῃ περὶ τῆς βασιληίης τῶν Εὐρώπης παίδων Σαρπηδόνος τε καὶ Μίνω, ὡς ἐπεκράτησε τῇ στάσι Μίνως, ἐξήλασε αὐτόν τε Σαρπηδόνα καὶ τοὺς στασιώτας αὐτοῦ, οἳ δὲ ἀπωσθέντες ἀπίκοντο τῆς Ἀσίης ἐς γῆν τὴν Μιλυάδα·
在克里特,欧罗巴的儿子萨尔佩冬和米诺斯之间因王位而发生争执,当米诺斯在内讧中得势时,他驱逐了萨尔佩冬本人及其党羽;他们被驱逐后,来到了亚洲的米利亚斯土地。
τὴν γὰρ νῦν Λύκιοι νέμονται, αὕτη τὸ παλαιὸν ἦν Μιλυάς, οἱ δὲ Μιλύαι τότε Σόλυμοι ἐκαλέοντο.
因为现在吕基亚人所居住的这片土地,在古代被称为米利亚斯,而当时的米利亚斯人则被称为索里米人。
§1.173.3ἕως μὲν δὴ αὐτῶν Σαρπηδὼν ἦρχε, οἳ δὲ ἐκαλέοντο τό πέρ τε ἠνείκαντο οὔνομα καὶ νυν ἔτι καλέονται ὑπὸ τῶν περιοίκων οἱ Λύκιοι Τερμίλαι·
当萨尔佩冬统治他们时,他们被称作自己带来的那个名字,直到现在吕基亚人仍被邻近的居民称为特尔米莱人。
ὡς δὲ ἐξ Ἀθηνέων Λύκος ὁ Πανδίονος, ἐξελασθεὶς καὶ οὗτος ὑπὸ τοῦ ἀδελφεοῦ Αἰγέος, ἀπίκετο ἐς τοὺς Τερμίλας παρὰ Σαρπηδόνα, οὕτω δὴ κατὰ τοῦ Λύκου τὴν ἐπωνυμίην Λύκιοι ἀνὰ χρόνον ἐκλήθησαν.
但是,当潘迪翁之子吕科斯(他也被他的兄弟埃勾斯驱逐出雅典)来到萨尔佩冬处的特尔米莱人那里时,随着时间的推移,他们便以吕科斯的名字命名,被称为吕基亚人。
§1.173.4νόμοισι δὲ τὰ μὲν Κρητικοῖσι τὰ δὲ Καρικοῖσι χρέωνται.
在法律习俗方面,他们部分使用克里特的,部分使用卡里亚的。
ἓν δὲ τόδε ἴδιον νενομίκασι καὶ οὐδαμοῖσι ἄλλοισι συμφέρονται ἀνθρώπων· καλέουσι ἀπὸ τῶν μητέρων ἑωυτοὺς καὶ οὐκὶ ἀπὸ τῶν πατέρων·
但他们确立了以下这一项独特的习俗,在这一点上他们与任何其他人类都不相同:他们用母亲的名字来称呼自己,而不是用父亲的名字。
§1.173.5εἰρομένου δὲ ἑτέρου τὸν πλησίον τίς εἴη, καταλέξει ἑωυτὸν μητρόθεν καὶ τῆς μητρὸς ἀνανεμέεται τὰς μητέρας.
当有人询问邻人他是谁时,他会从母亲那一边陈述自己的身世,并追溯母亲的母亲们。
καὶ ἢν μέν γε γυνὴ ἀστὴ δούλῳ συνοικήσῃ, γενναῖα τὰ τέκνα νενόμισται· ἢν δὲ ἀνὴρ ἀστὸς καὶ ὁ πρῶτος αὐτῶν γυναῖκα ξείνην ἢ παλλακὴν ἔχῃ, ἄτιμα τὰ τέκνα γίνεται.
而且,如果一个女公民与奴隶同居,他们的子女会被认为是高贵的;但如果一个男公民,即使是他们当中地位最高的人,娶了外邦女子或情妇,其子女就会失去公民权利。