§1.174.1οἱ μέν νυν Κᾶρες οὐδὲν λαμπρὸν ἔργον ἀποδεξάμενοι ἐδουλώθησαν ὑπὸ Ἁρπάγου, οὔτε αὐτοὶ οἱ Κᾶρες ἀποδεξάμενοι οὐδέν, οὔτε ὅσοι Ἑλλήνων ταύτην τὴν χώρην οἰκέουσι·
さて、カリア人たちは輝かしい功績を何一つ立てることなく、ハルパゴスによって奴隷にされた。 カリア人自身も何も示さず、またこの地方に住むギリシア人たちも同様であった。
§1.174.2οἰκέουσι δὲ καὶ ἄλλοι καὶ Λακεδαιμονίων ἄποικοι Κνίδιοι.
この地には他の人々も住んでおり、スパルタの入植者であるクニドス人もその中にいた。
οἳ τῆς χώρης τῆς σφετέρης τετραμμένης ἐς πόντον, τὸ δὴ Τριόπιον καλέεται, ἀργμένης δὲ ἐκ τῆς Χερσονήσου τῆς Βυβασσίης, ἐούσης τε πάσης τῆς Κνιδίης πλὴν ὀλίγης περιρρόου §1.174.3(τὰ μὲν γὰρ αὐτῆς πρὸς βορέην ἄνεμον ὁ Κεραμεικὸς κόλπος ἀπέργει, τὰ δὲ πρὸς νότον ἡ κατὰ Σύμην τε καὶ Ῥόδον θάλασσα), τὸ ὦν δὴ ὀλίγον τοῦτο, ἐὸν ὅσον τε ἐπὶ πέντε στάδια, ὤρυσσον οἱ Κνίδιοι ἐν ὅσῳ Ἅρπαγος τὴν Ἰωνίην κατεστρέφετο, βουλόμενοι νῆσον τὴν χώρην ποιῆσαι.
彼らの土地は海に向かって突き出ており、そこはいわゆるトリオピオンと呼ばれ、ビュバッシア半島から始まっている。 クニドス地方のほぼ全体(わずかな部分を除いて)が水に囲まれており、(というのも、その北側はケラメイコス湾が遮り、南側はシュメおよびロドスのあたりの海が遮っているからである)、それゆえ、このわずか5スタディオンほどの幅しかない部分を、クニドス人たちは、ハルパゴスがイオニアを征服している間に、自分たちの土地を島にしようとして運河を掘っていた。
ἐντὸς δὲ πᾶσά σφι ἐγίνετο·
彼らの土地はすべてその内側になるはずであった。
τῇ γὰρ ἡ Κνιδίη χώρη ἐς τὴν ἤπειρον τελευτᾷ, ταύτῃ ὁ ἰσθμός ἐστι τὸν ὤρυσσον.
というのも、クニドス地方が本土に終わるその部分に、彼らが掘っていた地峡があったからである。
§1.174.4καὶ δὴ πολλῇ χειρὶ ἐργαζομένων τῶν Κνιδίων, μᾶλλον γάρ τι καὶ θειότερον ἐφαίνοντο τιτρώσκεσθαι οἱ ἐργαζόμενοι τοῦ οἰκότος τά τε ἄλλα τοῦ σώματος καὶ μάλιστα τὰ περὶ τοὺς ὀφθαλμοὺς θραυομένης τῆς πέτρης, ἔπεμπον ἐς Δελφοὺς θεοπρόπους ἐπειρησομένους τὸ ἀντίξοον.
そして実際、クニドス人が多くの人手を使って作業をしていた際、作業員たちが、石が砕けるときに、体の他の部分、とりわけ目の周りを、通常以上に、また何か神がかり的なほどに負傷するように思われたため、彼らはデルポイに使節を送り、その障害について尋ねさせた。
§1.174.5ἡ δὲ Πυθίη σφι, ὡς αὐτοὶ Κνίδιοι λέγουσι, χρᾷ ἐν τριμέτρῳ τόνῳ τάδε.
ピュティアは彼らに、クニドス人自身が言うところによれば、三歩格の詩で次のように神託を授けた。
"
Ἰσθμὸν δὲ μὴ πυργοῦτε μηδʼ ὀρύσσετε·
"地峡に砦を築くな、また掘ることもするな。
Ζεὺς γάρ κʼ ἔθηκε νῆσον, εἴ κʼ ἐβούλετο.
ゼウスが望まれたのなら、島にされたであろうから。
" §1.174.6Κνίδιοι μὲν ταῦτα τῆς Πυθίης χρησάσης τοῦ τε ὀρύγματος ἐπαύσαντο καὶ Ἁρπάγῳ ἐπιόντι σὺν τῷ στρατῷ ἀμαχητὶ σφέας αὐτοὺς παρέδοσαν.
"クニドス人たちは、ピュティアがこのように神託を告げると、掘削を中止し、軍勢を率いて攻めてきたハルパゴスに戦わずして降伏した。