§1.169.1οὗτοὶ μέν νυν Ἰώνων μοῦνοι τὴν δουλοσύνην οὐκ ἀνεχόμενοι ἐξέλιπον τὰς πατρίδας·
このように、イオニア人の中で彼らだけが、隷属に耐えることなく祖国を棄て去った。
οἱ δʼ ἄλλοι Ἴωνες πλὴν Μιλησίων διὰ μάχης μὲν ἀπίκοντο Ἁρπάγῳ κατά περ οἱ ἐκλιπόντες, καὶ ἄνδρες ἐγένοντο ἀγαθοὶ περὶ τῆς ἑωυτοῦ ἕκαστος μαχόμενοι, ἑσσωθέντες δὲ καὶ ἁλόντες ἔμενον κατὰ χώρην ἕκαστοι καὶ τὰ ἐπιτασσόμενα ἐπετέλεον.
ミレトス人を除く他のイオニア人たちは、国を去った者たちと同様に、ハルパゴスと交戦し、それぞれが自身の国のために戦って勇敢に振る舞ったが、敗れて占領されると、それぞれ自国に留まり、命じられた義務を果たした。
§1.169.2Μιλήσιοι δέ, ὡς καὶ πρότερόν μοι ἔρηται, αὐτῷ Κύρῳ ὅρκιον ποιησάμενοι ἡσυχίην ἦγον.
ミレトス人たちは、私が先にも述べたように、キュロス自身と誓約を交わしていたため、静観していた。
οὕτω δὴ τὸ δεύτερον Ἰωνίη ἐδεδούλωτο.
このようにして、イオニアは二度目の隷属を強いられたのである。
ὡς δὲ τοὺς ἐν τῇ ἠπείρῳ Ἴωνας ἐχειρώσατο Ἅρπαγος, οἱ τὰς νήσους ἔχοντες Ἴωνες καταρρωδήσαντες ταῦτα σφέας αὐτοὺς ἔδοσαν Κύρῳ.
ハルパゴスが大陸側のイオニア人たちを征服すると、島嶼部にいたイオニア人たちも、この事態を恐れて、自らをキュロスに委ねた。