§1.112.1ἅμα δὲ ταῦτα ἔλεγε ὁ βουκόλος καὶ ἐκκαλύψας ἀπεδείκνυε.
\n牛飼いはこう語ると同時に、覆いを取って赤ん坊を見せた。
ἣ δὲ ὡς εἶδε τὸ παιδίον μέγα τε καὶ εὐειδὲς ἐόν, δακρύσασα καὶ λαβομένη τῶν γουνάτων τοῦ ἀνδρὸς ἐχρήιζε μηδεμιῇ τέχνῃ ἐκθεῖναί μιν.
彼女は赤ん坊が大きく見事な容姿をしているのを目にすると、涙を流して夫の膝にすがりつき、どんなことがあってもこの子を捨てないでほしいと懇願した。
§1.112.2ὁ δὲ οὐκ ἔφη οἷός τʼ εἶναι ἄλλως αὐτὰ ποιέειν·
\n\nしかし、夫はそれを他のやり方で行うわけにはいかないと言った。
ἐπιφοιτήσειν γὰρ κατασκόπους ἐξ Ἁρπάγου ἐποψομένους, ἀπολέεσθαί τε κάκιστα ἢν μὴ σφεα ποιήσῃ.
ハルパゴスのもとから監視の者たちが視察にやって来ることになっており、もし自分が命じられた通りにしなければ、無残に殺されることになるからである。
ὡς δὲ οὐκ ἔπειθε ἄρα τὸν ἄνδρα, δευτέρα λέγει ἡ γυνὴ τάδε.
そこで、結局のところ夫を説得できないとわかると、妻は二番目に次のように言った。
ἐπεὶ τοίνυν οὐ δύναμαί σε πείθειν μὴ ἐκθεῖναι, σὺ δὲ ὧδε ποίησον, εἰ δὴ πᾶσα ἀνάγκη ὀφθῆναι ἐκκείμενον.
\n「それでは、あなたを説得して捨てるのをやめさせることができない以上、もしどうしても赤ん坊が捨てられているのを見せなければならないというのなら、このようにしてください。
τέτοκα γὰρ καὶ ἐγώ, τέτοκα δὲ τεθνεός.
実は私も子を産んだのですが、死んで産まれたのです。
§1.112.3τοῦτο μὲν φέρων πρόθες, τὸν δὲ τῆς Ἀστυάγεος θυγατρὸς παῖδα ὡς ἐξ ἡμέων ἐόντα τρέφωμεν.
\n\nこの死んだ子を連れていって置き、アストュアゲスの娘の子を、私たちの子供として育てましょう。
καὶ οὕτω οὔτε σὺ ἁλώσεαι ἀδικέων τοὺς δεσπότας οὔτε ἡμῖν κακῶς βεβουλευμένα ἔσται·
そうすれば、あなたが主人たちを欺いたとして見破られることもありませんし、私たちにとっても悪い結果にはならないでしょう。
ὅ τε γὰρ τεθνεὼς βασιληίης ταφῆς κυρήσει καὶ ὁ περιεὼν οὐκ ἀπολέει τὴν ψυχήν.
死んだ子は王家の埋葬にあずかることができますし、生き残った子は命を失わずに済むのですから。 」