§1.106.1ἐπὶ μέν νυν ὀκτὼ καὶ εἴκοσι ἔτεα ἦρχον τῆς Ἀσίης οἱ Σκύθαι, καὶ τὰ πάντα σφι ὑπό τε ὕβριος καὶ ὀλιγωρίης ἀνάστατα ἦν·
こうしてスキタイ人は二十八年間にわたってアジアを支配し、その傲慢と軽視によって彼らのもとでは万事が荒廃させられた。
χωρὶς μὲν γὰρ φόρον ἔπρησσον παρʼ ἑκάστων τὸν ἑκάστοισι ἐπέβαλλον, χωρὶς δὲ τοῦ φόρου ἥρπαζον περιελαύνοντες τοῦτο ὅ τι ἔχοιεν ἕκαστοι.
というのも、彼らは一方では、それぞれに課した貢納を各自から取り立て、他方では、その貢納とは別に、各自が持っているものを巡り回っては略奪していたからである。
§1.106.2καὶ τούτων μὲν τοὺς πλεῦνας Κυαξάρης τε καὶ Μῆδοι ξεινίσαντες καὶ καταμεθύσαντες κατεφόνευσαν, καὶ οὕτω ἀνεσώσαντο τὴν ἀρχὴν Μῆδοι καὶ ἐπεκράτεον τῶν περ καὶ πρότερον, καὶ τήν τε Νίνον εἷλον (ὡς δὲ εἷλον ἐν ἑτέροισι λόγοισι δηλώσω) καὶ τοὺς Ἀσσυρίους ὑποχειρίους ἐποιήσαντο πλὴν τῆς Βαβυλωνίης μοίρης.
そして、これらのスキタイ人の大半を、キュアサレスとメディア人たちがもてなして泥酔させたうえで虐殺し、このようにしてメディア人たちは支配権を取り戻し、以前にも支配していた者たちを(再び)支配下におき、ニノスを攻略し(どのようにして攻略したかは、別の記述において明らかにする)、バビロンの領域を除くアッシリア人たちを服従させた。