§1.107.1μετὰ δὲ ταῦτα Κυαξάρης μέν, βασιλεύσας τεσσεράκοντα ἔτεα σὺν τοῖσι Σκύθαι ἦρξαν, τελευτᾷ, ἐκδέκεται δὲ Ἀστυάγης Κυαξάρεω παῖς τὴν βασιληίην.
これらのことの後、キュアサレスは、スキタイ人が支配した期間を含めて四十年間王位にあったが、世を去り、キュアサレスの息子アストュアゲスが王位を継承した。
Καὶ οἱ ἐγένετο θυγάτηρ τῇ οὔνομα ἔθετο Μανδάνην·
そしてアストュアゲスに娘が生まれ、彼女にマンダネという名を授けた。
τὴν ἐδόκεε Ἀστυάγης ἐν τῷ ὕπνῳ οὐρῆσαι τοσοῦτον ὥστε πλῆσαι μὲν τὴν ἑωυτοῦ πόλιν, ἐπικατακλύσαι δὲ καὶ τὴν Ἀσίην πᾶσαν.
アストュアゲスは、彼女が夢の中で、彼自身の都市を満たし、さらにアジア全土をも氾濫させるほど大量に排尿する夢を見た。
ὑπερθέμενος δὲ τῶν Μάγων τοῖσι ὀνειροπόλοισι τὸ ἐνύπνιον, ἐφοβήθη παρʼ αὐτῶν αὐτὰ ἕκαστα μαθών.
この夢をマゴス僧たちの夢占いたちに打ち明けたが、彼らからその個々の詳細な意味を聞き知って、恐ろしくなった。
§1.107.2μετὰ δὲ τὴν Μανδάνην ταύτην ἐοῦσαν ἤδη ἀνδρὸς ὡραίην Μήδων μὲν τῶν ἑωυτοῦ ἀξίων οὐδενὶ διδοῖ γυναῖκα, δεδοικὼς τὴν ὄψιν·
その後、このマンダネがすでに夫を迎える適齢期になったとき、彼はその夢の光景を恐れて、自身の地位にふさわしいメディア人の誰にも彼女を妻として与えなかった。
ὁ δὲ Πέρσῃ διδοῖ τῷ οὔνομα ἦν Καμβύσης, τὸν εὕρισκε οἰκίης μὲν ἐόντα ἀγαθῆς τρόπου δὲ ἡσυχίου, πολλῷ ἔνερθε ἄγων αὐτὸν μέσου ἀνδρὸς Μήδου.
そうではなく、彼はカンビュセスという名のペルシア人に彼女を与えた。 彼はこの男を、家柄は良いが穏やかな性格であると認めており、中流のメディアの男よりもはるかに格下であるとみなしていたからである。