Humanitext Reader

狄摩西尼 · 葬礼演说 §1-7

公葬传统与阵亡者的本土高贵血统

第 1 段,共 5 段 · 希腊语

内容简介

演讲者首先赞美了雅典公费安葬牺牲公民的法律、他们高贵的土著血统,以及从土地中获得的恩惠。

§1ἐπειδὴ τοὺς ἐν τῷδε τῷ τάφῳ κειμένους, ἄνδρας ἀγαθοὺς ἐν τῷ πολέμῳ γεγονότας, ἔδοξεν τῇ πόλει δημοσίᾳ θάπτειν καὶ προσέταξεν ἐμοὶ τὸν νομιζόμενον λόγον εἰπεῖν ἐπʼ αὐτοῖς, ἐσκόπουν μὲν εὐθὺς ὅπως τοῦ προσήκοντος ἐπαίνου τεύξονται, ἐξετάζων δὲ καὶ σκοπῶν ἀξίως εἰπεῖν τῶν τετελευτηκότων ἕν τι τῶν ἀδυνάτων ηὕρισκον ὄν.
既然城邦决定公费安葬躺在这座坟墓里的人,即在战争中表现英勇的人,并命令我对他们发表惯例的演说,我便立即思索如何让他们获得应得的赞美;但是,当我审视并思索如何配得上这些逝者地发言时,我发现这是不可能的事情之一。
οἳ γὰρ τὴν ὑπάρχουσαν πᾶσιν ἔμφυτον τοῦ ζῆν ὑπερεῖδον ἐπιθυμίαν, καὶ τελευτῆσαι καλῶς μᾶλλον ἠβουλήθησαν ἢ ζῶντες τὴν Ἑλλάδʼ ἰδεῖν ἀτυχοῦσαν, πῶς οὐκ ἀνυπέρβλητον παντὶ λόγῳ τὴν αὑτῶν ἀρετὴν καταλελοίπασιν;
因为那些蔑视所有人与生俱来的生存欲望,宁愿高尚地死去,也不愿在活着时看到希腊遭受不幸的人,他们怎能不留下自己那超越一切言辞的德行呢?
ὁμοίως μέντοι διαλεχθῆναι τοῖς πρότερόν ποτʼ εἰρηκόσιν ἐνθάδʼ εἶναι μοι δοκεῖ.
然而,对我来说,以与过去曾在这里发言的人相同的方式发言似乎是可能的。
§2ὡς μὲν οὖν ἡ πόλις σπουδάζει περὶ τοὺς ἐν τῷ πολέμῳ τελευτῶντας, ἔκ τε τῶν ἄλλων ἔστιν ἰδεῖν καὶ μάλιστʼ ἐκ τοῦδε τοῦ νόμου, καθʼ ὃν αἱρεῖται τὸν ἐροῦντʼ ἐπὶ ταῖς δημοσίαις ταφαῖς· εἰδυῖα γὰρ παρὰ τοῖς ἀγαθοῖς ἀνδράσιν τὰς μὲν τῶν χρημάτων κτήσεις καὶ τῶν κατὰ τὸν βίον ἡδονῶν ἀπολαύσεις ὑπερεωραμένας, τῆς δʼ ἀρετῆς καὶ τῶν ἐπαίνων πᾶσαν τὴν ἐπιθυμίαν οὖσαν, ἐξ ὧν ταῦτʼ ἂν αὐτοῖς μάλιστα γένοιτο λόγων, τούτοις ᾠήθησαν δεῖν αὐτοὺς τιμᾶν, ἵνʼ ἣν ζῶντες ἐκτήσαντʼ εὐδοξίαν, αὕτη καὶ τετελευτηκόσιν αὐτοῖς ἀποδοθείη.
的确,城邦对于在战争中牺牲的人有多么重视,从其他事情中可以看出,尤其可以从这项法律中看出,根据这项法律,城邦在公葬中选出作演说的人;因为城邦深知,在优秀的人眼中,财富的获取和生活享乐的沉溺是被轻视的,而他们所有的渴望都在于德行和赞美,而这些正是最能通过言辞带给他们的,因此城邦认为应该用言辞来尊崇他们,以便他们生前所获得的名声,在他们死后也能归还给他们。
§3εἰ μὲν οὖν τὴν ἀνδρείαν μόνον αὐτοῖς τῶν εἰς ἀρετὴν ἀνηκόντων ὑπάρχουσαν ἑώρων, ταύτην ἂν ἐπαινέσας ἀπηλλαττόμην τῶν λοιπῶν· ἐπειδὴ δὲ καὶ γεγενῆσθαι καλῶς καὶ πεπαιδεῦσθαι σωφρόνως καὶ βεβιωκέναι φιλοτίμως συμβέβηκεν αὐτοῖς, ἐξ ὧν εἰκότως ἦσαν σπουδαῖοι, αἰσχυνοίμην ἂν εἴ τι τούτων φανείην παραλιπών.
因此,如果我看到在属于德行的品质中,他们只拥有勇气,那么我赞美了这一品质后就会舍弃其余的;但是,既然他们高贵地出生、适度地受教育、并且体面地生活——由于这些他们自然是优秀的——如果我显得遗漏了其中任何一项,我将会感到羞耻。
ἄρξομαι δʼ ἀπὸ τῆς τοῦ γένους αὐτῶν ἀρχῆς.
因此,我将从他们种族的起源开始。
§4ἡ γὰρ εὐγένεια τῶνδε τῶν ἀνδρῶν ἐκ πλείστου χρόνου παρὰ πᾶσιν ἀνθρώποις ἀνωμολόγηται.
因为这些人的高贵出身自古以来就得到全人类的公认。
οὐ γὰρ μόνον εἰς πατέρʼ αὐτοῖς καὶ τῶν ἄνω προγόνων κατʼ ἄνδρʼ ἀνενεγκεῖν ἑκάστῳ τὴν φύσιν ἔστιν, ἀλλʼ εἰς ὅλην κοινῇ τὴν ὑπάρχουσαν πατρίδα, ἧς αὐτόχθονες ὁμολογοῦνται εἶναι.
因为他们不仅每个人都可以将自己的出身追溯到父亲以及更遥远的个人祖先,而且还可以共同追溯到他们现存的整个祖国,他们被公认为该祖国的土著。
μόνοι γὰρ πάντων ἀνθρώπων, ἐξ ἧσπερ ἔφυσαν, ταύτην ᾤκησαν καὶ τοῖς ἐξ αὑτῶν παρέδωκαν, ὥστε δικαίως ἄν τις ὑπολάβοι τοὺς μὲν ἐπήλυδας ἐλθόντας εἰς τὰς πόλεις καὶ τούτων πολίτας προσαγορευομένους ὁμοίους εἶναι τοῖς εἰσποιητοῖς τῶν παίδων, τούτους δὲ γνησίους γόνῳ τῆς πατρίδος πολίτας εἶναι.
因为在全人类中,只有他们居住在孕育他们的同一片土地上,并将其传给子孙,因此人们可以公正地认为,那些作为移民进入城市并被称为这些城市公民的人就像收养的孩子,而这些人才是祖国因出生而具有的真正合法公民。
§5δοκεῖ δέ μοι καὶ τὸ τοὺς καρπούς, οἷς ζῶσιν ἅνθρωποι, παρʼ ἡμῖν πρώτοις φανῆναι, χωρὶς τοῦ μέγιστον εὐεργέτημʼ εἰς πάντας γενέσθαι, ὁμολογούμενον σημεῖον ὑπάρχειν τοῦ μητέρα τὴν χώραν εἶναι τῶν ἡμετέρων προγόνων.
在我看来,人类赖以生存的作物首先出现在我们这里,这不仅是对所有人最大的恩惠,而且也是一个公认的迹象,表明这片土地是我们祖先的母亲。
πάντα γὰρ τὰ τίκτονθʼ ἅμα καὶ τροφὴν τοῖς γιγνομένοις ἀπʼ αὐτῆς τῆς φύσεως φέρει· ὅπερ ἥδʼ ἡ χώρα πεποίηκεν.
因为一切生育者,其天性都会为后代带来食物;这正是这片土地所做的。
§6τὰ μὲν οὖν εἰς γένος ἀνήκοντα τοιαῦτα διʼ αἰῶνος ὑπάρχει τοῖς τῶνδε τῶν ἀνδρῶν προγόνοις.
那么,属于他们种族的特征就是这样,万世以来都存在于这些人的祖先中。
τὰ δʼ εἰς ἀνδρείαν καὶ τὴν ἄλλην ἀρετὴν πάντα μὲν κατοκνῶ λέγειν, φυλαττόμενος μὴ μῆκος ἄκαιρον ἐπιγένηται τῷ λόγῳ· ἃ δὲ καὶ τοῖς εἰδόσιν χρήσιμʼ ἀναμνησθῆναι καὶ τοῖς ἀπείροις κάλλιστʼ ἀκοῦσαι, καὶ ζῆλον ἔχει πολὺν καὶ μῆκος λόγου ἄλυπον, ταῦτʼ ἐπὶ κεφαλαίων εἰπεῖν πειράσομαι.
但至于有关勇气和其他美德的事,我迟疑于全部说出来,谨防演讲出现不合时宜的冗长;但是,那些既对知情者回忆有益,又对不知情者听来最为美好,并且具有极大感召力、不会造成令人痛苦的演讲长度的事,我将尝试进行概述。
§7οἱ γὰρ τῆς κατὰ τὸν παρόντα χρόνον γενεᾶς πρόγονοι, καὶ πατέρες καὶ τούτων ἐπάνω τὰς προσηγορίας ἔχοντες, αἷς ὑπὸ τῶν ἐν γένει γνωρίζονται, ἠδίκησαν μὲν οὐδένα πώποτʼ οὔθʼ Ἕλληνʼ οὔτε βάρβαρον, ἀλλʼ ὑπῆρχεν αὐτοῖς πρὸς ἅπασι τοῖς ἄλλοις καλοῖς κἀγαθοῖς καὶ δικαιοτάτοις εἶναι, ἀμυνόμενοι δὲ πολλὰ καὶ καλὰ διεπράξαντο.
因为属于当今时代的这一代人的祖先,无论是父亲,还是由于亲属所熟知的名字而被认出的更远祖先,都从未伤害过任何人,无论是希腊人还是野蛮人,而是除了所有其他高贵和优秀的品质外,他们最公正,且在防卫中完成了许多高尚的伟业。

词汇与语法注释

  1. 1εἶναι μοι δοκεῖ — 此处的 εἶναι 不仅仅表示“存在”,而是带有可能性(ἔξεστι)的含义。整句被解释为“对我来说,(像过去的人那样)发言似乎是可能的”。
  2. 2ἐξ ὧν ταῦτʼ ἂν αὐτοῖς μάλιστα γένοιτο λόγων — 先行词 λόγων 被吸引入关系从句的结构。ταῦτα 指代前文的“德行与赞美”(τῆς δʼ ἀρετῆς καὶ τῶν ἐπαίνων),意为“通过最能使这些东西带给他们的言辞”。
  3. 4αὐτοῖς — αὐτοῖς 是依附于表示可能的无人称动词 ἔστιν 的与格,充当不定式 ἀνενεγκεῖν 的逻辑主语。解释为“对他们而言,追溯(其出身)是可能的”。
  4. 5χωρὶς τοῦ μέγιστον εὐεργέτημʼ εἰς πάντας γενέσθαι — 介词 χωρίς 支配属格的冠词性不定式 τοῦ γενέσθαι,形成表示排除或附加的副词短语,意为“除去其成为……之外”。μέγιστον εὐεργέτημα 充当该不定式的补足语。

引用这一段

狄摩西尼, 葬礼演说 §1-7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg060.humanitext-grc2:1-7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。