Humanitext Reader

デモステネス · 第五十四弁論 コノン弾劾 §1-6

提訴の経緯と守備隊での嫌がらせ

1 / 6 箇所 · ギリシア語

要旨

アリストンはコノンから受けた暴行と、それに対する告訴の経緯を陪審員に説明する。まず、守備任務中にコノンの息子たちから受けた執拗な嫌がらせと襲撃事件について語り始める。

§1ὑβρισθείς, ὦ ἄνδρες δικασταί, καὶ παθὼν ὑπὸ Κόνωνος τουτουὶ τοιαῦτα, ὥστε πολὺν χρόνον πάνυ μήτε τοὺς οἰκείους μήτε τῶν ἰατρῶν μηδένα προσδοκᾶν περιφεύξεσθαί με, ὑγιάνας καὶ σωθεὶς ἀπροσδοκήτως ἔλαχον αὐτῷ τὴν δίκην τῆς αἰκείας ταυτηνί.
裁判員諸君、私はここにいるコノンから乱暴な扱いを受け、非常に長い間、親族も医師たちも誰も私が生き延びると思わないほどのひどい目に遭いましたが、予期せず回復して一命を取り留め、彼に対してこの暴行罪の民事訴訟を起こしました。
πάντων δὲ τῶν φίλων καὶ τῶν οἰκείων, οἷς συνεβουλευόμην, ἔνοχον μὲν φασκόντων αὐτὸν ἐκ τῶν πεπραγμένων εἶναι καὶ τῇ τῶν λωποδυτῶν ἀπαγωγῇ καὶ ταῖς τῆς ὕβρεως γραφαῖς, συμβουλευόντων δέ μοι καὶ παραινούντων μὴ μείζω πράγματʼ ἢ δυνήσομαι φέρειν ἐπάγεσθαι, μηδʼ ὑπὲρ τὴν ἡλικίαν περὶ ὧν ἐπεπόνθειν ἐγκαλοῦντα φαίνεσθαι, οὕτως ἐποίησα καὶ διʼ ἐκείνους ἰδίαν ἔλαχον δίκην, ἥδιστʼ ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, θανάτου κρίνας τουτονί.
私が相談した友人や親族が全員、その仕業からすれば彼は現行犯逮捕の引き渡しや暴力罪の公訴に該当すると言いながらも、私が耐えうる以上の重荷を背負い込まないように、また私が被った被害について私の年齢にそぐわない形で告訴しているように見えないようにと、私に助言し勧告したため、私はそのようにし、彼らの勧言に従って私訴を起こしたのです。 アテナイの皆さん、私としては喜んで彼を死刑を求める訴訟にかけたいところだったのですが。
§2καὶ τούτου συγγνώμην ἕξετε, εὖ οἶδʼ ὅτι, πάντες, ἐπειδὰν ἃ πέπονθʼ ἀκούσητε·
そして、このことについては、私が被った被害をお聞きになれば、皆さんが寛大に理解してくださることを私はよく知っています。
δεινῆς γὰρ οὔσης τῆς τότε συμβάσης ὕβρεως οὐκ ἐλάττων ἡ μετὰ ταῦτʼ ἀσέλγειʼ ἐστὶ τουτουί.
なぜなら、あの時生じた暴力行為も凄まじいものでしたが、その後のこの男の傲慢不遜な態度はそれに劣らないからです。
ἀξιῶ δὴ καὶ δέομαι πάντων ὁμοίως ὑμῶν πρῶτον μὲν εὐνοϊκῶς ἀκοῦσαί μου περὶ ὧν πέπονθα λέγοντος, εἶτα, ἐὰν ἠδικῆσθαι καὶ παρανενομῆσθαι δοκῶ, βοηθῆσαί μοι τὰ δίκαια.
ですから、私は皆さん全員に等しく、まず私が受けた被害について語るのを好意的に聞いていただき、次にもし私が不当に扱われ、無法な目に遭わされたと思われるならば、正当な支援を私に与えてくださるよう求め、懇願します。
ἐξ ἀρχῆς δʼ ὡς ἕκαστα πέπρακται διηγήσομαι πρὸς ὑμᾶς, ὡς ἂν οἷός τʼ ὦ διὰ βραχυτάτων.
初めからどのように個々の出来事が起こったのかを、できる限り簡潔に皆さんに説明いたします。
§3ἐξῆλθον ἔτος τουτὶ τρίτον εἰς Πάνακτον φρουρᾶς ἡμῖν προγραφείσης.
今から二年前、私たちに守備任務が割り当てられ、私はパナクトンへ赴いました。
ἐσκήνωσαν οὖν οἱ υἱεῖς οἱ Κόνωνος τουτουὶ ἐγγὺς ἡμῶν, ὡς οὐκ ἂν ἐβουλόμην·
すると、ここにいるコノンの息子たちが私たちの近くに天幕を張ったのですが、それは私の望まぬことでした。
ἡ γὰρ ἐξ ἀρχῆς ἔχθρα καὶ τὰ προσκρούματʼ ἐκεῖθεν ἡμῖν συνέβη· ἐξ ὧν δέ, ἀκούσεσθε.
というのも、そもそも最初の敵意と衝突はそこから生じたからであり、それがどのような理由からであったのか、お聞きいただくことになります。
ἔπινον ἑκάστοθʼ οὗτοι τὴν ἡμέραν, ἐπειδὴ τάχιστʼ ἀριστήσαιεν, ὅλην, καὶ τοῦθʼ, ἕως περ ἦμεν ἐν τῇ φρουρᾷ, διετέλουν ποιοῦντες.
この者たちは、朝食を終えるやいなや、毎日一日中酒を飲んでおり、私たちが守備任務についている間、ずっとそのようなことを繰り返していました。
ἡμεῖς δʼ ὥσπερ ἐνθάδʼ εἰώθειμεν, οὕτω διήγομεν καὶ ἔξω.
一方、私たちは、普段アテナイにいるときと同じように、あちらでも静かに暮らしていました。
§4ἣν οὖν δειπνοποιεῖσθαι τοῖς ἄλλοις ὥραν συμβαίνοι, ταύτην ἂν ἤδη ἐπαρῴνουν οὗτοι, τὰ μὲν πόλλʼ εἰς τοὺς παῖδας ἡμῶν τοὺς ἀκολούθους, τελευτῶντες δὲ καὶ εἰς ἡμᾶς αὐτούς.
そして、他の者たちが夕食をとる時間になると、彼らはすでに酔って悪ふざけをしており、主に私たちの従者である奴隷たちに対して、最後には私たち自身に対してもそれを行いました。
φήσαντες γὰρ καπνίζειν αὑτοὺς ὀψοποιουμένους τοὺς παῖδας ἢ κακῶς λέγειν, ὅ τι τύχοιεν, ἔτυπτον καὶ τὰς ἀμίδας κατεσκεδάννυον καὶ προσεούρουν, καὶ ἀσελγείας καὶ ὕβρεως οὐδʼ ὁτιοῦν ἀπέλειπον.
すなわち、奴隷たちが料理をして煙を彼らに吹きかけたとか、悪口を言ったなどと、思いつきの口実を設けては、彼らを殴り、尿瓶の中身を浴びせかけ、尿を引っかけ、ありとあらゆる横暴と暴挙を尽くしたのです。
ὁρῶντες δʼ ἡμεῖς ταῦτα καὶ λυπούμενοι τὸ μὲν πρῶτον ἀπεπεμψάμεθα, ὡς δʼ ἐχλεύαζον ἡμᾶς καὶ οὐκ ἐπαύοντο, τῷ στρατηγῷ τὸ πρᾶγμʼ εἴπομεν κοινῇ πάντες οἱ σύσσιτοι προσελθόντες, οὐκ ἐγὼ τῶν ἄλλων ἔξω.
私たちはこれを見て不快に思い、最初は追い払っていましたが、彼らが私たちをあざけり、やめようとしなかったので、天幕を共にする仲間全員で指揮官のところへ行き、この件を告げました。 私一人が他の人々から離れて行ったのではありません。
§5λοιδορηθέντος δʼ αὐτοῖς ἐκείνου καὶ κακίσαντος αὐτοὺς οὐ μόνον περὶ ὧν εἰς ἡμᾶς ἠσέλγαινον, ἀλλὰ καὶ περὶ ὧν ὅλως ἐποίουν ἐν τῷ στρατοπέδῳ, τοσούτου ἐδέησαν παύσασθαι ἢ αἰσχυνθῆναι, ὥστʼ ἐπειδὴ θᾶττον συνεσκότασεν, εὐθὺς ὡς ἡμᾶς εἰσεπήδησαν ταύτῃ τῇ ἑσπέρᾳ, καὶ τὸ μὲν πρῶτον κακῶς ἔλεγον, τελευτῶντες δὲ καὶ πληγὰς ἐνέτειναν ἐμοί, καὶ τοσαύτην κραυγὴν καὶ θόρυβον περὶ τὴν σκηνὴν ἐποίησαν ὥστε καὶ τὸν στρατηγὸν καὶ τοὺς ταξιάρχους ἐλθεῖν καὶ τῶν ἄλλων στρατιωτῶν τινάς, οἵπερ ἐκώλυσαν μηδὲν ἡμᾶς ἀνήκεστον παθεῖν μηδʼ αὐτοὺς ποιῆσαι παροινουμένους ὑπὸ τουτωνί.
指揮官が彼らを叱責し、私たちに対する乱暴な振る舞いだけでなく、陣営内全体での彼らの行いについても非難したところ、彼らはやめることも恥じることもしないどころか、暗くなるやいなや、その日の夕方すぐに私たちのところに押し入ってきました。 そして最初は罵詈雑言を浴びせていましたが、最後には私に殴りかかり、天幕の周りで大声で叫び騒ぎ立てたため、指揮官や百人隊長たち、さらには他の兵士たちの一部もやって来て、彼らからこれほどの暴行を受けながらも私たちが取り返しのつかない被害を受けたり、また自分たちでそれを行ったりするのを防いでくれました。
§6τοῦ δὲ πράγματος εἰς τοῦτο προελθόντος, ὡς δεῦρʼ ἐπανήλθομεν, ἦν ἡμῖν, οἷον εἰκός, ἐκ τούτων ὀργὴ καὶ ἔχθρα πρὸς ἀλλήλους.
事態がここまで進んだため、私たちがこちらに戻ってからは、当然のことながら、これらのことからお互いに怒りと敵意を抱くようになりました。
μὰ τοὺς θεοὺς οὐ μὴν ἔγωγʼ ᾠόμην δεῖν οὔτε δίκην λαχεῖν αὐτοῖς οὔτε λόγον ποιεῖσθαι τῶν συμβάντων οὐδένα, ἀλλʼ ἐκεῖνʼ ἁπλῶς ἐγνώκειν τὸ λοιπὸν εὐλαβεῖσθαι καὶ φυλάττεσθαι μὴ πλησιάζειν τοῖς τοιούτοις.
しかし、神々に誓って言いますが、私としては彼らを訴えたり、起きたことについてあれこれ取り立てて騒ぎ立てたりする必要はないと考えており、ただ今後は警戒し、そのような連中には近づかないようにしようと決めていました。
πρῶτον μὲν οὖν τούτων ὧν εἴρηκα βούλομαι τὰς μαρτυρίας παρασχόμενος, μετὰ ταῦθʼ οἷʼ ὑπʼ αὐτοῦ τούτου πέπονθʼ ἐπιδεῖξαι, ἵνʼ εἰδῆθʼ ὅτι ᾧ προσῆκεν τοῖς τὸ πρῶτον ἁμαρτηθεῖσιν ἐπιτιμᾶν, οὗτος αὐτὸς πρότερος πολλῷ δεινότερʼ εἴργασται.
そこでまず、私がこれまで申し上げたことの証言を提示し、その後にこの男自身から私がどのような被害を受けたかを示したいと思います。 それによって、最初の過ちを犯した者たちを叱責すべき立場にあったはずのこの男自身が、はるかに恐ろしいことを率先して行ったのだということを、皆さんに知っていただくためです。
ΜΑΡΤΥΡΙΑΙ.
証言。

語釈・文法注

  1. §1ὥστε πολὺν χρόνον πάνυ μήτε τοὺς οἰκείους μήτε τῶν ἰατρῶν μηδένα προσδοκᾶν περιφεύξεσθαί με — 接続詞 ὥστε に導かれる結果節内の二重の不定詞構造。対格不定詞(A.C.I.)が入れ子になっており、最初の不定詞 προσδοκᾶν の主語は μήτε τοὺς οἰκείους μήτε ... μηδένα(対格)、その補足不定詞である未来不定詞 περιφεύξεσθαι(生存する、切り抜ける)の主語は文末の対格代名詞 με である。
  2. §1ἔνοχον μὲν φασκόντων αὐτὸν ἐκ τῶν πεπραγμένων εἶναι καὶ τῇ τῶν λωποδυτῶν ἀπαγωγῇ καὶ ταῖς τῆς ὕβρεως γραφαῖς — 分詞 φασκόντων は πάντων τῶν φίλων καὶ τῶν οἰκείων に一致する独立属格(genitive absolute)。形容詞 ἔνοχον(罪を免れない、該当する)は与格(τῇ ... ἀπαγωγῇ および ταῖς ... γραφαῖς)を支配し、「衣類剥ぎ取り強盗の現行犯逮捕(ἀπαγωγή)および暴力罪の公訴(γραφαί)に該当する」という意味を表す。
  3. §3ἔτος τουτὶ τρίτον — 「時間の経過」を表す対格で、指示代名詞 τουτί は「ここに、今」という臨場感を持たせる。直訳すると「この3年目(に)」となるが、アテナイの包括的な数え方(起点となる今年を含む)に基づいているため、実際には「2年前」を指す。
  4. §4ἣν οὖν δειπνοποιεῖσθαι τοῖς ἄλλοις ὥραν συμβαίνοι, ταύτην ἂν ἤδη ἐπαρῴνουν οὗτοι — 過去の反復的動作を表す構文。関係節内の希求法 συμβαίνοι と、主節の未完了過去+小辞 ἄν(ἂν ... ἐπαρῴνουν)の組み合わせによって、「〜する時はいつでも、〜したものであった」という過去の反復を表す。先行詞 ὥραν が関係節 ἣν ... ὥραν に引き込まれており、主節では相関語の指示代名詞 ταύτην で受けられている。
  5. §5τοσούτου ἐδέησαν παύσασθαι ἢ αἰσχυνθῆναι — 非人称構文ではないが、ὀλίγου δέω(ほとんど〜する)の否定表現に似た慣用的な表現。直訳すると「彼らはやめることや恥じることからこれほど多く欠けていた」となり、実際には「やめることも恥じることも決してないばかりか、むしろ〜」という強い対比・否定を意味する。直後の結果節 ὥστε と相関している。
  6. §5οἵπερ ἐκώλυσαν μηδὲν ἡμᾶς ἀνήκεστον παθεῖν μηδʼ αὐτοὺς ποιῆσαι — 妨害・禁止を意味する動詞 ἐκώλυσαν(妨げた)の後で、不定詞の前に冗長な(あるいは強調の)否定辞 μηδέν / μηδέ が付く古典ギリシア語特有の慣行。日本語や英語などの現代語に翻訳する際は、この二重否定を肯定(〜するのを防いだ)として訳す必要がある。

この箇所を引用する

デモステネス, 第五十四弁論 コノン弾劾 §1-6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0014.tlg054.humanitext-grc2:1-6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。