§1τοῖς τοιούτοις τῶν ἀγώνων, ὦ ἄνδρες δικασταί, καὶ τοὺς διαγνωσομένους προσήκει μάλιστα προσέχειν τὸν νοῦν.
つまるところ、裁判員諸官、このような訴訟においてこそ、判決を下そうとする人々は最も注意を払うのがふさわしいのです。
οὐ γὰρ ἐμὸς καὶ Πολυκλέους ἴδιός ἐστιν ὁ ἀγὼν μόνον, ἀλλὰ καὶ τῆς πόλεως κοινός.
なぜなら、この訴訟は私とポリュクレスだけの私的なものではなく、国家にとっても共通の関心事だからです。
ὧν γὰρ τὰ μὲν ἐγκλήματα ἴδιά ἐστιν, αἱ δὲ βλάβαι κοιναί, πῶς οὐχ ὑπὲρ τούτων εἰκός ἐστιν ἀκούσαντας ὑμᾶς ὀρθῶς διαγνῶναι;
というのも、告発内容は私的なものである一方、被害は共通のものであるような事柄について、あなたがたは双方の言い分を聞いた上で、これら(の事柄)のために正しく判決を下すのが当然ではないでしょうか。
εἰ μὲν γὰρ περὶ ἄλλου τινὸς συμβολαίου ἐγὼ διαφερόμενος πρὸς Πολυκλέα εἰσῄειν εἰς ὑμᾶς, ἐμὸς ἂν ἦν καὶ Πολυκλέους ὁ ἀγών·
もし私が他の何らかの契約に関してポリュクレスと争ってあなたがたの法廷に入ってきたのであれば、この訴訟は私とポリュクレスのものであったでしょう。
νῦν δὲ περί τε διαδοχῆς νεώς ἐστιν ὁ λόγος καὶ ἐπιτριηραρχήματος πέντε μηνῶν καὶ ἓξ ἡμερῶν ἀνηλωμένου, καὶ περὶ τῶν νόμων, πότερα κύριοί εἰσιν ἢ οὔ.
しかし現実は、船(の指揮権)の交代、および5ヶ月と6日間にわたって費やされた超過三段櫂船装備職(の費用)、さらには、法律が有効であるか否かについての議論なのです。
§2ἀναγκαῖον δή μοι δοκεῖ εἶναι ἅπαντα ἐξ ἀρχῆς διηγήσασθαι πρὸς ὑμᾶς.
そこで、初めからすべてをあなたがたに説明することが必要であると私には思われます。
καὶ πρὸς θεῶν, ἄνδρες δικασταί, δέομαι ὑμῶν, μή με ἡγήσησθε ἀδολεσχεῖν, ἐὰν διὰ μακροτέρων διηγῶμαι τά τε ἀναλώματα καὶ τὰς πράξεις, ὡς ἐν καιρῷ τε ἕκασται καὶ χρήσιμοι τῇ πόλει ἐδιακονήθησαν.
そして、神々の名において、裁判員諸官、あなたがたにお願いします。 もし私が、出費や様々な行動について、それらの一つ一つがいかに適切な時期に、また国家にとって有益に遂行されたかを示すために、いささか長々と説明したとしても、無駄話をしていると思わないでください。
εἰ μὲν γάρ τις ἔχει με ἐπιδεῖξαι ὡς ψεύδομαι, ἀναστὰς ἐν τῷ ἐμῷ ὕδατι ἐξελεγξάτω, ὅ τι ἂν μὴ φῇ με ἀληθῆ λέγειν πρὸς ὑμᾶς·
なぜなら、もし誰かが私を嘘つきだと証明できるなら、私の(持ち時間の)水時計が流れている間に立ち上がって、私があなたがたに対して真実を言っていないと彼が主張する点を論駁するがよいからです。
εἰ δʼ ἐστὶν ἀληθῆ καὶ μηδεὶς ἄν μοι ἀντείποι ἄλλος ἢ οὗτος, δέομαι ὑμῶν ἁπάντων δικαίαν δέησιν·
しかし、もしそれらが真実であり、この男以外の誰も私に反論できないのであれば、私はあなたがた全員に正当な願いを求めます。
§3ὅσοι μὲν τῶν στρατιωτῶν ἐστε καὶ παρῆτε ἐκεῖ, αὐτοί τε ἀναμνήσθητε καὶ τοῖς παρακαθημένοις φράζετε τήν τʼ ἐμὴν προθυμίαν καὶ τὰ συμβάντα ἐν τῷ τότε καιρῷ τῇ πόλει πράγματα καὶ τὰς ἀπορίας, ἵνα ἐκ τούτων εἰδῆτε ὁποῖός τίς εἰμι περὶ ἃ ἂν προστάξητε ὑμεῖς·
あなたがたのうち兵士であって、そこに居合わせた人々は、自ら思い出すとともに、隣に座っている人々にも、私の熱意と、あの当時国家に起こった事態や困難を語って聞かせてください。 それによって、あなたがたが命令する事柄に対して私がどのような人間であるかを、彼らが知ることができるようにするためです。
ὅσοι δὲ αὐτοῦ ἐπεδημεῖτε, σιγῇ μου ἀκοῦσαι διηγουμένου ἅπαντα πρὸς ὑμᾶς, καὶ ἐπὶ τούτων ἑκάστῳ, οἷς ἂν λέγω, τούς τε νόμους παρεχομένου καὶ τὰ ψηφίσματα, τά τε τῆς βουλῆς καὶ τὰ τοῦ δήμου, καὶ τὰς μαρτυρίας.
また、この地に留まっていた人々は、私があなたがたにすべてを説明するのを静かに聞き、私が述べるこれらの一つ一つの事柄に対して、法や、評議会および民会の民会決議、さらには証言を私が提示するのを(見守ってください)。
§4ἑβδόμῃ γὰρ φθίνοντος μεταγειτνιῶνος μηνὸς ἐπὶ Μόλωνος ἄρχοντος, ἐκκλησίας γενομένης καὶ εἰσαγγελθέντων ὑμῖν πολλῶν καὶ μεγάλων πραγμάτων, ἐψηφίσασθε τὰς ναῦς καθέλκειν τοὺς τριηράρχους·
モロンがアルコン(執政官)であった年のメタゲイトニオン月の24日(終わりの第7日)、民会が開催され、多くの重大な事態が報告されたとき、あなたがたは三段櫂船装備職たちに船を進水させることを議決しました。
ὧν καὶ ἐγὼ ἦν.
その中に私も含まれていました。
καὶ τὸν μὲν καιρὸν τὸν συμβεβηκότα τῇ πόλει τότε οὐκ ἐμὲ δεῖ διεξελθεῖν, ἀλλʼ ὑμᾶς αὐτοὺς ἀναμνησθῆναι, ὅτι Τῆνος μὲν καταληφθεῖσα ὑπʼ Ἀλεξάνδρου ἐξηνδραποδίσθη,
当時国家に生じていた危機の状況は、私が詳しく説明するまでもなく、あなたがた自身が思い出すべきです。
§5Μιλτοκύθης δὲ ἀφειστήκει ἀπὸ Κότυος καὶ πρέσβεις ἐπεπόμφει περὶ συμμαχίας, βοηθεῖν κελεύων καὶ τὴν Χερρόνησον ἀποδιδούς, Προκοννήσιοι δὲ σύμμαχοι ὄντες ἱκέτευον ὑμᾶς ἐν τῷ δήμῳ βοηθῆσαι αὑτοῖς, λέγοντες ὅτι ὑπὸ Κυζικηνῶν κατέχονται τῷ πολέμῳ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, καὶ μὴ περιιδεῖν ἀπολομένους·
すなわち、テノス島がアレクサンドロスによって占領され、住民が奴隷に売られたこと、ミルトキュテスはコテュスに対して反乱を起こし、同盟を求めて使節を派遣し、援助を要請するとともにヘルソネソス(の支配権)を返還しようとしていたこと、また同盟関係にあったプロコンネソス人たちは、民会において、自分たちがキュジコス人によって陸からも海からも戦争で包囲されていると述べ、自分たちが滅びるのを見過ごさないよう、自分たちを援助してほしいとあなたがたに懇願していたことです。
§6ὧν ἀκούοντες τότε ὑμεῖς ἐν τῷ δήμῳ αὐτῶν τε λεγόντων καὶ τῶν συναγορευόντων αὐτοῖς, ἔτι δὲ τῶν ἐμπόρων καὶ τῶν ναυκλήρων περὶ ἔκπλουν ὄντων ἐκ τοῦ Πόντου, καὶ Βυζαντίων καὶ Καλχηδονίων καὶ Κυζικηνῶν καταγόντων τὰ πλοῖα ἕνεκα τῆς ἰδίας χρείας τοῦ σίτου, καὶ ὁρῶντες ἐν τῷ Πειραιεῖ τὸν σῖτον ἐπιτιμώμενον καὶ οὐκ ὄντα ἄφθονον ὠνεῖσθαι, ἐψηφίσασθε τάς τε ναῦς καθέλκειν τοὺς τριηράρχους καὶ παρακομίζειν ἐπὶ τὸ χῶμα, καὶ τοὺς βουλευτὰς καὶ τοὺς δημάρχους καταλόγους ποιεῖσθαι τῶν δημοτῶν καὶ ἀποφέρειν ναύτας, καὶ διὰ τάχους τὸν ἀπόστολον ποιεῖσθαι καὶ βοηθεῖν ἑκασταχοῖ.
当時民会において、彼ら自身の言葉や彼らを支持する人々の言葉を聞き、さらに、黒海から出帆しようとしていた商人や船主たちが、ビュザンティオン人やカルケドン人、キュジコス人によって、彼ら自身の穀物需要のために船を強制的に引き入れられているという言葉を聞き、またペイライエウスにおいて穀物の価格が高騰し、十分に購入できない状況を目にして、あなたがたは、三段櫂船装備職たちに船を進水させて埠頭へ回航すること、評議員や区長たちに区民のリストを作成して水兵として登録すること、そして速やかに船隊を派遣し、各地を援助することを議決しました。
καὶ ἐνίκησε τὸ Ἀριστοφῶντος ψήφισμα τουτί.
そして、アリストフォンが提案したこの決議案が可決されたのです。
ΨΗΦΙΣΜΑ. §7τοῦ μὲν ψηφίσματος τοίνυν ἀκηκόατε, ὦ ἄνδρες δικασταί.
[決議案]裁判員諸官、決議案についてはお聞きになった通りです。
ἐγὼ δʼ ἐπειδή μοι οὐκ ἦλθον οἱ ναῦται οἱ καταλεγέντες ὑπὸ τῶν δημοτῶν, ἀλλʼ ἢ ὀλίγοι καὶ οὗτοι ἀδύνατοι, τούτους μὲν ἀφῆκα, ὑποθεὶς δὲ τὴν οὐσίαν τὴν ἐμαυτοῦ καὶ δανεισάμενος ἀργύριον πρῶτος ἐπληρωσάμην τὴν ναῦν, μισθωσάμενος ναύτας ὡς οἷόν τʼ ἦν ἀρίστους, δωρεὰς καὶ προδόσεις δοὺς ἑκάστῳ αὐτῶν μεγάλας.
ところが私は、区長たちによって名簿に載せられた水兵たちが、少数かつそれも能力のない者を除いては現れなかったため、彼らを解放し、自分の全財産を抵当に入れて資金を借り、各人に高額の報酬や前渡金を支給して、できる限り優秀な水兵を雇い入れ、誰よりも早く自船に人員を満たしました。
ἔτι δὲ σκεύεσιν ἰδίοις τὴν ναῦν ἅπασι κατεσκεύασα, καὶ τῶν δημοσίων ἔλαβον οὐδέν, καὶ κόσμῳ ὡς οἷόν τʼ ἦν κάλλιστα καὶ διαπρεπέστατα τῶν τριηράρχων.
さらに、公有の機材は一切受け取らず、すべて私財の機材で船を装備し、三段櫂船装備職の中でできる限り最も美しく見事に飾り立てました。
ὑπηρεσίαν τοίνυν ἣν ἐδυνάμην κρατίστην ἐμισθωσάμην.
また、乗組員も、自分が雇うことのできる最高の人々を雇いました。