§1ὅτι μὲν οὐκ ἀπορήσειν ἔμελλε Στέφανος οὑτοσὶ ὅ τι ἀπολογήσεται περὶ τῆς μαρτυρίας, παράγων τῷ λόγῳ ὡς οὐ πάντα μεμαρτύρηκε τὰ ἐν τῷ γραμματείῳ γεγραμμένα, καὶ ἐξαπατῶν ὑμᾶς, καὶ αὐτὸς σχεδόν τι ὑπενόουν, ὦ ἄνδρες δικασταί.
このステファノスが、書面に記載されたことすべてを証言したわけではないと弁論によってはぐらかし、あなた方を欺いて、自分の証言についてどのように弁明すべきか窮することなどないだろうということは、陪審員の皆さん、私自身もほぼ察しておりました。
πανοῦργός τε γάρ ἐστιν, καὶ οἱ γράφοντες καὶ οἱ συμβουλεύοντες ὑπὲρ Φορμίωνος πολλοί·
というのも、彼は悪賢い男であり、フォルミオンのために書面を起草し知恵を貸す者たちが大勢いるからです。
ἅμα τʼ εἰκός ἐστι τοὺς ἐγχειροῦντας τὰ ψευδῆ μαρτυρεῖν καὶ τὴν ἀπολογίαν εὐθέως ὑπὲρ αὐτῶν μελετᾶν.
同時に、偽証を行おうとする者が、ただちにその言い訳をあらかじめ用意しておくのは当然のことだからです。
§2ὅτι δʼ ἐν τοσούτῳ λόγῳ οὐδαμοῦ μάρτυρας παρέσχετο ὑμῖν, ὡς ἢ διατιθεμένῳ τῷ πατρὶ τῷ ἐμῷ παρεγένετό που αὐτὸς ταύτην τὴν διαθήκην, ὥστʼ εἰδέναι ταῦτα ὅτι ἀντίγραφά ἐστιν ὧν ὁ πατήρ μου διέθετο, ἢ ἀνοιχθὲν εἶδε τὸ γραμματεῖον ὅ φασι διαθέμενον ἐκεῖνον καταλιπεῖν, ταῦτα συμμέμνησθέ μοι.
しかし、これほど長い弁論の中で、彼があなた方に証人を一人も示さなかったこと――すなわち、私の父が遺言を作成した現場に彼自身がどこかで立ち会い、それゆえにこれらの書面が私の父の作成した遺言の写しであることを知っているという証人や、あるいは、彼らが私の父が遺言を残して亡くなったと主張するその遺言書が開封されるのを彼自身が見たという証人を立てなかったこと――このことをどうか私とともに覚えておいてください。
§3ἀλλὰ μὴν ὁπότε μεμαρτύρηκεν ἀντίγραφα εἶναι τῶν διαθηκῶν τῶν Πασίωνος τὰ ἐν τῷ γραμματείῳ γεγραμμένα, τὰς δὲ διαθήκας μὴ ἔχει ἐπιδεῖξαι μήθʼ ὡς ὁ πατὴρ διέθετο ἡμῶν μήθʼ ὡς αὐτὸς εἶδεν παραγενόμενος αὐτὰς διατιθεμένου τοῦ πατρός, πῶς οὐ περιφανῶς οὗτος ἐξελέγχεται τὰ ψευδῆ μεμαρτυρηκώς;
しかしながら、書面に記載された内容がパシオンの遺言の写しであると彼が証言している一方で、遺言そのものを、私たちの父がそのように作成したことも、あるいは父が作成する際に彼自身が立ち会って目撃したことも提示できない以上、この者が偽証したことは極めて明白に証明されているのではないでしょうか。
§4εἰ τοίνυν πρόκλησίν φησιν εἶναι καὶ μὴ μαρτυρίαν, οὐκ ἀληθῆ λέγει.
そこで、もし彼が、これは提示要求(プロクレーシス)であって証言ではないと言うなら、それは真実を述べていません。
ἅπαντα γὰρ ὅσα παρέχονται εἰς τὸ δικαστήριον προκαλούμενοι ἀλλήλους οἱ ἀντίδικοι, διὰ μαρτυρίας παρέχονται.
なぜなら、訴訟当事者双方が互いに要求を行って法廷に持ち込むものはすべて、証言を通じて提出されるからです。
οὐ γὰρ ἂν εἰδείηθʼ ὑμεῖς εἴτʼ ἐστὶν ἀληθῆ εἴτε ψευδῆ ἅ φασιν ἑκάτεροι, εἰ μή τις καὶ τοὺς μάρτυρας παρέχοιτο.
実際、誰かが証人をも立てない限り、双方が主張することが真実であるか偽りであるかをあなた方が知ることはできないでしょう。
ὅταν δὲ παράσχηται, τούτοις πιστεύοντες ὑποδίκοις οὖσιν ψηφίζεσθε ἐκ τῶν λεγομένων καὶ μαρτυρουμένων ἃ ἂν ὑμῖν δοκῇ δίκαια εἶναι.
しかし、証人が立てられたときには、偽証に対して法的責任を負う彼らを信頼し、主張され証言された事柄に基づいて、あなた方が正しいと思うことに票を投じるのです。
§5βούλομαι τοίνυν καὶ τὴν μαρτυρίαν ἐξελέγξαι, ὅτι οὐ πρόκλησίς ἐστιν, καὶ ὡς ἔδει μαρτυρεῖν αὐτούς, εἴπερ ἐγίγνετο ἡ πρόκλησις, ὡς οὐκ ἐγίγνετο.
そこで私は、その証言が提示要求ではないことを論証し、また、もしその提示要求が本当に行われたのであれば(実際には行われなかったのですが)、彼らがどのように証言すべきであったかを示したいと思います。
μαρτυροῦσι παρεῖναι πρὸς τῷ διαιτητῇ Τεισίᾳ, ὅτε προὐκαλεῖτο Φορμίων Ἀπολλόδωρον ἀνοίγειν τὸ γραμματεῖον, ὃ παρεῖχεν Ἀμφίας ὁ Κηφισοφῶντος κηδεστής, Ἀπολλόδωρον δʼ οὐκ ἐθέλειν ἀνοίγειν.
「彼らは、仲裁人テイシアスの前にて、フォルミオンがアポロドロスに対して、ケフィソフォンの義兄弟であるアムフィアスが持参した書面を開封するよう要求した際、アポロドロスが開封を拒んだ現場に同席していた」と証言しています。
οὕτω μὲν ἂν μαρτυροῦντες ἐδόκουν ἀληθῆ μαρτυρεῖν·
このように証言していたのであれば、彼らは真実を証言していると思われたことでしょう。
ἀντίγραφα δὲ τῶν διαθηκῶν τῶν Πασίωνος μαρτυρεῖν εἶναι τὰ ἐν τῷ γραμματείῳ ὃ παρείχετο Φορμίων, μήτε παραγενομένους ἐκείνῳ διατιθεμένῳ μήτʼ εἰδότας εἰ διέθετο, πῶς οὐ περιφανῶς ἀναισχυντία δοκεῖ ὑμῖν εἶναι;
しかし、フォルミオンが提示した書面がパシオンの遺言の写しであると証言しながら、彼が遺言を作成する場に立ち会ったこともなく、遺言を作成したかどうかさえ知らないのに、どうしてそれが極めて破廉恥な行為だとあなた方に思わずにいられるでしょうか。
§6ἀλλὰ μὴν εἰ φησὶ Φορμίωνος λέγοντος πιστεύειν ταῦτʼ ἀληθῆ εἶναι, τοῦ αὐτοῦ ἀνδρός ἐστιν πιστεύειν τε λέγοντι τούτῳ ταῦτα καὶ κελεύοντι μαρτυρεῖν.
しかし、もし彼が「フォルミオンの言うことを信じて、それが真実だと思ったのだ」と言うなら、そのような主張をする人間は、フォルミオンが言うことを信じるのと同時に、彼が命じるままに証言するような男です。
οἱ δέ γε νόμοι οὐ ταῦτα λέγουσιν, ἀλλʼ ἃ ἂν εἰδῇ τις καὶ οἷς ἂν παραγένηται πραττομένοις, ταῦτα μαρτυρεῖν κελεύουσιν ἐν γραμματείῳ γεγραμμένα, ἵνα μήτʼ ἀφελεῖν ἐξῇ μηδὲν μήτε προσθεῖναι τοῖς γεγραμμένοις.
しかし法律はそのようには規定しておらず、むしろ、自分が知っていること、そして自分の目の前で行われたことだけを、書面に記載した上で証言することを命じています。 それは、書かれた内容から何も削ることも付け足すこともできないようにするためです。
§7ἀκοὴν δʼ οὐκ ἐῶσι ζῶντος μαρτυρεῖν, ἀλλὰ τεθνεῶτος, τῶν δὲ ἀδυνάτων καὶ ὑπερορίων ἐκμαρτυρίαν γεγραμμένην ἐν τῷ γραμματείῳ·
また法律は、生存している者の伝聞証言を禁じており、亡くなった者の伝聞のみを許し、また病身者や国外にいる者については、書面に記録された「書面証言(エクマルトゥリア)」を認めています。
καὶ ἀπὸ τῆς αὐτῆς ἐπισκήψεως τήν τε μαρτυρίαν καὶ ἐκμαρτυρίαν ἀγωνίζεσθαι ἅμα, ἵνʼ ἐὰν μὲν ἀναδέχηται ὁ ἐκμαρτυρήσας, ἐκεῖνος ὑπόδικος ᾖ τῶν ψευδομαρτυρίων, ἐὰν δὲ μὴ ἀναδέχηται, οἱ μαρτυρήσαντες τὴν ἐκμαρτυρίαν.
そして、偽証に対する同一の告発手続きに基づいて、直接の証言と書面証言の両方を同時に争うべきであるとしています。 それは、もし書面証言をした当人がそれを法廷で認めるならば、その当人が偽証罪の責任を負い、もし認めないならば、その書面証言があったことを証明した証人たちが責任を負うようにするためです。
§8στέφανος τοίνυν οὑτοσί, οὔτʼ εἰδὼς διαθήκας καταλιπόντα τὸν πατέρα ἡμῶν, οὔτε παραγενόμενος πώποτε διατιθεμένῳ τῷ πατρὶ ἡμῶν, ἀκούσας δὲ Φορμίωνος, μεμαρτύρηκεν ἀκοὴν τὰ ψευδῆ τε καὶ παρὰ τὸν νόμον.
そこで、このステファノスは、私たちの父が遺言を残したことを知ることもなく、父が遺言を作成する場に一度も立ち会ったこともないのに、フォルミオンから聞いただけで、伝聞によって、偽りでありかつ法に反する証言をしたのです。
καὶ ταῦθʼ ὅτι ἀληθῆ λέγω, αὐτὸν ὑμῖν τὸν νόμον ἀναγνώσεται.
私が真実を述べていることを示すために、皆さんに法律そのものを朗読させましょう。
ΝΟΜΟΣ.
"ἀκοὴν εἶναι μαρτυρεῖν τεθνεῶτος, ἐκμαρτυρίαν δὲ ὑπερορίου καὶ ἀδυνάτου.
法律「伝聞の証言は、死者のものに限り認める。 不在者および病身者の証言は、書面証言とする。
"
」