§1πολλὰ κἀγαθὰ γένοιτο, ὦ ἄνδρες δικασταί, πρῶτον μὲν ὑμῖν ἅπασιν, ἔπειτα δὲ καὶ Σόλωνι τῷ νομοθετήσαντι τὸν περὶ τῶν ἀντιδόσεων νόμον.
裁判員諸官、多くの良きことが、第一にはあなた方全員に、第二には財産交換に関する法律を制定したソロンに、もたらされますように。
εἰ μὴ γὰρ οὗτος ἡμῖν σαφῶς διώρισεν, τί πρῶτον δεῖ ποιεῖν τοὺς ἀντιδεδωκότας καὶ τί δεύτερον καὶ τἄλλα δʼ ἐφεξῆς, οὐκ οἶδʼ ὅποι προῆλθεν ἂν ἡ τουτουὶ Φαινίππου τόλμα, ὅπου γε καὶ νῦν ἅπαντα ταῦτα προλέγοντος ἡμῖν τοῦ νόμου, ὅμως οὐδὲν φροντίσας τῶν ἐν αὐτῷ γεγραμμένων δικαίων, ἀντὶ μὲν τοῦ τριῶν ἡμερῶν ἀφʼ ἧς ὤμοσε τὴν ἀπόφασιν δοῦναί μοι τῆς οὐσίας τῆς αὑτοῦ κατὰ τὸν νόμον, ἢ εἰ μὴ τότʼ ἐβούλετο, τῇ γʼ ἕκτῃ φθίνοντος δοῦναι τοῦ βοηδρομιῶνος μηνός, ἣν δεηθείς μου ἔθετο καὶ ἐν ᾗ ὡμολόγησε δώσειν τὴν ἀπόφασιν, οὐδέτερα τούτων ἐποίησεν,
というのも、もし彼が、財産交換を申し立てた者が第一に何をすべきか、第二に何をすべきか、そしてそのほか順次に何をすべきかを我々に明確に規定していなかったならば、こちらのフェニッポスの厚かましさがどこまで及んでいたか、私は見当もつきません。 というのも、現在でさえ、法律がこれらすべてを我々に事前に指示しているというのに、彼はそこに書かれた権利を全く顧みず、法律に従って、誓いをした日から3日以内に自分の財産の目録を私に提出する代わりに、あるいは、もしその時に提出したくなかったのであれば、彼が私に懇願して定め、その日に目録を提出すると約束したボエドロミオン月の下旬の6日目に提出する代わりに、これら二つのうちどちらもしなかったのです。
§2ἀλλὰ καταφρονήσας ἀμφοτέρων, καὶ ἡμῶν καὶ τοῦ νόμου, δευτέρῳ μηνὶ ἔδωκεν, δυοῖν ἢ τρισὶν ἡμέραις πρότερον τῆς εἰς τὸ δικαστήριον εἰσόδου, τὸν δʼ ἄλλον ἅπαντʼ ἐκποδὼν ἦν χρόνον·
そうではなく、我々と法律の両方を軽蔑し、2ヶ月目に、裁判所への出廷の2、3日前に提出したのです。 そして他の期間はすべて姿をくらましていました。
ἀντὶ δὲ τοῦ τὰ σημεῖα ἐᾶν τῶν οἰκημάτων ἃ παρεσημηνάμην, ἐλθὼν εἰς ἀγρὸν ἀνέῳξε καὶ τὰς κριθὰς ἐξεφόρησεν καὶ τἄλλα, ὥσπερ ἐξουσίαν δεδωκότος αὐτῷ τοῦ νόμου ποιεῖν ὅ τι ἂν βούληται καὶ μὴ ὡς δίκαιόν ἐστιν.
また、私が封印した建物の封印をそのままにしておく代わりに、彼は領地へ行って封印を開け、大麦やその他のものを運び出しました。 あたかも、法律が彼に望むことは何でも行う権限を与えており、正義に従って行う必要はないかのように。
§3ἐγὼ δʼ, ὦ ἄνδρες δικασταί, ἥδιστα μὲν ἂν ἐμαυτὸν εἶδον εὐτυχοῦντα ὥσπερ πρότερον τῇ οὐσίᾳ καὶ μένοντα ἐν τοῖς τριακοσίοις·
裁判員諸官、私は以前のように財産において恵まれており、300人の中にとどまっている自分の姿を見るのが最も嬉しかったでしょう。
ἐπειδὴ δὲ τὰ μὲν τῆς κοινῆς ἀτυχίας μετασχὼν τοῖς ἄλλοις τοῖς ἐργαζομένοις ἐν τοῖς ἔργοις, τὰ δʼ ἰδίᾳ μεγάλαις περιπεπτωκὼς ζημίαις ἀπολώλεκα τὴν οὐσίαν, καὶ τὸ τελευταῖον νυνί με δεῖ τῇ πόλει τρία τάλαντα καταθεῖναι, τάλαντον κατὰ τὴν μερίδα (μετέσχον γάρ, ὡς μή ποτʼ ὤφελον, κἀγὼ τοῦ δημευθέντος μετάλλου), ἀναγκαῖόν ἐστιν εἰς τὴν ἐμὴν τάξιν πειρᾶσθαι καθιστάναι τὸν οὐ μόνον ἐμοῦ νῦν ὄντα πλουσιώτερον, ἀλλὰ καὶ πρότερον, καὶ οὐδεπώποτʼ οὐδὲν λελῃτουργηκότα ὑμῖν οὐδʼ εἰσενηνοχότα τῇ πόλει.
しかし、鉱山で働く他の人々と共に共通の不運を分かち合ったこと、また個人的に大きな損失を被ったことにより財産を失ってしまい、そして最後には、今や国家に3タラントンを支払わねばならず(持ち分に応じて1タラントンです。 というのも、決してそうであってはならなかったのですが、私も没収された鉱山に共同で関わっていたからです)、私の区分に、今私よりも裕福であるだけでなく以前からもそうであり、かつ、あなた方に対して一度も何の奉仕も行わず、国家に納税もしたことのない者を据えようと試みることが必要なのです。
§4δέομαι οὖν ὑμῶν ἁπάντων, ὦ ἄνδρες δικασταί, ἐὰν ἐπιδεικνύω Φαίνιππον τουτονὶ καὶ παραβεβηκότα τὰ ἐν τοῖς νόμοις δίκαια καὶ πλουσιώτερον ὄντα ἐμαυτοῦ, βοηθῆσαί μοι καὶ τοῦτον εἰς τοὺς τριακοσίους ἀντʼ ἐμοῦ καταστῆσαι·
そこで、裁判員諸官、あなた方全員にお願いいたします。 もし私がこちらのフェニッポスが法律に定められた正義に違反しており、かつ私よりも裕福であることを証明したならば、私を助け、私の代わりに彼を300人の中に据えてくださるよう。
διὰ τοῦτο γὰρ οἱ νόμοι καθʼ ἕκαστον ἔτος ποιοῦσιν τὰς ἀντιδόσεις, ὅτι τὸ διευτυχεῖν συνεχῶς τῇ οὐσίᾳ οὐ πολλοῖς τῶν πολιτῶν διαμένειν εἴθισται.
なぜなら、財産において絶えず恵まれ続けることは、多くの市民にとって永続しないのが常であるからこそ、法律は毎年、財産交換を可能にしているのです。
ἐξ ἀρχῆς δʼ ὑμῖν τὰ γενόμενα περὶ τὴν ἀντίδοσιν διηγήσομαι.
それでは、財産交換に関して起こったことを、初めからあなた方に説明いたしましょう。
§5τοῦ γὰρ μεταγειτνιῶνος, ὦ ἄνδρες δικασταί, τῇ δευτέρᾳ ἱσταμένου ἐποίουν οἱ στρατηγοὶ τοῖς τριακοσίοις τὰς ἀντιδόσεις.
メタゲイトニオン月の2日に、将軍たちは300人のために財産交換の手続きを行っていました。
ἐν ταύταις ἐκάλεσα κατὰ τὸν νόμον Φαίνιππον τουτονί.
その際、私は法律に従って、こちらのフェニッポスを召喚しました。
καλέσας δὲ καὶ παραλαβὼν τῶν οἰκείων τινὰς καὶ φίλων, ἐπορευόμην Κύθηρόνδε εἰς τὴν ἐσχατιὰν αὐτοῦ.
そして召喚した後に、親族や友人の何人かを伴って、キテロスにある彼の辺境の領地へと赴きました。
καὶ πρῶτον μὲν περιαγαγὼν τὴν ἐσχατιὰν πλέον ἢ σταδίων οὖσαν τετταράκοντα κύκλῳ, ἔδειξα καὶ διεμαρτυράμην ἐναντίον Φαινίππου, ὅτι οὐδεὶς ὅρος ἔπεστιν ἐπὶ τῇ ἐσχατιᾷ·
そしてまず、周囲が40スタディオン以上あるその領地をぐるりと回り、その領地には境界石が一つも置かれていないことを、フェニッポスの目の前で示し、証言しました。
εἰ δέ φησιν, εἰπεῖν ἐκέλευον αὐτὸν ἤδη καὶ δεῖξαι, ὅπως μὴ ὕστερον ἐνταῦθα χρέως γενόμενον ἀναφανήσεται.
そして、もし境界石があると言うならば、後になってここに負債が存在することが発覚しないように、今すぐそれを言及し示すよう彼に要求しました。