Humanitext Reader

狄摩西尼 · 控诉法尼普斯 §1-5

财产交换的要求与费尼普斯的违法行为

第 1 段,共 5 段 · 希腊语

内容简介

原告指责被告费尼普斯违法延迟提交财产清单并擅自启封领地。他将自己的困境与被告的富有进行对比,并开始叙述财产交换程序的经过。

§1πολλὰ κἀγαθὰ γένοιτο, ὦ ἄνδρες δικασταί, πρῶτον μὲν ὑμῖν ἅπασιν, ἔπειτα δὲ καὶ Σόλωνι τῷ νομοθετήσαντι τὸν περὶ τῶν ἀντιδόσεων νόμον.
诸位陪审员,愿诸多福祉首先降临于你们全体,其次降临于制定关于财产交换法律的梭伦。
εἰ μὴ γὰρ οὗτος ἡμῖν σαφῶς διώρισεν, τί πρῶτον δεῖ ποιεῖν τοὺς ἀντιδεδωκότας καὶ τί δεύτερον καὶ τἄλλα δʼ ἐφεξῆς, οὐκ οἶδʼ ὅποι προῆλθεν ἂν ἡ τουτουὶ Φαινίππου τόλμα, ὅπου γε καὶ νῦν ἅπαντα ταῦτα προλέγοντος ἡμῖν τοῦ νόμου, ὅμως οὐδὲν φροντίσας τῶν ἐν αὐτῷ γεγραμμένων δικαίων, ἀντὶ μὲν τοῦ τριῶν ἡμερῶν ἀφʼ ἧς ὤμοσε τὴν ἀπόφασιν δοῦναί μοι τῆς οὐσίας τῆς αὑτοῦ κατὰ τὸν νόμον, ἢ εἰ μὴ τότʼ ἐβούλετο, τῇ γʼ ἕκτῃ φθίνοντος δοῦναι τοῦ βοηδρομιῶνος μηνός, ἣν δεηθείς μου ἔθετο καὶ ἐν ᾗ ὡμολόγησε δώσειν τὴν ἀπόφασιν, οὐδέτερα τούτων ἐποίησεν, §2ἀλλὰ καταφρονήσας ἀμφοτέρων, καὶ ἡμῶν καὶ τοῦ νόμου, δευτέρῳ μηνὶ ἔδωκεν, δυοῖν ἢ τρισὶν ἡμέραις πρότερον τῆς εἰς τὸ δικαστήριον εἰσόδου, τὸν δʼ ἄλλον ἅπαντʼ ἐκποδὼν ἦν χρόνον·
因为如果他没有向我们明确规定提出财产交换的人第一步该做什么,第二步该做什么,以及接下来的其他步骤,我真不知道这位费尼普斯的厚颜无耻会膨胀到什么地步。 即便在现在,法律已事先向我们指明了这一切,他却依然毫不理会其中所写的公义,他本应在宣誓后三天内,依法向我提交他的财产清单,或者,如果他当时不愿意,也该在博埃德罗米昂月下旬的第六天提交——这是他恳求我并承诺提交清单的日子,但这两者他都没有做,反而蔑视我们和法律,在第二个月,即案件开庭前的两三天,才提交了清单,而在其余的所有时间里,他都避不见面。
ἀντὶ δὲ τοῦ τὰ σημεῖα ἐᾶν τῶν οἰκημάτων ἃ παρεσημηνάμην, ἐλθὼν εἰς ἀγρὸν ἀνέῳξε καὶ τὰς κριθὰς ἐξεφόρησεν καὶ τἄλλα, ὥσπερ ἐξουσίαν δεδωκότος αὐτῷ τοῦ νόμου ποιεῖν ὅ τι ἂν βούληται καὶ μὴ ὡς δίκαιόν ἐστιν.
他非但没有保留我所封存的房屋上的封印,反而前往他的领地,启开封印,运走了大麦和其他财物,仿佛法律赋予了他随心所欲的特权,而不是按照公义行事。
§3ἐγὼ δʼ, ὦ ἄνδρες δικασταί, ἥδιστα μὲν ἂν ἐμαυτὸν εἶδον εὐτυχοῦντα ὥσπερ πρότερον τῇ οὐσίᾳ καὶ μένοντα ἐν τοῖς τριακοσίοις·
诸位陪审员,我本人本最乐于见到自己像以前一样财产充裕,并留在三百人中。
ἐπειδὴ δὲ τὰ μὲν τῆς κοινῆς ἀτυχίας μετασχὼν τοῖς ἄλλοις τοῖς ἐργαζομένοις ἐν τοῖς ἔργοις, τὰ δʼ ἰδίᾳ μεγάλαις περιπεπτωκὼς ζημίαις ἀπολώλεκα τὴν οὐσίαν, καὶ τὸ τελευταῖον νυνί με δεῖ τῇ πόλει τρία τάλαντα καταθεῖναι, τάλαντον κατὰ τὴν μερίδα (μετέσχον γάρ, ὡς μή ποτʼ ὤφελον, κἀγὼ τοῦ δημευθέντος μετάλλου), ἀναγκαῖόν ἐστιν εἰς τὴν ἐμὴν τάξιν πειρᾶσθαι καθιστάναι τὸν οὐ μόνον ἐμοῦ νῦν ὄντα πλουσιώτερον, ἀλλὰ καὶ πρότερον, καὶ οὐδεπώποτʼ οὐδὲν λελῃτουργηκότα ὑμῖν οὐδʼ εἰσενηνοχότα τῇ πόλει.
但由于我失去了财产——部分是由于在矿山经营中与他人共同遭受了公共灾难,部分是由于遭受了重大的个人损失,而最后,我现在必须向城邦缴纳三塔兰同——根据我的股份需缴纳一塔兰同(因为我也参与了那座被没收的矿山,但愿这从未发生过)——因此,我必须努力让一个不仅现在比我富有、而且以前就比我富有,并且从未为你们履行过任何公益服务,也未曾向城邦缴纳过任何税款的人,来填补我的课税位置。
§4δέομαι οὖν ὑμῶν ἁπάντων, ὦ ἄνδρες δικασταί, ἐὰν ἐπιδεικνύω Φαίνιππον τουτονὶ καὶ παραβεβηκότα τὰ ἐν τοῖς νόμοις δίκαια καὶ πλουσιώτερον ὄντα ἐμαυτοῦ, βοηθῆσαί μοι καὶ τοῦτον εἰς τοὺς τριακοσίους ἀντʼ ἐμοῦ καταστῆσαι·
因此,诸位陪审员,我恳求你们全体,如果我证明这位费尼普斯违反了法律所规定的公义,并且比我富有,请协助我,将他代替我放入三百人之中。
διὰ τοῦτο γὰρ οἱ νόμοι καθʼ ἕκαστον ἔτος ποιοῦσιν τὰς ἀντιδόσεις, ὅτι τὸ διευτυχεῖν συνεχῶς τῇ οὐσίᾳ οὐ πολλοῖς τῶν πολιτῶν διαμένειν εἴθισται.
因为正是为了这个原因,法律每年都允许进行财产交换,因为财产的持续繁荣并不常留在多数市民身上。
ἐξ ἀρχῆς δʼ ὑμῖν τὰ γενόμενα περὶ τὴν ἀντίδοσιν διηγήσομαι.
我将从头向你们讲述关于财产交换所发生的事情。
§5τοῦ γὰρ μεταγειτνιῶνος, ὦ ἄνδρες δικασταί, τῇ δευτέρᾳ ἱσταμένου ἐποίουν οἱ στρατηγοὶ τοῖς τριακοσίοις τὰς ἀντιδόσεις.
诸位陪审员,在梅塔格特尼翁月上旬第二天,将军们正在为三百人安排财产交换程序。
ἐν ταύταις ἐκάλεσα κατὰ τὸν νόμον Φαίνιππον τουτονί.
在那次程序中,我依法传唤了这位费尼普斯。
καλέσας δὲ καὶ παραλαβὼν τῶν οἰκείων τινὰς καὶ φίλων, ἐπορευόμην Κύθηρόνδε εἰς τὴν ἐσχατιὰν αὐτοῦ.
传唤之后,我带上了一些亲戚和朋友,前往基特罗斯他那偏远的领地。
καὶ πρῶτον μὲν περιαγαγὼν τὴν ἐσχατιὰν πλέον ἢ σταδίων οὖσαν τετταράκοντα κύκλῳ, ἔδειξα καὶ διεμαρτυράμην ἐναντίον Φαινίππου, ὅτι οὐδεὶς ὅρος ἔπεστιν ἐπὶ τῇ ἐσχατιᾷ· εἰ δέ φησιν, εἰπεῖν ἐκέλευον αὐτὸν ἤδη καὶ δεῖξαι, ὅπως μὴ ὕστερον ἐνταῦθα χρέως γενόμενον ἀναφανήσεται.
首先,我们绕着那块周长超过四十斯塔德的领地走了一圈,我在费尼普斯面前指出并声明,该领地上没有任何界石;如果他声称有,我便要求他当场指出并证明,以免日后这里突然出现债务。

词汇与语法注释

  1. 1τῇ γʼ ἕκτῃ φθίνοντος — 意为“下旬第六天”。在雅典历法中,每月的最后十天(即第21至30天)采用倒计时法。因此,在30天的满月中指第25天(30 - 6 + 1),在29天的空月中指第24天(29 - 6 + 1)。
  2. 2ὥσπερ ἐξουσίαν δεδωκότος αὐτῷ τοῦ νόμου — 这是一个属格绝对(独立属格)结构,名词 `τοῦ νόμου` 作为分词 `δεδωκότος` 的逻辑主语,独立于主句主语。连同 `ὥσπερ` 一起,表示主观的假设或比拟:“仿佛法律赋予了他特权”。
  3. 3ὡς μή ποτʼ ὤφελον — 表示过去无法实现的愿望的习惯用法。动词 `ὀφείλω` 的过去不定时形式 `ὤφελον`(此处作为表示愿望的小词)与省略的不定式(如 `μετασχεῖν`)连用,构成表示遗憾的插入语:“但愿这从未发生过”。
  4. 5τοῦ γὰρ μεταγειτνιῶνος ... τῇ δευτέρᾳ ἱσταμένου — 表示时间的结构。月份名 `μεταγειτνιῶνος`(梅塔格特尼翁月,雅典历第二月)使用表示时间的属格,`τῇ δευτέρᾳ`(第二天)使用表示时间的与格,`ἱσταμένου`(上旬的)是修饰上旬(第1至10天)的现在分词属格。整句意为“在梅塔格特尼翁月上旬的第二天”。

引用这一段

狄摩西尼, 控诉法尼普斯 §1-5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg042.humanitext-grc2:1-5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。