§49ἐγὼ δʼ εἰμὶ ἔμπορος, καὶ σὺ ἀδελφὸς καὶ κληρονόμος ἑνὸς τῶν ἐμπόρων, τοῦ λαβόντος παρʼ ἡμῶν τὰ ἐμπορικὰ χρήματα.
私は商人であり、あなたは、私たちから商業資金を受け取った商人たちの一人の、兄弟であり相続人です。
ποῖ οὖν δεῖ ταύτην εἰσελθεῖν τὴν δίκην;
それでは、この訴訟はどこに持ち込まれるべきなのでしょうか。
δίδαξον, ὦ Λάκριτε, μόνον δίκαιόν τι λέγων καὶ κατὰ τοὺς νόμους.
ラクリトスよ、ただ何か正しくかつ法律にかなうことを言うことによって、教えてみなさい。
ἀλλʼ οὐκ ἔστιν οὕτω δεινὸς ἄνθρωπος οὐδεὶς ὅστις ἂν περὶ τοιούτων πραγμάτων ἔχοι τι δίκαιον εἰπεῖν.
しかし、このような事柄について、何か正しいことを主張しうるほど、それほど雄弁な人間は一人も存在しません。
§50οὐ τοίνυν ταῦτα μόνον, ὦ ἄνδρες δικασταί, δεινὰ ἐγὼ πάσχω ὑπὸ Λακρίτου τουτουί, ἀλλὰ καὶ χωρὶς τοῦ ἀποστερεῖσθαι τὰ χρήματα καὶ εἰς τοὺς ἐσχάτους ἂν κινδύνους ἀφικόμην τὸ τούτου μέρος, εἰ μή μοι ἡ συγγραφὴ ἐβοήθει ἡ πρὸς τούτους, καὶ ἐμαρτύρει ὅτι εἰς τὸν Πόντον ἔδωκα τὰ χρήματα καὶ πάλιν Ἀθήναζε.
裁判員諸君、私がこのラクリトスから受けているひどい仕打ちは、これらだけではありません。 資金を奪い取られることとは別に、彼らとの契約書が私を助け、私がポントスへ、そして再びアテナイへと資金を貸し出したことを証明してくれていなかったなら、彼のせいで、私は最大の危機に陥っていたことでしょう。
ἴστε γάρ, ὦ ἄνδρες δικασταί, τὸν νόμον ὡς χαλεπός ἐστιν, ἐάν τις Ἀθηναίων ἄλλοσέ ποι σιτηγήσῃ ἢ Ἀθήναζε, ἢ χρήματα δανείσῃ εἰς ἄλλο τι ἐμπόριον ἢ τὸ Ἀθηναίων, οἷαι ζημίαι περὶ τούτων εἰσίν, ὡς μεγάλαι καὶ δειναί.
裁判員諸君、あなた方は法律がどれほど厳しいものであるかをご存じだからです。 もしアテナイ人の誰かがアテナイ以外のどこかへ穀物を輸送したり、アテナイ以外の他の交易港へ資金を貸し出したりするならば、これらに対する罰則がどれほど大きく恐ろしいものであるかを。
§51μᾶλλον δὲ αὐτὸν ἀνάγνωθι αὐτοῖς τὸν νόμον, ἵνʼ ἀκριβέστερον μάθωσιν.
むしろ、彼らがより正確に知ることができるよう、彼らにその法律自体を朗読してくれ。
ΝΟΜΟΣ
"ἀργύριον δὲ μὴ ἐξεῖναι ἐκδοῦναι Ἀθηναίων καὶ τῶν μετοίκων τῶν Ἀθήνησι μετοικούντων μηδενί, μηδὲ ὧν οὗτοι κύριοί εἰσιν, εἰς ναῦν ἥτις ἂν μὴ μέλλῃ ἄξειν σῖτον Ἀθήναζε, καὶ τἄλλα τὰ γεγραμμένα περὶ ἑκάστου αὐτῶν.
〔法律〕「アテナイ人、およびアテナイに居住する在留外人のうち誰一人として、また彼らが後見する者の誰一人として、アテナイに穀物を運ぶ予定のない船に資金を貸し付けてはならず、それら各々に関して規定されている他の事柄についても同様とする。
ἐὰν δέ τις ἐκδῷ παρὰ ταῦτα, εἶναι τὴν φάσιν καὶ τὴν ἀπογραφὴν τοῦ ἀργυρίου πρὸς τοὺς ἐπιμελητάς, καθάπερ τῆς νεὼς καὶ τοῦ σίτου εἴρηται, κατὰ ταὐτά.
もし誰かがこれらに反して貸し付けるならば、船や穀物について規定されているのと全く同様に、監督官たちに対してその資金の告発と登録が行われるものとする。
καὶ δίκη αὐτῷ μὴ ἔστω περὶ τοῦ ἀργυρίου, ὃ ἂν ἐκδῷ ἄλλοσέ ποι ἢ Ἀθήναζε, μηδὲ ἀρχὴ εἰσαγέτω περὶ τούτου μηδεμία. "
また、アテナイ以外のどこかへ貸し付けられた資金については、その貸し手には訴訟の権利が認められず、いかなる政庁もこれに関する訴訟を受理してはならない。
§52ὁ μὲν νόμος, ὦ ἄνδρες δικασταί, οὕτω χαλεπός ἐστιν·
」裁判員諸君、法律はこれほど厳しいのです。
οὗτοι δὲ οἱ μιαρώτατοι ἀνθρώπων ἁπάντων, γεγραμμένον διαρρήδην ἐν τῇ συγγραφῇ Ἀθήναζε πάλιν ἥκειν τὰ χρήματα, εἰς Χίον ἐπέτρεψαν καταχθῆναι ἃ ἐδανείσαντο Ἀθήνηθεν παρʼ ἡμῶν.
しかし、すべての人間のうちで最も忌むべき者たちである彼らは、契約書に資金が再びアテナイに戻って来るべきだと明記されているにもかかわらず、アテナイから私たちより借り入れた資金を、キオスに陸揚げすることを許したのです。
δανειζομένου γὰρ ἐν τῷ Πόντῳ τοῦ ναυκλήρου τοῦ Φασηλίτου ἕτερα χρήματα παρά τινος Χίου ἀνθρώπου, οὐ φάσκοντος δὲ τοῦ Χίου δανείσειν, ἐὰν μὴ ὑποθήκην λάβῃ ἅπαντα ὅσα ἦν περὶ τὸν ναύκληρον, καὶ ἐπιτρέπωσι ταῦτα οἱ πρότερον δεδανεικότες, ἐπέτρεψαν ταῦτα ὑποθήκην γενέσθαι τῷ Χίῳ τὰ ἡμέτερα καὶ κύριον ἐκεῖνον γενέσθαι ἁπάντων,
というのも、ファセーリス人の船主がポントスであるキオス人から別の資金を借り入れようとし、そのキオス人が、船主の持ち物すべてを担保として受け取り、以前に貸し付けていた者たちがこれを許さない限りは貸し付けないと主張した際、彼らは私たちの資金がキオス人のための担保となること、そして彼がすべての支配権を握ることを許したからです。
§53καὶ οὕτως ἀπέπλεον ἐκ τοῦ Πόντου μετὰ τοῦ Φασηλίτου ναυκλήρου καὶ μετὰ τοῦ Χίου τοῦ δεδανεικότος, καὶ ὁρμίζονται ἐν φωρῶν λιμένι, εἰς δὲ τὸ ὑμέτερον ἐμπόριον οὐχ ὡρμίσαντο.
そしてこのようにして、彼らはファセーリス人の船主および貸し手であるキオス人とともにポントスから出帆し、泥棒港に停泊し、あなた方の交易港には停泊しませんでした。
καὶ νυνί, ὦ ἄνδρες δικασταί, τὰ Ἀθήνηθεν δανεισθέντα χρήματα εἰς τὸν Πόντον καὶ πάλιν ἐκ τοῦ Πόντου Ἀθήναζε εἰς Χίον κατηγμένα ἐστὶν ὑπὸ τούτων.
そして裁判員諸君、今やアテナイからポントスへ、そして再びポントスからアテナイへ戻るはずのものとして貸し出された資金は、彼らによってキオスへと運ばれてしまっているのです。
§54ὅπερ οὖν ἐν ἀρχῇ ὑπεθέμην τοῦ λόγου, ὅτι καὶ ὑμεῖς ἀδικεῖσθε οὐδὲν ἧττον τῶν δόντων ἡμῶν τὰ χρήματα.
ゆえに、私が弁論の冒頭で提示した通り、あなた方もまた、資金を提供した私たちに劣らず害されているのです。
σκοπεῖτε δέ, ὦ ἄνδρες δικασταί, πῶς οὐκ ἀδικεῖσθε, ἐπειδάν τις τῶν νόμων τῶν ὑμετέρων κρείττων ἐγχειρῇ εἶναι, καὶ τὰς συγγραφὰς τὰς ναυτικὰς ἀκύρους ποιῇ καὶ καταλύῃ, καὶ τὰ χρήματα τὰ παρʼ ἡμῶν εἰς Χίον ᾖ διαπεσταλκώς, πῶς οὐκ ἀδικεῖ ὁ τοιοῦτος ἄνθρωπος καὶ ὑμᾶς;
裁判員諸君、誰かがあなた方の法律よりも優位に立とうと企て、海上契約書を無効にして破棄し、私たちからの資金をキオスへと送り届けてしまっているとき、そのような人間があなた方をも害していないなどということがどうしてあり得ましょうか、よく考えてみてください。
§55ἐμοὶ μὲν οὖν ἐστιν, ὦ ἄνδρες δικασταί, πρὸς τούτους ὁ λόγος (τούτοις γὰρ ἔδωκα τὰ χρήματα)·
それゆえ裁判員諸君、私にとって対決すべき相手は彼らです(なぜなら、私が資金を引き渡したのは彼らだからです)。
τούτοις δʼ ἔσται πρὸς τὸν ναύκληρον ἐκεῖνον τὸν Φασηλίτην, τὸν πολίτην τὸν αὑτῶν, ᾧ φασὶν δανεῖσαι τὰ χρήματα ἄνευ ἡμῶν παρὰ τὴν συγγραφήν·
そして、彼らにとって対決すべき相手は、あのファセーリス人の船主、すなわち彼らの同胞でしょう。 彼らは契約に反して私たちのあずかり知らぬところで、その船主に資金を貸し付けたと言っているのですから。
οὐδὲ γὰρ ἡμεῖς ἴσμεν τίνα ἐστὶν τὰ πεπραγμένα τούτοις πρὸς τὸν ἑαυτῶν πολίτην, ἀλλʼ αὐτοὶ οὗτοι ἴσασιν.
なぜなら、彼らが自分たちの同胞に対して何を行ったのかを私たちは知りませんが、彼ら自身はよく知っているからです。
§56ταῦτα ἡγούμεθα δίκαια εἶναι, καὶ ὑμῶν δεόμεθα, ὦ ἄνδρες δικασταί, βοηθεῖν ἡμῖν τοῖς ἀδικουμένοις, καὶ κολάζειν τοὺς κακοτεχνοῦντας καὶ σοφιζομένους, ὥσπερ οὗτοι σοφίζονται.
私たちはこれが正しいことだと考えます。 そして裁判員諸君、不当な扱いを受けている私たちを助け、ここにいる彼らが悪知恵を働かせているように、悪だくみをし、詭弁を弄する者たちを懲らしめてくださるようあなた方に懇願します。
καὶ ἐὰν ταῦτα ποιῆτε, ὑμῖν τε αὐτοῖς τὰ συμφέροντα ἔσεσθε ἐψηφισμένοι, καὶ περιαιρήσεσθε τῶν πονηρῶν ἀνθρώπων τὰς πανουργίας ἁπάσας, ἃς ἔνιοι πανουργοῦσι περὶ τὰ συμβόλαια τὰ ναυτικά.
もしあなた方がこれを行うならば、あなた方自身にとって有益なことに票を投じたことになり、また、ある者たちが海上契約に関して企てている、邪悪な人間たちのあらゆる悪事を根絶することになるでしょう。