§46τοῦ μὲν οὖν δανεῖσαι ἡμᾶς τὰ χρήματα αἵ τε συνθῆκαι καὶ αὐτὸς οὗτός ἐστι μάρτυς·
したがって、私たちが資金を貸し付けたことについては、契約書とこの男自身が証人です。
τοῦ δʼ ἀποδεδωκέναι οὐδείς ἐστι μάρτυς ἔξω τοῦ Λάμπιδος τοῦ συναδικοῦντος.
しかし、返済したことについては、ともに不正を行っているランピス以外に誰も証人がいません。
καὶ οὗτος μὲν εἰς ἐκεῖνον μόνον ἀναφέρει τὴν ἀπόδοσιν, ἐγὼ δʼ εἴς τε τὸν Λάμπιν αὐτὸν καὶ τοὺς ἀκούσαντας αὐτοῦ ὅτε οὐκ ἔφη ἀπειληφέναι τὸ χρυσίον.
そしてこの男は返済の事実をあの男だけに帰していますが、私は、ランピス自身と、彼が「金を受け取っていない」と言ったのを聞いた人々を証拠として挙げています。
τούτῳ μὲν οὖν τοὺς ἐμοὺς μάρτυρας ἔξεστι κρίνειν, εἰ μή φησι τἀληθῆ μαρτυρεῖν αὐτούς·
したがってこの男には、私の証人たちが真実を証言していないと主張するなら、彼らを裁判にかける権利があります。
ἐγὼ δʼ οὐκ ἔχω τί χρήσωμαι τοῖς τούτου μάρτυσιν, οἵ φασιν εἰδέναι τὸν Λάμπιν μαρτυροῦντα ἀπειληφέναι τὸ χρυσίον.
しかし私は、この男の証人たちをどのように扱えばよいのかわかりません。 彼らは、ランピスが金を受け取ったと証言しているのを自分たちは知っている、と主張しているのですから。
εἰ μὲν γὰρ ἡ μαρτυρία ἡ τοῦ Λάμπιδος κατεβάλλετο ἐνταῦθα, ἴσως ἂν ἔφασαν οὗτοι δίκαιον εἶναι ἐπισκήπτεσθαί μʼ ἐκείνῳ·
というのも、もしランピスの証言がここに提出されていたなら、おそらく彼らは、私が彼を告発するのが正当であると言ったでしょう。
νῦν δʼ οὔτε τὴν μαρτυρίαν ταύτην ἔχω, οὑτοσί τε οἴεται δεῖν ἀθῷος εἶναι οὐδὲν βέβαιον ἐνέχυρον καταλιπὼν ὧν πείθει ὑμᾶς ψηφίζεσθαι.
しかし今や、私はそのような証言を持っておらず、この男は、あなたがたに投票するよう説得している内容について、確実な担保を何一つ残すことなしに、無罪放免されるべきだと考えているのです。
§47πῶς δʼ οὐκ ἂν εἴη ἄτοπον, εἰ αὐτοῦ Φορμίωνος ὁμολογοῦντος δανείσασθαι, φάσκοντος δὲ ἀποδεδωκέναι, τὸ μὲν ὁμολογούμενον ὑπʼ αὐτοῦ τούτου ἄκυρον ποιήσαιτε, τὸ δὲ ἀμφισβητούμενον κύριον ψηφίσαισθε;
しかし、もしフォルミオン自身が借用を認めつつも返済したと主張しているときに、この男自身によって認められていることをあなたがたが無効とし、争いのあることを有効と投票するならば、それはどうしておかしなことではないと言えるでしょうか。
καὶ ὁ μὲν Λάμπις, ᾧ οὗτος σκήπτεται μάρτυρι, μαρτυρεῖ ἔξαρνος γενόμενος τὸ ἐξ ἀρχῆς ὡς οὐκ ἀπείληφεν τὸ χρυσίον· ὑμεῖς δὲ γνοίητε ὡς ἀπείληφεν ἐκεῖνος, ᾧ οὐκ εἰσὶ μάρτυρες τοῦ πράγματος;
また、この男が証人として盾にしているランピスは、最初から金を受け取っていないと明確に否定していたのに、あなたがたは、そのことについての証人を一人も持たない者のために、彼が受け取ったと判定するのですか。
§48καὶ ὅσα μὲν εἶπε μετὰ τῆς ἀληθείας, μὴ χρήσαισθε τεκμηρίῳ, ἃ δʼ ἐψεύσατο ὕστερον, ἐπειδὴ διεφθάρη, πιστότερα ταῦθʼ ὑπολάβοιτε εἶναι;
そして、彼が真実とともに語ったことをあなたがたは証拠として用いず、買収された後に偽って語ったことを、より信頼できるものと見なすのですか。
καὶ μήν, ὦ ἄνδρες Ἀθηναῖοι, πολὺ δικαιότερόν ἐστιν τοῖς ἐξ ἀρχῆς ῥηθεῖσι τεκμαίρεσθαι μᾶλλον ἢ τοῖς ὕστερον τεκταινομένοις.
しかも、アテナイの皆さん、後にでっち上げられたことよりも、最初から語られていたことによって判断するほうが、はるかに公正です。
τὰ μὲν γὰρ οὐκ ἐκ παρασκευῆς, ἀλλʼ ἐκ τῆς ἀληθείας ἔλεγεν, τὰ δʼ ὕστερον ψευδόμενος καὶ πρὸς τὸ συμφέρον αὑτῷ.
なぜなら、前者は仕組まれたものではなく真実から語られたものであり、後者は後になって、自らの利益のために偽って語られたものだからです。
§49ἀναμνήσθητε δέ, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι οὐδʼ αὐτὸς ὁ Λάμπις ἔξαρνος ἐγένετο ὡς οὐκ εἴη εἰρηκὼς ὅτι οὐκ ἀπείληφεν τὸ χρυσίον, ἀλλʼ εἰπεῖν μὲν ὡμολόγει, οὐ μέντοι γε ἐντὸς ὢν αὑτοῦ εἰπεῖν.
アテナイの皆さん、ランピス自身でさえ、自分が「金を受け取っていない」と言った事実を否定したわけではなく、言うには言ったと認めたものの、正気で言ったのではないと主張したことを思い出してください。
οὔκουν ἄτοπον, εἰ τῆς ἐκείνου μαρτυρίας τὸ μὲν πρὸς τοῦ ἀποστεροῦντος πιστῶς ἀκούσεσθε, τὸ δʼ ὑπὲρ τῶν ἀποστερουμένων ἄπιστον ἔσται παρʼ ὑμῖν;
それならば、彼の証言のうち、奪い取る者に有利な部分はあなたがたに信頼して聞き入れられ、奪い取られる者たちを支持する部分はあなたがたの間で信頼できないとされるなら、おかしいではありませんか。
§50μηδαμῶς, ὦ ἄνδρες δικασταί.
決してそのようなことがあってはなりません、裁判官の皆さん。
ὑμεῖς γάρ ἐστε αὐτοὶ οἱ τὸν ἐπιδεδανεισμένον ἐκ τοῦ ἐμπορίου πολλὰ χρήματα καὶ τοῖς δανεισταῖς οὐ παρασχόντα τὰς ὑποθήκας θανάτῳ ζημιώσαντες εἰσαγγελθέντα ἐν τῷ δήμῳ, καὶ ταῦτα πολίτην ὑμέτερον ὄντα καὶ πατρὸς ἐστρατηγηκότος.
なぜなら、あなたがた自身こそが、取引所から多額の資金を追加で借り入れながら貸し手に担保を提供しなかった者を、民会で弾劾された際に死刑に処した人々であり、しかもその者はあなたがたの市民であり、将軍を務めたことのある父を持つ者だったのですから。
§51ἡγεῖσθε γὰρ τοὺς τοιούτους οὐ μόνον τοὺς ἐντυγχάνοντας ἀδικεῖν, ἀλλὰ καὶ κοινῇ βλάπτειν τὸ ἐμπόριον ὑμῶν, εἰκότως.
あなたがたは、そのような者たちが、直接関わった人々に対して不正を行うだけでなく、共同体全体にとってもあなたがたの取引所に損害を与えると考えているからであり、それは当然のことです。
αἱ γὰρ εὐπορίαι τοῖς ἐργαζομένοις οὐκ ἀπὸ τῶν δανειζομένων, ἀλλʼ ἀπὸ τῶν δανειζόντων εἰσίν, καὶ οὔτε ναῦν οὔτε ναύκληρον οὔτʼ ἐπιβάτην ἔστʼ ἀναχθῆναι, τὸ τῶν δανειζόντων μέρος ἂν ἀφαιρεθῇ.
なぜなら、商業に従事する人々にとっての資金の融通は、借り手からではなく貸し手から生じるものであり、もし貸し手の分が奪い去られるならば、船も、船主も、乗客も、出航することはできないからです。
§52ἐν μὲν οὖν τοῖς νόμοις πολλαὶ καὶ καλαὶ βοήθειαί εἰσιν αὐτοῖς·
したがって、法律の中には彼らに対する多くの優れた救済策が存在します。
ὑμᾶς δὲ δεῖ συνεπανορθοῦντας φαίνεσθαι καὶ μὴ συγχωροῦντας τοῖς πονηροῖς, ἵνʼ ὑμῖν ὡς πλείστη ὠφέλεια παρὰ τὸ ἐμπόριον ᾖ.
しかし、あなたがたはともに正す者として現れ、悪人に加担しないようにしなければなりません。 それは、取引所からあなたがたに最大の利益がもたらされるためです。
ἔσται δέ, ἐὰν διαφυλάττητε τοὺς τὰ ἑαυτῶν προϊεμένους, καὶ μὴ ἐπιτρέπητε ἀδικεῖσθαι ὑπὸ τῶν τοιούτων θηρίων.
そして、もしあなたがたが自らの財産を差し出す人々を保護し、そのような野獣どものような者たちによって不当に扱われるのを許さないならば、そうなるでしょう。
ἐγὼ μὲν οὖν ὅσαπερ οἷός τʼ ἦν εἴρηκα·
私は、自分ができる限りのことを語りました。
καλῶ δὲ καὶ ἄλλον τινὰ τῶν φίλων, ἐὰν κελεύητε.
あなたがたが命じるなら、私の友人の一人を呼びましょう。