Humanitext Reader

狄摩西尼 · 控诉芝诺塞米斯 §25-32

普罗托斯的串通与向德摩斯梯尼求助的始末

第 4 段,共 4 段 · 希腊语

内容简介

说话人揭露了由于谷物价格下跌,普罗托斯如何与杰诺塞米斯等人串通并暴露出虚假诉讼的本质,随后讲述了他向亲属德摩斯梯尼寻求协助,而德摩斯梯尼因避免参与私法诉讼而面露难色。

§25ὁ γὰρ Πρῶτος, ἕως μὲν ᾤετο τὸν σῖτον κέρδος ἐλθόντα ποιήσειν, ἀντείχετο τούτου, καὶ μᾶλλον ᾑρεῖτʼ αὐτός τε κερδᾶναι καὶ ἡμῖν τὰ δίκαιʼ ἀποδοῦναι, ἢ κατακοινωνήσας τούτοις τῆς μὲν ὠφελίας τούτους ποιῆσαι μερίτας, ἡμᾶς δʼ ἀδικῆσαι· ὡς δὲ δεῦρʼ ἥκοντος αὐτοῦ καὶ περὶ ταῦτα πραγματευομένου, ἐπανῆκεν ὁ σῖτος, ἄλλην εὐθέως ἔλαβεν γνώμην.
普罗托斯只要还指望谷物运抵后能给他带来利润,他就紧紧抓住它,并且宁可自己获利并向我们偿还应得的款项,也不愿与他们合谋、让他们分享利益并伤害我们;但是,当他抵达这里并就此事进行交涉时,由于谷物的价格已经下跌,他立刻改变了主意。
§26καὶ ἅμα (εἰρήσεται γάρ, ἄνδρες Ἀθηαῖοι, πᾶσα πρὸς ὑμᾶς ἡ ἀλήθεια) καὶ ἡμεῖς οἱ δεδανεικότες προσεκρούομεν αὐτῷ καὶ πικρῶς εἴχομεν, τῆς τε ζημίας ἐφʼ ἡμᾶς ἰούσης τῆς περὶ τὸν σῖτον καὶ συκοφάντην ἀντὶ χρημάτων αἰτιώμενοι τοῦτον ἡμῖν κεκομικέναι.
与此同时(雅典人啊,因为我将向你们透露全部真相),我们这些债权人也与他发生了冲突,对他心存怨恨,因为谷物带来的损失正落在我们身上,我们指责他带给我们的不是钱财,而是一个诬告者。
ἐκ τούτων, οὐδὲ φύσει χρηστὸς ὢν ἅνθρωπος δῆλον ὅτι, ἐπὶ τούτους ἀποκλίνει, καὶ συγχωρεῖ τὴν δίκην ἔρημον ὀφλεῖν, ἣν οὗτος αὐτῷ λαγχάνει τότε, ὅτʼ οὔπω ταὔτʼ ἐφρόνουν.
因此,由于他显然天生不是个诚实的人,他便倒向了这些人,并同意在当时该人向他提起、而当时他们尚未达成共识的诉讼中默认败诉。
§27εἰ μὲν γὰρ ἀφῆκε τὸν Πρῶτον, ἐξελήλεγκτʼ ἂν εὐθέως ἡμᾶς συκοφαντῶν· ὀφλεῖν δὲ παρὼν ἐκεῖνος οὐ συνεχώρει, ἵνʼ ἐὰν μὲν αὐτῷ ποιῶσιν ἃ ὡμολογήκασιν—, εἰ δὲ μή, τὴν ἔρημον ἀντιλάχῃ.
因为如果他撤销了对普罗托斯的指控,他就立刻会被证实是在诬告我们;但当时在场的普罗托斯并不甘心就这样败诉,这是为了如果他们履行对他的承诺——,否则他就可以对该缺席判决提起申诉。
ἀλλὰ τί ταῦτα;
但这些又有什么用呢?
εἰ μὲν γὰρ ἃ γέγραφεν οὗτος εἰς τὸ ἔγκλημʼ ἐποίει, οὐκ ὀφλεῖν ἂν δίκην δικαίως, ἀλλʼ ἀποθανεῖν Πρῶτος ἔμοιγε δοκεῖ.
因为如果普罗托斯真的做出了该人在起诉书中所写的事情,在我看来,普罗托斯不仅应该输掉官司,而且应该被处死。
εἰ γὰρ ἐν κακοῖς καὶ χειμῶνι τοσοῦτον οἶνον ἔπινεν ὥσθʼ ὅμοιον εἶναι μανίᾳ, τί οὐκ ἄξιός ἐστι παθεῖν.
因为如果他在困境和风暴中喝了那么多的酒,以至于像发疯了一样,他有什么不该承受的惩罚呢?
§28ἢ εἰ γράμματʼ ἔκλεπτεν;
或者如果他偷了文书?
εἰ ὑπανέῳγεν;
如果他暗中拆开?
ἀλλὰ ταῦτα μὲν αὐτοὶ πρὸς ἑαυτοὺς ὑμεῖς ὅπως ποτʼ ἔχει διακρινεῖσθε· τῇ δʼ ἐμῇ δίκῃ μηδὲν ἐκείνης πρόσαγε.
但这些事情究竟如何,你们自己私下解决吧;不要把那个案子的任何事情带入我的诉讼中。
εἴ τί σʼ ἠδίκηκεν ὁ Πρῶτος ἢ λέγων ἢ ποιῶν, ἔχεις ὡς ἔοικε δίκην· οὐδεὶς ἡμῶν ἐκώλυεν, οὐδὲ νῦν παραιτεῖται.
如果普罗托斯在言语或行动上对你造成了任何伤害,你显然已经提起了诉讼;我们中没有人阻挠过,现在也没有人替他求情。
εἰ σεσυκοφάντηκας, οὐ περιεργαζόμεθα.
如果你是在诬告,我们也不予干涉。
§29νὴ Δίʼ, ἀλλʼ ἐκποδών ἐστιν ἅνθρωπος.
“但是,凭宙斯起誓,”你会说,“那个人已经逃之夭夭了。
διά γʼ ὑμᾶς, ἵνα τάς τε μαρτυρίας τὰς ἡμετέρας λίπῃ, καὶ νῦν ὑμεῖς ὅ τι ἂν βούλησθε λέγητε κατʼ αὐτοῦ.
”这正是因为你们的缘故,好让他无法留下有利于我们的证词,并且现在你们可以对他任意指责。
εἰ γὰρ μὴ διʼ ὑμῶν ἔρημος ἐγίγνεθʼ ἡ δίκη, ἅμʼ ἂν αὐτὸν προσεκαλοῦ καὶ κατηγγύας πρὸς τὸν πολέμαρχον, καὶ εἰ μὲν κατέστησέ σοι τοὺς ἐγγυητάς, μένειν ἠναγκάζετʼ ἄν, ἢ σὺ παρʼ ὧν λήψει δίκην ἑτοίμους εἶχες, εἰ δὲ μὴ κατέστησεν, εἰς τὸ οἴκημʼ ἂν ᾔει.
因为如果不是因为你们而导致诉讼缺席判决,你本可以在传唤他的同时,在民政官面前要求他提供担保,如果他为你提供了担保人,他就不得不留下来,或者你也有现成的人可以索取赔偿;但如果他没有提供担保,他就得进监狱了。
§30νῦν δὲ κοινωσάμενοι τὸ πρᾶγμα, ὁ μὲν διὰ σοῦ τὴν γεγονυῖαν ἔκδειαν οὐκ ἀποδώσειν ἡμῖν οἴεται, σὺ δʼ ἐκείνου κατηγορῶν τῶν ἡμετέρων κύριος γενήσεσθαι.
但现在,你们在这件事上串通一气,他认为通过你,他就不必偿还我们已经产生的差额,而你则认为通过指控他,你就能占有我们的财产。
τεκμήριον δέ· ἐγὼ μὲν γὰρ αὐτὸν κλητεύσω, σὺ δʼ οὔτε κατηγγύησας οὔτε νῦν κλητεύσεις.
证据就是:我将会传唤他作为证人,而你既没有要求他提供担保,现在也不会传唤他。
§31ἔτι τοίνυν ἑτέρα τις ἐστὶν ἐλπὶς αὐτοῖς τοῦ παρακρούσεσθαι καὶ φενακιεῖν ὑμᾶς.
此外,他们还有另一个误导和欺骗你们的企图。
αἰτιάσονται Δημοσθένην, καὶ ἐκείνῳ ἐμὲ πιστεύοντα φήσουσιν ἐξάγειν τουτονί, ὑπολαμβάνοντες τῷ ῥήτορα καὶ γνώριμον εἶναι ἐκεῖνον πιθανὴν ἔχειν τὴν αἰτίαν.
他们会指责德摩斯梯尼,并声称我正是依靠他才驱逐这个人的,因为他们认为德摩斯梯尼是雄辩家且名声显赫,这种指责会具有说服力。
ἐμοὶ δʼ ἐστὶ μέν, ὦ ἄνδρες Ἀθηναῖοι, Δημοσθένης οἰκεῖος γένει (καὶ πάντας ὑμῖν ὄμνυμι τοὺς θεοὺς ἦ μὴν ἐρεῖν τἀληθῆ).
雅典人啊,德摩斯梯尼是我的亲属(我向你们所有的神明起誓,我所说的都是真话)。
§32προσελθόντος δʼ αὐτῷ μου καὶ παρεῖναι καὶ βοηθεῖν ἀξιοῦντος εἴ τι ἔχοι, δήμων, ἔφη, ἐγὼ ποιήσω μὲν ὡς ἂν σὺ κελεύῃς (καὶ γὰρ ἂν δεινὸν εἴη).
当我去找他,请求他如果可以的话同席并协助我时,他说道:“戴蒙,我会照你吩咐的去做(因为如果不去就太薄情了)。
δεῖ μέντοι καὶ τὸ σαυτοῦ καὶ τοὐμὸν λογίσασθαι.
然而,你也必须考虑你自己的情况和我的处境。
ἐμοὶ συμβέβηκεν, ἀφʼ οὗ περὶ τῶν κοινῶν λέγειν ἠρξάμην, μηδὲ πρὸς ἓν πρᾶγμʼ ἴδιον προσεληλυθέναι· ἀλλὰ καὶ τῆς πολιτείας αὐτῆς τὰ τοιαῦτʼ ἐξέστηκα
对我来说,自从我开始参与国政以来,我从未插手过任何私人诉讼;事实上,即使在国家本身的事务中,我也一直避开此类事情。

词汇与语法注释

  1. §25ἐπανῆκεν ὁ σῖτος — 字面意思是“谷物回来了”或“松懈了”,这是一个惯用表达,表示由于大量谷物进口至雅典导致“谷物价格下跌”。这指明了普罗托斯急剧改变其原本对债权人友好态度的直接契机。
  2. §27ἵνʼ ἐὰν μὲν αὐτῷ ποιῶσιν ἃ ὡμολογήκασιν — — 这是省略法(aposiopesis)的一种表现。在连接词 `ἵνα` 之后的条件从句 `ἐὰν μὲν...` 后面省略了对应的归结从句,直接进入 `εἰ δὲ μή`(否则)。其含义为:“为了如果他们履行了承诺[那便罢了,任由判决维持],否则他就可以对缺席判决提起申诉。”
  3. §29κατηγγύας πρὸς τὸν πολέμαρχον — 动词 `κατεγγυάω`(此处为未完成过去时 `κατηγγύας`)指的是在涉及非雅典公民(普罗托斯是叙拉古人)的民事诉讼中,为了防止其逃往国外,通过民政官(polemarch)要求其提供担保人的法定程序。同时,该动词与 `ἄν` 共同构成了反事实条件句的归结从句(`ἅμʼ 赞 ... προσεκαλοῦ καὶ κατηγγύας`)。

引用这一段

狄摩西尼, 控诉芝诺塞米斯 §25-32. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg032.humanitext-grc2:25-32

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。