§1περὶ πολλοῦ ποιούμενος, ὦ ἄνδρες δικασταί, μήτε πρὸς Ἄφοβόν μοι συμβῆναι τὴν γενομένην διαφορὰν μήτε τὴν νῦν οὖσαν πρὸς Ὀνήτορα τουτονί, κηδεστὴν ὄντʼ αὐτοῦ, πολλὰ καὶ δίκαια προκαλεσάμενος ἀμφοτέρους, οὐδενὸς ἐδυνήθην τυχεῖν τῶν μετρίων, ἀλλʼ ηὕρηκα πολὺ τοῦτον ἐκείνου δυσκολώτερον καὶ μᾶλλον ἄξιον ὄντα δοῦναι δίκην.
裁判員諸官、私はアフォボスとの間に生じた不和も、彼の姻戚であるこのオネトルとの現在の不和も、自分に起こらないようにすることを強く望み、両者に対して多くの公正な提案をしたものの、妥当な解決を何一つ得ることはできませんでした。 それどころか、この男はあの男よりもはるかに気難しく、よりいっそう処罰を受けるに値する人間であることを見出したのです。
§2τὸν μὲν γὰρ οἰόμενος δεῖν ἐν τοῖς φίλοις διαδικάσασθαι τὰ πρὸς ἐμὲ καὶ μὴ λαβεῖν ὑμῶν πεῖραν οὐχ οἷός τʼ ἐγενόμην πεῖσαι·
というのも、あちらについては、友人たちの間で私との問題を解決すべきであり、あなた方の前で裁判にかけるべきではないと考えて説得しようとしましたが、説得できませんでした。
τοῦτον δʼ αὐτὸν αὑτῷ κελεύων γενέσθαι δικαστήν, ἵνα μὴ παρʼ ὑμῖν κινδυνεύσῃ, τοσοῦτον κατεφρονήθην, ὥστʼ οὐχὶ μόνον λόγου τυχεῖν οὐκ ἠξιώθην, ἀλλὰ καὶ ἐκ τῆς γῆς, ἣν Ἄφοβος ἐκέκτηθʼ ὅτʼ ὠφλίσκανέ μοι τὴν δίκην, ὑβριστικῶς ὑπʼ αὐτοῦ πάνυ ἐξεβλήθην.
一方、この男に対しては、あなた方の前で裁判の危険にさらされないよう、自ら自分の裁判官となるように促したのですが、私はひどく軽蔑され、話し合いの機会さえ与えられなかっただけでなく、アフォボスが私への裁判で敗訴したときに所有していた土地から、彼によって極めて侮辱的な方法で完全に追い出されてしまったのです。
§3ἐπειδὴ οὖν συναποστερεῖ τέ με τῶν ὄντων τῷ ἑαυτοῦ κηδεστῇ, πιστεύων τʼ εἰς ὑμᾶς εἰσελήλυθεν ταῖς αὑτοῦ παρασκευαῖς, ὑπόλοιπόν ἐστιν ἐν ὑμῖν πειρᾶσθαι παρʼ αὐτοῦ τῶν δικαίων τυγχάνειν.
それゆえ、彼が自分の義理の兄弟とともに私の財産を奪い取り、また、自分の周到な準備を頼みにしてあなた方の前に出廷してきた以上、あなた方の前で彼から正当な権利を勝ち取るよう努めることだけが残されています。
οἶδα μὲν οὖν, ὦ ἄνδρες δικασταί, ὅτι μοι πρὸς παρασκευὰς λόγων καὶ μάρτυρας οὐ τἀληθῆ μαρτυρήσοντας ὁ ἀγών ἐστιν·
裁判員諸官、私は、私の戦いが弁論の策謀や真実を証言しない証人たちに対するものであることを知っています。
ὅμως μέντοι τοσοῦτον οἶμαι διοίσειν τῷ δικαιότερα τούτου λέγειν,
しかしながら、この男よりも正当なことを主張することによって、私はそれほどまでに優位に立てると思っています。
§4ὥστʼ εἰ καί τις ὑμῶν πρότερον τοῦτον ἡγεῖτʼ εἶναι μὴ πονηρόν, ἔκ γε τῶν πρὸς ἐμὲ πεπραγμένων γνώσεσθαι, ὅτι καὶ τὸν ἄλλον χρόνον ἐλάνθανεν αὐτὸν κάκιστος ὢν καὶ ἀδικώτατος ἁπάντων.
その結果、もしあなた方の誰かが以前この者を悪人ではないと思っていたとしても、私に対して行われた事柄から、かつての全期間においても彼が最も邪悪で最も不当な人間であることを人々に隠していたのだ、ということを知るようになるでしょう。
ἀποδείξω γὰρ αὐτὸν οὐ μόνον τὴν προῖκʼ οὐ δεδωκότα, ἧς φησι νῦν ἀποτετιμῆσθαι τὸ χωρίον, ἀλλὰ καὶ ἐξ ἀρχῆς τοῖς ἐμοῖς ἐπιβουλεύσαντα, καὶ πρὸς τούτοις τὴν μὲν γυναῖκʼ οὐκ ἀπολελοιπυῖαν, ὑπὲρ ἧς ἐξήγαγέ μʼ ἐκ ταύτης τῆς γῆς,
なぜなら、私は彼が、現在土地を担保にしたと主張する持参金を支払っていないばかりか、最初から私の財産を狙っていたことを、さらには、その妻が実際には別れておらず、私をこの土地から追い出すために彼女を利用したにすぎないことを証明するからです。
§5προϊστάμενον δʼ ἐπʼ ἀποστερήσει τῶν ἐμῶν Ἀφόβου καὶ τούτους ὑπομένοντα τοὺς ἀγῶνας, οὕτω μεγάλοις τεκμηρίοις καὶ φανεροῖς ἐλέγχοις ὥσθʼ ὑμᾶς ἅπαντας εἴσεσθαι σαφῶς ὅτι δικαίως καὶ προσηκόντως οὗτος φεύγει ταύτην ὑπʼ ἐμοῦ τὴν δίκην.
そして、彼が私の財産を奪うためにアフォボスを庇い、これらの裁判に耐えていることを、非常に重大な証拠と明白な反証をもって証明するつもりであり、あなた方全員が、この者が私によってこの訴訟を提起され、被告となっているのが正当かつ当然であることをはっきりと知るようになるでしょう。
ὅθεν δὲ ῥᾷστα μαθήσεσθε περὶ αὐτῶν, ἐντεῦθεν ὑμᾶς καὶ ἐγὼ πρῶτον πειράσομαι διδάσκειν.
この件についてあなた方が最も容易に理解できるところから、私もまずあなた方に説明を始めることにしましょう。
§6ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, πολλούς τʼ ἄλλους Ἀθηναίων καὶ τοῦτον οὐκ ἐλάνθανον κακῶς ἐπιτροπευόμενος, ἀλλʼ ἦν καταφανὴς εὐθὺς ἀδικούμενος·
裁判員諸官、私は多くのアテナイ市民やこの男に対しても、自分が悪質な後見を受け、財産を侵害されていることを隠してはいませんでした。
τοσαῦται πραγματεῖαι καὶ λόγοι καὶ παρὰ τῷ ἄρχοντι καὶ παρὰ τοῖς ἄλλοις ἐγίγνονθʼ ὑπὲρ τῶν ἐμῶν.
むしろ、私が不当な扱いを受けていることはすぐに明らかであり、私の財産をめぐって、アルコンの前や他の人々の前で、非常に多くの交渉や議論が行われていたからです。
τό τε γὰρ πλῆθος τῶν καταλειφθέντων ἦν φανερόν, ὅτι τʼ ἀμίσθωτον τὸν οἶκον ἐποίουν οἱ διαχειρίζοντες, ἵνʼ αὐτοὶ τὰ χρήματα καρποῖντο, οὐκ ἄδηλον ἦν.
遺された財産の多さは明白であり、管理していた者たちが自分たちでその資産から利益を得るために、家を賃貸に出さないでおいたことも明らかでした。
ὥστʼ ἐκ τῶν γιγνομένων οὐκ ἔσθʼ ὅστις οὐχ ἡγεῖτο τῶν εἰδότων δίκην με λήψεσθαι παρʼ αὐτῶν, ἐπειδὴ τάχιστʼ ἀνὴρ εἶναι δοκιμασθείην.
したがって、起こっていたことからして、事情を知る人々の中で、私が成人として認められたらすぐに、彼らから賠償を勝ち取るだろうと思わない者はいませんでした。
§7ἐν οἷς καὶ Τιμοκράτης καὶ Ὀνήτωρ ταύτην ἔχοντες διετέλεσαν τὴν διάνοιαν.
それらの人々の中に、ティモクラテスとオネトルもいて、彼らも一貫してそのように考えていました。
τεκμήριον δὲ πάντων μέγιστον·
その最大の証拠がこれです。
οὗτος γὰρ ἐβουλήθη μὲν Ἀφόβῳ δοῦναι τὴν ἀδελφήν, ὁρῶν τῆς θʼ αὑτοῦ πατρῴας οὐσίας καὶ τῆς ἐμῆς οὐκ ὀλίγης αὐτὸν κύριον γεγενημένον, προέσθαι δὲ τὴν προῖκʼ οὐκ ἐπίστευσεν, ὥσπερ εἰ τὰ τῶν ἐπιτροπευόντων χρήματʼ ἀποτίμημα τοῖς ἐπιτροπευομένοις καθεστάναι νομίζων.
この男は、アフォボスが自分自身の父祖の財産だけでなく、私の少なからぬ財産をも手中に収めているのを見て、自分の妹を彼に嫁がせたいと思ったのですが、持参金を実際に引き渡すことは信用しませんでした。 あたかも、後見人の財産が被後見人への担保となってしまっていることが当然の事実になっていると考えているかのようでした。
ἀλλὰ τὴν μὲν ἀδελφὴν ἔδωκεν, τὴν δὲ προῖκʼ αὐτῷ Τιμοκράτης ἐπὶ πέντʼ ὀβολοῖς ὀφειλήσειν ὡμολόγησεν, ᾧ πρότερον ἡ γυνὴ συνοικοῦσʼ ἐτύγχανεν.
しかし、妹を嫁がせはしたものの、持参金については、彼女の以前の夫であったティモクラテスが、5オボロスの利子付きでアフォボスに対して負うことに合意したのです。
§8ὀφλόντος δέ μοι τὴν δίκην Ἀφόβου τῆς ἐπιτροπῆς καὶ οὐδὲν δίκαιον ποιεῖν ἐθέλοντος, διαλύειν μὲν ἡμᾶς Ὀνήτωρ οὐδʼ ἐπεχείρησεν, οὐκ ἀποδεδωκὼς δὲ τὴν προῖκα, ἀλλʼ αὐτὸς κύριος ὤν, ὡς ἀπολελοιπυίας τῆς ἀδελφῆς καὶ δοὺς κομίσασθαι δʼ οὐ δυνάμενος, ἀποτιμήσασθαι φάσκων τὴν γῆν ἐξάγειν μʼ ἐξ αὐτῆς ἐτόλμησεν·
しかし、アフォボスが私との後見裁判において敗訴したにもかかわらず、何ら正当なことをしようとしなかったとき、オネトルは私たちの間を和解させようとさえしませんでした。 そして、実際には持参金を支払っておらず、自分自身でそれを保持していたにもかかわらず、妹が別れたのだと主張し、自分は支払ったがそれを取り戻すことができないと称して、土地を担保にしたと言い張り、私をそこから追い出すという挙に出たのです。
τοσοῦτον καὶ ἐμοῦ καὶ ὑμῶν καὶ τῶν κειμένων νόμων κατεφρόνησεν.
彼はこれほどまでに、私をも、あなた方をも、また定められた法律をも軽んじたのです。