Humanitext Reader

デモステネス · 第二十九弁論 アポボスへの抗弁 §1-6

訴訟の背景とアポボスの不正および弁論方針

1 / 8 箇所 · ギリシア語

要旨

デモステネスがアポボスを相手にした訴訟の背景を説明し、アポボスが財産を隠匿してメガラへ逃亡したこと、そしてミリャスが自由人であることの証明と相手の偽証を暴く方針を法廷で宣言する。

§1εἰ μὴ πρότερόν μοι δίκης γενομένης πρὸς Ἄφοβον, ὦ ἄνδρες δικασταί, συνῄδειν πολλῷ τούτων μείζω καὶ δεινότερʼ αὐτοῦ ψευσαμένου ῥᾳδίως ἐξελέγξας διὰ τὴν περιφάνειαν τῶν ἀδικημάτων, θαυμασίως ἂν ὡς ηὐλαβούμην μὴ καὶ νῦν οὐ δυνηθῶ δεῖξαι, πῇ παρακρούεταί ποθʼ ἕκασθʼ ὑμᾶς αὐτῶν.
もし以前にアポボスとの訴訟があった際、裁判員諸官よ、彼がこれらよりもはるかに大きく、恐るべき嘘をついたのに対し、その不正行為の明白さのゆえに私が容易に論破したことを自覚していなかったならば、私も今回、彼らがあなた方一人一人をどのようにだまそうとしているかを証明できないのではないかと、驚くほどに恐れたことでしょう。
νῦν δὲ σὺν θεοῖς εἰπεῖν, ἄνπερ ἴσοι καὶ κοινοὶ γένησθʼ ἡμῶν ἀκροαταί, πολλὰς ἐλπίδας ἔχω μηδὲν ἧττον ὑμᾶς τὴν ἀναίδειαν τὴν τούτου γνώσεσθαι τῶν πρότερον δικασάντων.
しかし今、神々のご加護のもとで言えば、もしあなた方が私たちの言葉を公平かつ中立に聞いてくださるなら、前回の裁判員たちに劣らず、あなた方も彼の破廉恥さを思い知ることになると、私は大いに期待しております。
καὶ ταῦτʼ εἰ μὲν ἐδεῖτο λόγου τινὸς ἢ ποικιλίας, ἔγωγε κατώκνουν ἂν τὴν ἐμαυτοῦ καταμεμφόμενος ἡλικίαν·
そして、もしこの件に何らかの雄弁さや巧みな技法が必要であったなら、私は自分の若さを恥じて躊躇したことでしょう。
νῦν δʼ ἁπλῶς δεῖ διδάξαι καὶ διηγήσασθαι τὰ τούτῳ πεπραγμένα περὶ ἡμῶν·
しかし今や、彼が私たちに対しておこなったことを、ただありのままに説明し、語るだけでよいのです。
ἐκ δὲ τούτων οἶμαι πᾶσιν ὑμῖν εὔγνωστον ἔσεσθαι, πότερός ποθʼ ἡμῶν ἐσθʼ ὁ πονηρός.
それによって、私たちのうちどちらが極悪人であるかが、あなた方すべてにとってきわめて明白になると確信しております。
§2οἶδα μὲν οὖν ὅτι τὴν δίκην οὗτος εἴληχε ταύτην, οὐχὶ τῷ τὰ ψευδῆ τινʼ αὑτοῦ καταμεμαρτυρηκέναι ἐξελέγξειν πιστεύων, ἀλλʼ ἡγούμενος διὰ τὸ μέγεθος τοῦ τιμήματος τῆς δίκης, ἣν ὦφλεν, ἐμοὶ μὲν ἂν γενέσθαι τινὰ φθόνον, αὑτῷ δʼ ἔλεον.
さて、彼がこの訴訟を起こしたのは、自分が虚偽の証言をされたと証明できると信じているからではなく、彼が敗訴した訴訟の賠償額の大きさゆえに、私に対しては嫉妬が、自分に対しては同情が生じるだろうと考えているからであることを、私はよく承知しております。
καὶ διὰ ταῦτα περὶ τῆς γεγενημένης δίκης νῦν ἀπολογεῖται, περὶ ἧς τότʼ οὐδὲν ἔσχε δίκαιον εἰπεῖν.
そしてそれゆえに、彼は今、すでに終わったあの訴訟について弁明しているのですが、あの当時はそれについて何ひとつ正当なことを言えなかったのです。
ἐγὼ δʼ, ὦ ἄνδρες δικασταί, εἰ μὲν ἐπεπράγμην τοῦτον τὴν δίκην ἢ μηδὲν ἤθελον μέτριον συγχωρεῖν, ἠδίκουν μὲν οὐδʼ ἂν οὕτως, τὰ παρʼ ὑμῖν γνωσθέντα πραττόμενος αὐτόν, ὅμως δʼ ἂν εἶχέν τις εἰπεῖν, ὡς λίαν ὠμῶς καὶ πικρῶς ὄντα συγγενῆ τοῦτον ἐκ τῆς οὐσίας ἁπάσης ἐκβέβληκα.
裁判員諸官よ、もし私が彼から判決の賠償金を厳しく取り立てていたか、あるいは一切の控えめな妥協も拒んでいたならば、たとえそうしたとしても、あなた方の法廷で下された判決を執行しているだけなのですから、私は不正を行っているわけではありませんが、それでも誰かは「親族であるこの男を、あまりにも残酷かつ情け容赦なく、全財産から追い出した」と言うことができたでしょう。
§3νῦν δὲ τοὐναντίον ἐστίν·
しかし現実は全く逆です。
οὗτος ἐμὲ τῶν πατρῴων ἁπάντων μετὰ τῶν συνεπιτρόπων ἀπεστέρηκεν, καὶ οὐδʼ ἐν ὑμῖν φανερῶς ἐξελεγχθεὶς οἴεται δεῖν οὐδὲν τῶν μετρίων ποιεῖν, ἀλλὰ διασκευασάμενος τὴν οὐσίαν, καὶ παραδοὺς τὴν μὲν συνοικίαν Αἰσίῳ, τὸν δʼ ἀγρὸν Ὀνήτορι, πρὸς μὲν ἐκείνους δίκην καὶ πράγματʼ ἔχειν ἐμὲ πεποίηκεν, ἐκ δὲ τῆς οἰκίας αὐτὸς τὰ σκεύη λαβὼν καὶ τἀνδράποδʼ ἐξαγαγὼν καὶ τὸν λάκκον συντρίψας καὶ τὰ θυρώματʼ ἀποσπάσας καὶ μόνον οὐκ αὐτὴν τὴν οἰκίαν ἐμπρήσας Μέγαράδʼ ἐξῴκηκεν κἀκεῖ μετοίκιον τέθηκεν.
この男は、他の共同後見人たちとともに、私の父の遺産をすべて奪い去り、あなた方の前で明白に有罪とされてもなお、いささかのまともな対応もしようとはせず、自らの財産を隠匿し、アパートをアイシオスに、土地をオネトルに引き渡して、私に彼らとの間で訴訟やいざこざを起こさせました。 その一方で、本人は家から家財道具を持ち去り、奴隷たちを連れ出し、貯水槽を破壊し、扉を取り外し、その家を放火せんばかりにしてメガラへ移住し、そこで在留外国人の税を納めています。
ὥστε πολὺ ἂν δικαιότερον διὰ ταῦτα τὰ ἔργα τοῦτον μισήσαιτε ἢ ἐμοῦ τινʼ ἀνεπιείκειαν καταγνοίητε.
それゆえ、あなた方はこれらの行為のゆえに、私に過酷さを見出すよりも、この男を憎む方がはるかに正当です。
§4περὶ μὲν οὖν τῆς αἰσχροκερδίας τῆς τούτου καὶ μιαρίας ὕστερόν μοι δοκεῖ διεξελθεῖν πρὸς ὑμᾶς·
さて、彼の強欲と破廉恥さについては、後ほど詳しくお話しするのがよいと考えております。
καὶ νῦν δʼ ὡς ἐν κεφαλαίοις ἀκηκόατε·
もっとも、現段階でも概略はお聞きになった通りです。
περὶ δὲ τῶν μεμαρτυρημένων, ὡς ἔστιν ἀληθῆ, περὶ ὧνπερ οἴσετε τὴν ψῆφον, ἤδη πειράσομαι διδάσκειν ὑμᾶς.
しかし、今回あなた方が票を投じる対象である、証言された内容がいかに真実であるかについて、これから説明を試みたいと思います。
δέομαι δʼ ὑμῶν, ὦ ἄνδρες δικασταί, δικαίαν δέησιν, ἐξ ἴσου ἡμῶν ἀμφοτέρων ἀκοῦσαι.
裁判員諸官よ、私はあなた方に正当な要求をいたします。 それは、私たち双方の言うことを等しく聞いていただきたいということです。
τοῦτο δʼ ἐστὶ καὶ ὑπὲρ ὑμῶν ὁμοίως·
これはあなた方自身のためでもあります。
ὅσῳ γὰρ ἂν ἀκριβέστερον τὰ πεπραγμένα μάθητε, τοσούτῳ δικαιοτέραν καὶ εὐορκοτέραν θήσεσθε τὴν ψῆφον περὶ αὐτῶν.
というのも、事実をより正確に知れば知るほど、それだけ正当で、誓いに則った票を投じることができるようになるからです。
§5ἐπιδείξω δὲ τοῦτον οὐ μόνον ὡμολογηκότʼ εἶναι τὸν Μιλύαν ἐλεύθερον, ἀλλὰ καὶ φανερὸν τοῦτʼ ἔργῳ πεποιηκότα, καὶ πρὸς τούτοις τοὺς ἐκ βασάνου περὶ αὐτῶν πεφευγότα τοῦτον τοὺς ἀκριβεστάτους ἐλέγχους, καὶ οὐκ ἐθελήσαντʼ ἐκ τούτων ἐπιδεῖξαι τὴν ἀλήθειαν, ἀλλὰ πανουργοῦντα καὶ μάρτυρας ψευδεῖς παρεχόμενον καὶ διακλέπτοντα τοῖς ἑαυτοῦ λόγοις τὴν ἀλήθειαν τῶν πεπραγμένων, οὕτω μεγάλοις καὶ φανεροῖς ἐλέγχοις ὥσθʼ ὑμᾶς πάντας εἴσεσθαι σαφῶς, ὅτι ἡμεῖς μὲν ἀληθῆ λέγομεν, οὗτος δʼ οὐδὲν ὑγιὲς εἴρηκεν.
私は、この男がミリャスを自由人であると認めただけでなく、それを行動において明白に示したこと、さらには、その件に関する最も確実な検証である拷問による尋問を避けたこと、そしてそこから真実を明らかにするのを拒み、かえって悪だくみを弄して偽証人を立て、自分の言葉によって事実の真実性を欺き隠そうとしていることを証明いたします。 それも、あなた方全員が、私たちが真実を語っており、彼が何ひとつ誠実なことを言っていないと、はっきりと理解できるほど、大きく明白な証拠をもって証明するのです。
ἄρξομαι δʼ ἐντεῦθεν ὅθεν καὶ ὑμεῖς ῥᾷστʼ ἂν μάθοιτε κἀγὼ τάχιστʼ ἂν διδάξαιμι.
まずは、あなた方が最も理解しやすく、私が最も素早く説明できるところから始めましょう。
§6ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, Δημοφῶντι καὶ Θηριππίδῃ καὶ τούτῳ δίκας ἔλαχον ἐπιτροπῆς ἀποστερηθεὶς ἁπάντων τῶν ὄντων.
裁判員諸官よ、私はすべての財産を奪われたため、デモポン、テリピデス、そしてこの男に対して、後見人の義務不履行に関する訴訟を起こしました。
γενομένης δέ μοι τῆς δίκης πρὸς τοῦτον πρῶτον, ἐπέδειξα σαφῶς τοῖς δικάζουσιν, ὥσπερ ὑμῖν ἐπιδείξω, πάνθʼ ὅσʼ ἡμῖν κατελείφθη χρήματʼ ἀπεστερηκότα τοῦτον μετʼ ἐκείνων, οὐ καταψευδομαρτυρησάμενος.
そして、私とこの男との間で最初の裁判が行われた際、私は今回の裁判員たちに証明するように、彼が他の者たちとともに、私たちに残された財産をすべて奪い去ったことを、決して偽証に頼ることなく、当時の裁判員たちに明白に証明したのです。

語釈・文法注

  1. §1συνῄδειν πολλῷ τούτων μείζω καὶ δεινότερʼ αὐτοῦ ψευσαμένου ῥᾳδίως ἐξελέγξας — 動詞 συνῄδειν(σύνοιδα「自覚している」)が与格代名詞(μοι)を伴い、主語と一致する分詞 ἐξελέγξας を補語として取る構文。また、αὐτοῦ ψευσαμένου は属格独立分詞構文、あるいは分詞 ἐξελέγξας の目的語(属格支配)として機能しており、「彼が嘘をついたことに対して、私が容易に論破したことを自覚していた」という意味を表す。
  2. §1μὴ καὶ νῦν οὐ δυνηθῶ δεῖξαι — 懸念や恐れを示す動詞 ηὐλαβούμην ἂν(「恐れたことだろう」)の後に導かれる従属節。μὴ οὐ + 接続法(δυνηθῶ)の形で、「〜できないのではないかと恐れる」という否定の懸念を表す。
  3. §2τῷ τὰ ψευδῆ τινʼ αὑτοῦ καταμεμαρτυρηκέναι ἐξελέγξειν πιστεύων — 与格の冠詞付き未来不定詞 τῷ ... ἐξελέγξειν が分詞 πιστεύων(「信じて」)に係る構文。未来不定詞が冠詞付き与格で使われ、手段や原因(「〜を立証できると信じることによって」)を表す比較的珍しい用法である。
  4. §2ἐμοὶ μὲν ἂν γενέσθαι τινὰ φθόνον — 思考を表す動詞 ἡγούμενος の目的語節(対格不定詞構文)において、ἂν + 不定詞(γενέσθαι)が用いられている。これは直接話法における潜在・推量の表現(ἂν γένοιτο または ἂν ἐγένετο)が間接話法に移行したものであり、「私に対して嫉妬が生じるだろう(生じるに違いない)」という推測を表す。
  5. §6δίκας ἔλαχον ἐπιτροπῆς — δίκην λαγχάνω(「訴訟を起こす」)は、訴えの対象となる相手を与格(Δημοφῶντι...)で、訴訟の内容(罪名や係争分野)を属格(ἐπιτροπῆς 「後見の」)で取る。ここでは「後見(財産の管理不履行)に関する訴訟を起こした」の意。

この箇所を引用する

デモステネス, 第二十九弁論 アポボスへの抗弁 §1-6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0014.tlg029.humanitext-grc2:1-6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。