§1εἰ μὲν ἐβούλετʼ Ἄφοβος, ὦ ἄνδρες δικασταί, τὰ δίκαια ποιεῖν ἢ περὶ ὧν διεφερόμεθα τοῖς οἰκείοις ἐπιτρέπειν, οὐδὲν ἂν ἔδει δικῶν οὐδὲ πραγμάτων·
もしアポボスが、検察官の皆様、正しいことを行うか、あるいは私たちが争っていた事柄について親族の仲裁に委ねることを望んでいたなら、裁判も厄介事も一切必要なかったでしょう。
ἀπέχρη γὰρ ἂν τοῖς ὑπʼ ἐκείνων γνωσθεῖσιν ἐμμένειν, ὥστε μηδεμίαν ἡμῖν εἶναι πρὸς τοῦτον διαφοράν.
彼らによって決定されたことに従うだけで十分であり、私たちの間に彼に対するいかなる紛争も生じなかったはずだからです。
ἐπειδὴ δʼ οὗτος τοὺς μὲν σαφῶς εἰδότας τὰ ἡμέτερʼ ἔφυγε μηδὲν διαγνῶναι περὶ αὐτῶν, εἰς δʼ ὑμᾶς τοὺς οὐδὲν τῶν ἡμετέρων ἀκριβῶς ἐπισταμένους ἐλήλυθεν, ἀνάγκη ἐστὶν ἐν ὑμῖν παρʼ αὐτοῦ πειρᾶσθαι τῶν δικαίων τυγχάνειν.
しかし、この男は、私たちの状況をよく知っている人々がそれについていかなる判断も下すことを避けて逃れ、私たちの状況を何一つ正確に知らないあなたがたのところへやって来たのですから、あなたがたのもとで、彼から正義を勝ち取るよう努めるほかありません。
§2οἶδα μὲν οὖν, ὦ ἄνδρες δικασταί, ὅτι πρὸς ἄνδρας καὶ λέγειν ἱκανοὺς καὶ παρασκευάσασθαι δυναμένους χαλεπόν ἐστιν εἰς ἀγῶνα καθίστασθαι περὶ τῶν ὄντων ἁπάντων, ἄπειρον ὄντα παντάπασι πραγμάτων διὰ τὴν ἡλικίαν·
さて、検察官の皆様、言葉巧みで準備も怠りない人々を相手に、年齢のせいで世間の出来事に全く不慣れな者が、全財産をかけた裁判の場に臨むことが困難であることは承知しております。
ὅμως δέ, καίπερ πολὺ τούτων καταδεέστερος ὤν, πολλὰς ἐλπίδας ἔχω καὶ παρʼ ὑμῖν τεύξεσθαι τῶν δικαίων καὶ μέχρι γε τοῦ τὰ γεγενημένα διεξελθεῖν καὶ αὐτὸς ἀρκούντως ἐρεῖν, ὥσθʼ ὑμᾶς μήτʼ ἀπολειφθῆναι τῶν πραγμάτων μηδὲ καθʼ ἓν μήτʼ ἀγνοῆσαι περὶ ὧν δεήσει τὴν ψῆφον ἐνεγκεῖν.
しかしながら、私は彼らに比べてはるかに劣ってはいるものの、あなたがたのもとで正義を勝ち取ることができるという強い希望を抱いており、また、これまでに起こった出来事を詳しく説明する限りにおいては、私自身も十分に語ることができると考えております。 それによって、あなたがたが事の次第に何一つ取り残されることも、投票を行うべき事柄について分からなくなることもないようにいたします。
§3δέομαι δʼ ὑμῶν, ὦ ἄνδρες δικασταί, μετʼ εὐνοίας τέ μου ἀκοῦσαι, κἂν ἠδικῆσθαι δοκῶ, βοηθῆσαί μοι τὰ δίκαια.
そこで、検察官の皆様、私に好意を持って耳を傾けていただき、もし私が不当な扱いを受けていると思われるならば、正義に基づいて私を助けてくださるようお願いいたします。
ποιήσομαι δʼ ὡς ἂν δύνωμαι διὰ βραχυτάτων τοὺς λόγους.
私はできる限り手短に弁論を行います。
ὅθεν οὖν ῥᾷστα μαθήσεσθε περὶ αὐτῶν, ἐντεῦθεν ὑμᾶς καὶ ἐγὼ πρῶτον πειράσομαι διδάσκειν.
あなたがたが最も容易にこの事柄を理解できるところから、私もまず説明を始めるよう努めます。
§4Δημοσθένης γὰρ οὑμὸς πατήρ, ὦ ἄνδρες δικασταί, κατέλιπεν οὐσίαν μὲν σχεδὸν τεττάρων καὶ δέκα ταλάντων, ἐμὲ δʼ ἕπτʼ ἐτῶν ὄντα καὶ τὴν ἀδελφὴν πέντε, ἔτι δὲ τὴν ἡμετέραν μητέρα πεντήκοντα μνᾶς εἰς τὸν οἶκον εἰσενηνεγμένην.
私の父デモステネスは、検察官の皆様、ほぼ14タラントンの財産を遺し、私を7歳、妹を5歳で遺し、さらに、私たちの母は50ミナの持参金を持って家に入っていました。
βουλευσάμενος δὲ περὶ ἡμῶν, ὅτʼ ἔμελλε τελευτᾶν, ἅπαντα ταῦτʼ ἐνεχείρισεν Ἀφόβῳ τε τουτῳὶ καὶ Δημοφῶντι τῷ Δήμωνος υἱεῖ, τούτοιν μὲν ἀδελφιδοῖν ὄντοιν, τῷ μὲν ἐξ ἀδελφοῦ, τῷ δʼ ἐξ ἀδελφῆς γεγονότοιν, ἔτι δὲ Θηριππίδῃ τῷ Παιανιεῖ, γένει μὲν οὐδὲν προσήκοντι, φίλῳ δʼ ἐκ παιδὸς ὑπάρχοντι.
父は死に臨んで、私たちの将来を案じ、これらのすべてをこのアポボス、およびデモンの息子デモフォンに託しました。 この二人は父の甥であり、一人は兄弟の子、もう一人は姉妹の子です。 さらに、血縁関係は一切ないものの、幼少期からの友人であったパイアニア区のテリッピデスにも託しました。
§5κἀκείνῳ μὲν ἔδωκεν ἐκ τῶν ἐμῶν ἑβδομήκοντα μνᾶς καρπώσασθαι τοσοῦτον χρόνον, ἕως ἐγὼ ἀνὴρ εἶναι δοκιμασθείην, ὅπως μὴ διʼ ἐπιθυμίαν χρημάτων χεῖρόν τι τῶν ἐμῶν διοικήσειεν·
そして、あの男には、私が成人したと認められるまでの期間、私の財産から70ミナの収益を得る権利を与えました。 それは彼が金銭欲のために私の財産を悪く管理することがないようにするためです。
Δημοφῶντι δὲ τὴν ἐμὴν ἀδελφὴν καὶ δύο τάλαντʼ εὐθὺς ἔδωκεν ἔχειν, αὐτῷ δὲ τούτῳ τὴν μητέρα τὴν ἐμὴν καὶ προῖκʼ ὀγδοήκοντα μνᾶς, καὶ τὴν οἰκίαν οἰκεῖν καὶ σκεύεσι χρῆσθαι τοῖς ἐμοῖς, ἡγούμενος, καὶ τούτους ἔτʼ οἰκειοτέρους εἴ μοι ποιήσειεν, οὐκ ἂν χεῖρόν μʼ ἐπιτροπευθῆναι ταύτης τῆς οἰκειότητος προσγενομένης.
デモフォンには私の妹と2タラントンを直ちに与え、この被告アポボスには私の母と持参金80ミナ、そして家を住まいとし私の家具を使用する権利を与えました。 父は、彼らを私にとってさらに親密な関係にさせたなら、この親密さが加わることで、私が後見されるにあたって不当に扱われることはないだろうと考えたからです。
§6λαβόντες δʼ οὗτοι ταῦτα πρῶτον σφίσιν αὐτοῖς ἐκ τῶν χρημάτων, καὶ τὴν ἄλλην οὐσίαν ἅπασαν διαχειρίσαντες, καὶ δέκʼ ἔτη ἡμᾶς ἐπιτροπεύσαντες, τὰ μὲν ἄλλα πάντʼ ἀπεστερήκασιν, τὴν οἰκίαν δὲ καὶ ἀνδράποδα τέτταρα καὶ δέκα καὶ ἀργυρίου μνᾶς τριάκοντα, μάλιστα σύμπαντα ταῦτʼ εἰς ἑβδομήκοντα μνᾶς παραδεδώκασι.
しかし、彼らはこれらの分け重をまず私たちの財産から自分たちのために受け取り、残りの全財産を管理し、10年間私たちを後見したにもかかわらず、他のすべてを奪い去り、家と奴隷14人と30ミナの現金、総計わずか70ミナ程度にすぎないものしか引き渡さなかったのです。
§7καὶ τὸ μὲν κεφάλαιον τῶν ἀδικημάτων, ὡς ἂν συντομώτατʼ εἴποι τις, τοῦτʼ ἔστιν, ὦ ἄνδρες δικασταί·
不正の要点は、検察官の皆様、極めて端的に言えばこの通りです。
τὸ δὲ πλῆθος τῆς οὐσίας ὅτι τοῦτʼ ἦν τὸ καταλειφθέν, μέγιστοι μὲν αὐτοὶ μάρτυρές μοι γεγόνασιν·
遺産の総額がこの遺された額であったことについては、彼ら自身が私にとって最大の証人となっています。
εἰς γὰρ τὴν συμμορίαν ὑπὲρ ἐμοῦ συνετάξαντο κατὰ τὰς πέντε καὶ εἴκοσι μνᾶς πεντακοσίας δραχμὰς εἰσφέρειν, ὅσονπερ Τιμόθεος ὁ Κόνωνος καὶ οἱ τὰ μέγιστα κεκτημένοι τιμήματʼ εἰσέφερον·
というのも、彼らは私を最高額の納税査定額を持つコノンの息子ティモテオスらと同等の額を納める者たちとして、25ミナあたり500ドラクマを納める納税グループに登録したからです。
δεῖ δὲ καὶ καθʼ ἕκαστον ὑμᾶς ἀκοῦσαι τά τʼ ἐνεργὰ αὐτῶν καὶ ὅσʼ ἦν ἀργὰ καὶ ὅσου ἦν ἄξιʼ ἕκαστα.
しかし、あなたがたは彼らの資産のうち、稼働していたもの、非稼働であったもの、およびそれぞれの価値がどれほどであったかを、個別に聞く必要があります。
ταῦτα γὰρ μαθόντες ἀκριβῶς εἴσεσθε, ὅτι τῶν πώποτʼ ἐπιτροπευσάντων οὐδένες ἀναιδέστερον οὐδὲ περιφανέστερον ἢ οὗτοι τὰ ἡμέτερα διηρπάκασιν.
これらを正確に知ることで、これまでに後見人となったいかなる者たちよりも、彼らが私たちの財産を最も破廉恥かつ公然と略奪したことが、あなたがたにはお分かりいただけるでしょう。