§29τὰς δʼ ἰδίας οἰκίας τῶν ἐν δυνάμει γενομένων οὕτω μετρίας καὶ τῷ τῆς πολιτείας ὀνόματι ἀκολούθους ὥστε τὴν Θεμιστοκλέους καὶ τὴν Κίμωνος καὶ τὴν Ἀριστείδου καὶ τῶν τότε λαμπρῶν οἰκίαν, εἴ τις ἄρʼ ὑμῶν οἶδεν ὁποία ποτʼ ἐστίν, ὁρᾷ τῆς τοῦ γείτονος οὐδὲν σεμνοτέραν οὖσαν.
他方、権力を握った者たちの私邸は、非常に控えめで、国家のあり方に調和したものであったため、テミストクレスやキモン、アリスティデス、その他当時の輝かしい人々の家を、もし諸君のうちの誰かがそれがどのようなものであるか知っているとすれば、それが隣人の家よりもいささかも立派ではないのを目にすることになる。
§30νῦν δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, δημοσίᾳ μὲν ἡ πόλις ἡμῶν τὰς ὁδοὺς ἀγαπᾷ κατασκευάζουσα καὶ κρήνας καὶ κονιάματα καὶ λήρους (καὶ οὐ τοῖς εἰσηγησαμένοις ταῦτʼ ἐπιτιμῶ, πολλοῦ γε καὶ δέω, ἀλλʼ ὑμῖν, εἰ ταῦθʼ ἱκανὰ ὑμῖν αὐτοῖς ὑπολαμβάνετʼ εἶναι), ἰδίᾳ δʼ οἱ τῶν κοινῶν ἐπί τῳ γεγενημένοι οἱ μὲν τῶν δημοσίων οἰκοδομημάτων σεμνοτέρας τὰς ἰδίας οἰκίας κατεσκευάκασιν, οὐ μόνον τῶν πολλῶν ὑπερηφανωτέρας, οἱ δὲ γῆν συνεωνημένοι γεωργοῦσιν ὅσην οὐδʼ ὄναρ ἤλπισαν πώποτε.
しかし今や、アテナイの諸君、公的には、我が国家は道路を整備し、泉や白壁やくだらないものを作ることで満足しており(そして、私はこれらを提案した人々を非難しているのでは全くなく、むしろ、もしこれらで自分たちに十分であると君たちが思い込んでいるなら、君たちを非難しているのである)、私的には、公職に就いた者たちのある者は、公的建造物よりも立派な、一般市民のものより傲慢なだけでなく公的建造物よりも壮麗な私邸を建設し、またある者は、夢にも思わなかったほどの広大な土地を買い集めて耕している。
§31τούτων δʼ αἴτιον ἁπάντων, ὅτι τότε μὲν ὁ δῆμος δεσπότης ἦν καὶ κύριος ἁπάντων, καὶ ἀγαπητὸν ἦν παρʼ ἐκείνου τῶν ἄλλων ἑκάστῳ καὶ τιμῆς καὶ ἀρχῆς καὶ ἀγαθοῦ τινὸς μεταλαμβάνειν, νῦν δὲ τοὐναντίον κύριοι μὲν τῶν ἀγαθῶν οὗτοι, καὶ διὰ τούτων ἅπαντα πράττεται, ὁ δὲ δῆμος ἐν ὑπηρέτου καὶ προσθήκης μέρει, καὶ ὑμεῖς ἀγαπᾶθʼ ἃν οὗτοι μεταδιδῶσι λαμβάνοντες.
これらのことすべての原因は、当時は民衆(デモス)が支配者であり、あらゆるものの主権者であって、他の者の一人一人にとって、民衆から名誉や官職や何らかの恩恵を分け与えられることがありがたいことであったのに対し、現在はその逆で、彼らが諸々の恩恵の主権者であり、彼らを通じてすべてのことが行われ、民衆は従属者や付属品の立場に置かれ、君たちは彼らが分け与えてくれるものを受け取って満足していることにある。
§32τοιγαροῦν ἐκ τούτων τοιαῦτα τὰ πράγματα τῆς πόλεώς ἐστιν ὥστε, εἴ τις ἀναγνοίη τὰ ψηφίσμαθʼ ὑμῶν καὶ τὰς πράξεις ἐφεξῆς διέλθοι, οὐδʼ ἂν εἷς πιστεύσαι τῶν αὐτῶν εἶναι ταῦτα κἀκεῖνα.
それゆえ、これらのことから国家の状況は次のようになっている。 すなわち、もし誰かが君たちの決議録を読み、次いで実際の行動をたどってみるなら、前者の決議と後者の行動が同じ人々のものであるとは、誰一人として信じないであろう。
οἷον ἃ πρὸς τοὺς καταράτους Μεγαρέας ἐψηφίσασθʼ ἀποτεμνομένους τὴν ὀργάδα, ἐξιέναι, κωλύειν, μὴ ἐπιτρέπειν·
例えば、神聖な土地(オルガス)を切り取って不法耕作している呪われたメガラ人に対して君たちが決議したこと、すなわち「出兵すること、阻止すること、許さないこと」。
ἃ πρὸς Φλειασίους, ὅτʼ ἐξέπεσον ἔναγχος, βοηθεῖν, μὴ ἐπιτρέπειν τοῖς σφαγεῦσι, τῶν ἐν Πελοποννήσῳ τοὺς βουλομένους παρακαλεῖν.
また、最近追放されたフレイオス人に対して決議したこと、すなわち「救援すること、虐殺者たちに任せておかないこと、ペロポネソスの人々のうち望む者を招集すること」。
§33ἅπαντα καλά, ὦ ἄνδρες Ἀθηναῖοι, ταῦτα καὶ δίκαια καὶ τῆς πόλεως ἄξια·
これらはすべて見事で、アテナイの諸君、正義にかない、国家にふさわしいものである。
τὰ ἔργα δὲ τἀπὸ τούτων οὐδαμοῦ.
しかし、これらから生じる実際の行動はどこにも見当たらない。
οὐκοῦν τὴν μὲν ἀπέχθειαν διὰ τῶν ψηφισμάτων ἐκφέρεσθε, τῶν δʼ ἔργων οὐδενὸς κύριοι γίγνεσθε·
したがって、君たちは決議を通じて敵意を表わにはするが、実際の行動を何一つ成し遂げることができない。
τὰ μὲν γὰρ ψηφίσματα πρὸς τὸ τῆς πόλεως ἀξίωμα ψηφίζεσθε, τὴν δύναμιν δʼ οὐκ ἀκόλουθον ὧν ψηφίζεσθʼ ἔχετε.
なぜなら、決議は国家の威信に合わせて決議するものの、決議したことに伴う実力(軍事力)を持ち合わせていないからである。
§34ἐγὼ δὲ παραινέσαιμʼ ἂν ὑμῖν (καί μοι μηδὲν ὀργισθῆτε) ἔλαττον φρονεῖν καὶ τὰ ὑμέτερʼ αὐτῶν ἀγαπᾶν πράττοντας, ἢ μείζω δύναμιν παρασκευάζεσθαι.
そこで私は君たちに勧告したい(どうか私に腹を立てないでほしい)、自らの行いに安住してプライドを低くするか、あるいはより大きな実力を備えるか、そのいずれかを。
εἰ μὲν οὖν Σιφνίοις ἢ Κυθνίοις ἤ τισιν ἄλλοις τοιούτοις οὖσι συνῄδειν ὑμῖν, ἔλαττον φρονεῖν συνεβούλευον ἄν·
もし私が、君たちがシフノス人やキュトノス人、あるいは他のそのような者たちと同類であると知っていたなら、プライドを低くするよう助言したであろう。
ἐπειδὴ δʼ ἔστʼ Ἀθηναῖοι, τὸ τὴν δύναμιν παρασκευάσασθαι παραινῶ·
しかし、君たちはアテナイ人であるのだから、実力を備えることを勧める。
αἰσχρὸν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, αἰσχρὸν λιπεῖν τὴν τοῦ φρονήματος τάξιν, ἣν ὑμῖν οἱ πρόγονοι παρέδωκαν.
アテナイの諸君、先祖が君たちに受け渡してくれた誇りある立場(戦列)を放棄することは、恥ずべきこと、極めて恥ずべきことだからである。
§35πρὸς δὲ τούτοις οὐδʼ ἔστιν ἐφʼ ὑμῖν, οὐδʼ ἂν ἀποστῆναι τῶν Ἑλληνικῶν βούλησθε·
その上、たとえ君たちがギリシアの諸事から退きたいと望んだとしても、それは君たちの自由(手の内)にはならない。
πολλὰ γὰρ ὑμῖν ἐκ παντὸς τοῦ χρόνου πέπρακται, καὶ τοὺς μὲν φίλους τοὺς ὑπάρχοντας αἰσχρὸν προέσθαι, τοῖς δʼ οὖσιν ἐχθροῖς οὐκ ἔνι πιστεῦσαι καὶ μεγάλους ἐᾶσαι γενέσθαι.
なぜなら、君たちによって古くから多くのことがなされてきており、既存の友邦を見捨てることは恥ずべきことであり、現在の敵対者を信頼して彼らが強大になるのを放置することはできないからである。
ὅλως δʼ ὅπερ οἱ πολιτευόμενοι πεπόνθασι πρὸς ὑμᾶς—οὐκ ἔνεστιν αὐτοῖς, ὅταν βούλωνται, παύσασθαι—τοῦτο καὶ ὑμῖν περιέστηκε·
要するに、政治家たちが君たちに対して置かれている状況(彼らが望むときに引退することはできないということ)と、全く同じ状況が君たちにも取り巻いている。
πεπολίτευσθε γὰρ ἐν τοῖς Ἕλλησιν.
なぜなら、君たちはギリシア人たちの間で政治を行ってきたからである。
§36ἔστι δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, κεφάλαιον ἁπάντων τῶν εἰρημένων·
アテナイの諸君、言われたことすべての要点はこれである。
οὐδέποθʼ ὑμᾶς οἱ λέγοντες οὔτε πονηροὺς οὔτε χρηστοὺς ποιοῦσιν, ἀλλʼ ὑμεῖς τούτους, ὁπότερʼ ἂν βούλησθε·
語り手たちが君たちを悪くしたり良くしたりするのでは決してなく、君たちが彼らを君たちの望むどちらか一方にするのである。
οὐ γὰρ ὑμεῖς ὧν οὗτοι βούλονται στοχάζεσθε, ἀλλʼ οὗτοι ὧν ἂν ὑμᾶς ἐπιθυμεῖν οἴωνται.
というのも、君たちが彼らの望むものを目指すのではなく、彼らが君たちの望んでいると察するものを目指すからである。
ὑμᾶς οὖν ὑπάρξαι δεῖ χρηστὰ βουλομένους, καὶ πάνθʼ ἕξει καλῶς·
したがって、君たちがまず善いことを望む姿勢を示すべきであり、そうすればすべてはうまくいく。
ἢ γὰρ οὐδεὶς ἐρεῖ φλαῦρον οὐδέν, ἢ οὐδὲν αὐτῷ πλέον ἔσται μὴ ἔχοντι τοὺς πεισομένους.
なぜなら、誰も悪いことを言わなくなるか、あるいは、従う者がいなければ、言ったとしてもその者にとって何の利益にもならないからである。