§29οὔτε γὰρ αὐτὸς ἄν ποθʼ ὑπέμεινα πρεσβεύειν, οὔτʼ ἂν ὑμεῖς οἶδʼ ὅτι ἐπαύσασθε πολεμοῦντες, εἰ τοιαῦτα πράξειν τυχόντʼ εἰρήνης Φίλιππον ᾤεσθε·
というのも、もしフィリッポスが和約を得たのちにこのような行動をとるだろうと諸君が思っていたなら、私自身も決して使節を務めることを甘受しなかったでしょうし、諸君も(私はよく知っていますが)戦争をやめなかったでしょうから。
ἀλλʼ ἦν πολὺ τούτων ἀφεστηκότα τὰ τότε λεγόμενα.
しかし、当時の言論はこれらのことから大きくかけ離れていました。
καὶ πάλιν γʼ ἑτέρους καλεῖν.
そしてまた、別の人々も呼び出すべきです。
τίνας;
誰をでしょうか。
τοὺς ὅτʼ ἐγὼ γεγονυίας ἤδη τῆς εἰρήνης ἀπὸ τῆς ὑστέρας ἥκων πρεσβείας τῆς ἐπὶ τοὺς ὅρκους, αἰσθόμενος φενακιζομένην τὴν πόλιν, προὔλεγον καὶ διεμαρτυρόμην καὶ οὐκ εἴων προέσθαι Πύλας οὐδὲ Φωκέας,
和約がすでに成立し、誓約のために赴いた後者の使節から私が帰還したとき、国家が欺かれていることに気づいて、私が警告し、抗議し、ピュライやフォキス人を見捨てることを許さなかった、その時に、彼らは、私について『水を飲む者だから、気難しく偏屈な人間に違いない』と言い、一方『フィリッポスは、彼が通過しさえすれば、諸君が祈り望むようなことを行うだろう。
§30λέγοντας ὡς ἐγὼ μὲν ὕδωρ πίνων εἰκότως δύστροπος καὶ δύσκολός εἰμί τις ἄνθρωπος, Φίλιππος δʼ, ἅπερ εὔξαισθʼ ἂν ὑμεῖς, ἂν παρέλθῃ, πράξει, καὶ Θεσπιὰς μὲν καὶ Πλαταιὰς τειχιεῖ, Θηβαίους δὲ παύσει τῆς ὕβρεως, Χερρόνησον δὲ τοῖς αὑτοῦ τέλεσιν διορύξει, Εὔβοιαν δὲ καὶ τὸν Ὠρωπὸν ἀντʼ Ἀμφιπόλεως ὑμῖν ἀποδώσει·
すなわち、テスピアイとプラタイアイの城壁を築き、テーバイ人の傲慢を静め、ヘルソネソスを彼自らの費用で運河を掘り、アムフィポリスの代わりにエウボイアとオロポスを諸君に返還するだろう』と語っていた者たちをです。
ταῦτα γὰρ ἅπαντʼ ἐπὶ τοῦ βήματος ἐνταῦθα μνημονεύετʼ οἶδʼ ὅτι ῥηθέντα, καίπερ ὄντες οὐ δεινοὶ τοὺς ἀδικοῦντας μεμνῆσθαι.
というのも、これらのことはすべて、この演壇の上で語られたのを諸君は覚えている(私はよく知っています)からです。 諸君は、自分たちに不利益を与えた者を覚えておくのが得意ではないにもかかわらず。
§31καὶ τὸ πάντων αἴσχιστον, καὶ τοῖς ἐκγόνοις πρὸς τὰς ἐλπίδας τὴν αὐτὴν εἰρήνην εἶναι ταύτην ἐψηφίσασθε·
そして、何よりも恥ずべきことに、諸君はこの同じ和約が子孫たちにとっても将来の希望に満ちたものでもあるようにと決議したのです。
οὕτω τελέως ὑπήχθητε.
そのように諸君は完全に欺かれたのです。
τί δὴ ταῦτα νῦν λέγω καὶ καλεῖν φημὶ δεῖν τούτους;
なぜ私は今これらを語り、彼らを呼び出すべきだと言うのでしょうか。
ἐγὼ νὴ τοὺς θεοὺς τἀληθῆ μετὰ παρρησίας ἐρῶ πρὸς ὑμᾶς καὶ οὐκ ἀποκρύψομαι·
神々に誓って、私は諸君に対して真実を忌憚なく語り、何も隠し立てはしません。
§32οὐχ ἵνʼ εἰς λοιδορίαν ἐμπεσὼν ἐμαυτῷ μὲν ἐξ ἴσου λόγον παρʼ ὑμῖν ποιήσω, τοῖς δʼ ἐμοὶ προσκρούσασιν ἐξ ἀρχῆς καὶ νῦν παράσχω πρόφασιν τοῦ πάλιν τι λαβεῖν παρὰ Φιλίππου, οὐδʼ ἵνʼ ὡς ἄλλως ἀδολεσχῶ·
それは、私が悪口雑言に終始して、諸君の前で自分を彼らと同等に扱わせるためでもなければ、最初から私と対立してきた者たちに、今再びフィリッポスから何かを受け取る口実を与えるためでもなく、また、単に無駄口を叩くためでもありません。
ἀλλʼ οἴομαί ποθʼ ὑμᾶς λυπήσειν ἃ Φίλιππος πράττει μᾶλλον ἢ τὰ νυνί·
ただ、フィリッポスの行っていることが、現在の状況以上にいつか諸君を苦しめることになると思っているからです。
§33τὸ γὰρ πρᾶγμʼ ὁρῶ προβαῖνον, καὶ οὐχὶ βουλοίμην ἂν εἰκάζειν ὀρθῶς, φοβοῦμαι δὲ μὴ λίαν ἐγγὺς ᾖ τοῦτʼ ἤδη.
というのも、事態が進行しているのが私には見えており、私の予測が当たらなければよいと思いますが、これがすでに極めて身近に迫っているのではないかと恐れているからです。
ὅταν οὖν μηκέθʼ ὑμῖν ἀμελεῖν ἐξουσία γίγνηται τῶν συμβαινόντων, μηδʼ ἀκούηθʼ ὅτι ταῦτʼ ἐφʼ ὑμᾶς ἐστιν ἐμοῦ μηδὲ τοῦ δεῖνος, ἀλλʼ αὐτοὶ πάντες ὁρᾶτε καὶ εὖ εἰδῆτε, ὀργίλους καὶ τραχεῖς ὑμᾶς ἔσεσθαι νομίζω.
それゆえ、諸君にとって、起こりつつあることをもはや看過する余裕がなくなり、これらのことが諸君に敵対しているのを私や誰それから聞くのではなく、諸君自身がすべてを目にし、よく知るようになるとき、諸君は激怒し、容赦なくなるだろうと私は考えています。
§34φοβοῦμαι δὴ μή, τῶν πρέσβεων σεσιωπηκότων ἐφʼ οἷς αὑτοῖς συνίσασι δεδωροδοκηκότες, τοῖς ἐπανορθοῦν τι πειρωμένοις τῶν διὰ τούτους ἀπολωλότων τῇ παρʼ ὑμῶν ὀργῇ περιπεσεῖν συμβῇ·
そこで私が恐れるのは、自らが賄賂を受け取ったという自覚ゆえに使節たちが沈黙している中で、彼らのせいで失われたものをいくらかでも回復しようと試みる人々が、諸君の怒りを買い、それに巻き込まれることになるのではないかということです。
ὁρῶ γὰρ ὡς τὰ πόλλʼ ἐνίους οὐκ εἰς τοὺς αἰτίους, ἀλλʼ εἰς τοὺς ὑπὸ χεῖρα μάλιστα τὴν ὀργὴν ἀφιέντας.
というのも、一部の人々は多くの場合、真の責任者に対してではなく、手近にいる者たちに最も怒りをぶつけるのを私は見ているからです。
§35ἕως οὖν ἔτι μέλλει καὶ συνίσταται τὰ πράγματα καὶ κατακούομεν ἀλλήλων, ἕκαστον ὑμῶν καίπερ ἀκριβῶς εἰδόθʼ ὅμως ἐπαναμνῆσαι βούλομαι, τίς ὁ Φωκέας πείσας καὶ Πύλας προέσθαι, ὧν καταστὰς ἐκεῖνος κύριος τῆς ἐπὶ τὴν Ἀττικὴν ὁδοῦ καὶ τῆς εἰς Πελοπόννησον κύριος γέγονεν, καὶ πεποίηχʼ ὑμῖν μὴ περὶ τῶν δικαίων μηδʼ ὑπὲρ τῶν ἔξω πραγμάτων εἶναι τὴν βουλήν, ἀλλʼ ὑπὲρ τῶν ἐν τῇ χώρᾳ καὶ τοῦ πρὸς τὴν Ἀττικὴν πολέμου, ὃς λυπήσει μὲν ἕκαστον, ἐπειδὰν παρῇ, γέγονεν δʼ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.
したがって、事態がまだ猶予の中にあり、準備されつつあり、我々が互いの言うことに耳を傾け合っているうちに、諸君の一人ひとりが正確に知っていることではありますが、それでも思い出させたいのです。 フォキス人を見捨て、ピュライを放棄するよう諸君を説得したのは誰であったかを。 それらを支配下に置いたことで、彼(フィリッポス)はアッティカへの道と、ペロポネソスへの道の支配者となったのです。 そして、諸君の審議が、正義についてでも国外の事柄についてでもなく、自国の領土内での事柄や、アッティカに迫る戦争についてのものとなるようにしてしまったのです。 その戦争は、実際に到来すれば一人ひとりを苦しめることになりますが、その種はその日に蒔かれたのです。
§36εἰ γὰρ μὴ παρεκρούσθητε τόθʼ ὑμεῖς, οὐδὲν ἂν ἦν τῇ πόλει πρᾶγμα·
というのも、もしあのとき諸君が欺かれなかったなら、国家には何の問題もなかったはずだからです。
οὔτε γὰρ ναυσὶ δήπου κρατήσας εἰς τὴν Ἀττικὴν ἦλθεν ἄν ποτε στόλῳ Φίλιππος, οὔτε πεζῇ βαδίζων ὑπὲρ τὰς Πύλας καὶ Φωκέας, ἀλλʼ ἢ τὰ δίκαιʼ ἂν ἐποίει καὶ τὴν εἰρήνην ἄγων ἡσυχίαν εἶχεν, ἢ παραχρῆμʼ ἂν ἦν ἐν ὁμοίῳ πολέμῳ διʼ ὃν τότε τῆς εἰρήνης ἐπεθύμησεν.
というのも、フィリッポスが海戦で勝利して艦隊を率いてアッティカに来るなどということは決してなかったでしょうし、陸路でピュライとフォキスを越えて進軍してくることもなかったでしょうから。 彼は、正義を行うか、和約を守って平穏を保つか、さもなければ、当時彼が和約を熱望する原因となったのと同様の戦争に即座に直面することになっていたでしょう。
§37ταῦτʼ οὖν, ὡς μὲν ὑπομνῆσαι, νῦν ἱκανῶς εἴρηται, ὡς δʼ ἂν ἐξετασθείη μάλιστʼ ἀκριβῶς, μὴ γένοιτʼ, ὦ πάντες θεοί·
それゆえ、思い出させるということについては、今や十分に語られました。 しかし、これが最も厳格に検証されるような事態は、すべての神々よ、決して起こりませんように。
οὐδένα γὰρ βουλοίμην ἔγωγʼ ἄν, οὐδʼ εἰ δίκαιός ἐστʼ ἀπολωλέναι, μετὰ τοῦ πάντων κινδύνου καὶ τῆς ζημίας δίκην ὑποσχεῖν.
なぜなら、たとえその者が滅びるのが当然であったとしても、すべての人の危険と不利益を伴って刑罰を受けることを、私は望まないからです。