Humanitext Reader

狄摩西尼 · 第一反腓力辞 §45-51

批判空洞决议与呼吁公民亲自参战

第 7 段,共 7 段 · 希腊语

内容简介

德摩斯梯尼批判了空虚的决议和低效的军事派遣,呼吁雅典公民停止散布虚假谣言,直面腓力带来的现实威胁,并为城邦的防卫亲自采取实际行动。

§45ὅποι μὲν γὰρ ἄν, οἶμαι, μέρος τι τῆς πόλεως συναποσταλῇ, κἂν μὴ πᾶσα, καὶ τὸ τῶν θεῶν εὐμενὲς καὶ τὸ τῆς τύχης συναγωνίζεται· ὅποι δʼ ἂν στρατηγὸν καὶ ψήφισμα κενὸν καὶ τὰς ἀπὸ τοῦ βήματος ἐλπίδας ἐκπέμψητε, οὐδὲν ὑμῖν τῶν δεόντων γίγνεται, ἀλλʼ οἱ μὲν ἐχθροὶ καταγελῶσιν, οἱ δὲ σύμμαχοι τεθνᾶσι τῷ δέει τοὺς τοιούτους ἀποστόλους.
因为我相信,无论向何处派遣我们城邦的一部分公民兵——即使不是全部——神明的恩惠与命运的眷顾都会与他们共同战斗;但无论何时何地,如果你们只派出一个将军、一份空洞的决议和来自讲台的虚无期望,你们就什么必要的事也做不成,反而敌人会嘲笑你们,盟友们则对这样的派遣军吓得半死。
§46οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἕνʼ ἄνδρα δυνηθῆναί ποτε ταῦθʼ ὑμῖν πρᾶξαι πάνθʼ ὅσα βούλεσθε· ὑποσχέσθαι μέντοι καὶ φῆσαι καὶ τὸν δεῖνʼ αἰτιάσασθαι καὶ τὸν δεῖνʼ ἔστι, τὰ δὲ πράγματʼ ἐκ τούτων ἀπόλωλεν·
因为是不可能,绝对不可能有一个人能够为你们完成你们所期望的所有这些事情的;然而,承诺、声称、指责这个人或那个人是办得到的,但正是由于这些,我们的事业破灭了。
ὅταν γὰρ ἡγῆται μὲν ὁ στρατηγὸς ἀθλίων ἀπομίσθων ξένων, οἱ δʼ ὑπὲρ ὧν ἂν ἐκεῖνος πράξῃ πρὸς ὑμᾶς ψευδόμενοι ῥᾳδίως ἐνθάδʼ ὦσιν, ὑμεῖς δʼ ἐξ ὧν ἂν ἀκούσηθʼ ὅ τι ἂν τύχητε ψηφίζησθε, τί καὶ χρὴ προσδοκᾶν;
因为,当将军率领着一帮可怜的、领不到军饷的雇佣兵,而那些对你们隐瞒将军所作所为而撒谎的人却在城里安然度日,而你们则根据听到的传闻随意进行表决,这还能有什么指望呢?
§47πῶς οὖν ταῦτα παύσεται;
那么,这些情况要如何才能停止呢?
ὅταν ὑμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς αὐτοὺς ἀποδείξητε στρατιώτας καὶ μάρτυρας τῶν στρατηγουμένων καὶ δικαστὰς οἴκαδʼ ἐλθόντας τῶν εὐθυνῶν, ὥστε μὴ ἀκούειν μόνον ὑμᾶς τὰ ὑμέτερʼ αὐτῶν, ἀλλὰ καὶ παρόντας ὁρᾶν.
雅典的公民们,只有当你们让同样的一批人既充当士兵,又充当将军行动的目击者,并且在他们回国后充当账目审计的法官时,才能停止。 这样你们就不再只是听说你们自己的事务,而是亲临现场目睹。
νῦν δʼ εἰς τοῦθʼ ἥκει τὰ πράγματʼ αἰσχύνης ὥστε τῶν στρατηγῶν ἕκαστος δὶς καὶ τρὶς κρίνεται παρʼ ὑμῖν περὶ θανάτου, πρὸς δὲ τοὺς ἐχθροὺς οὐδεὶς οὐδʼ ἅπαξ αὐτῶν ἀγωνίσασθαι περὶ θανάτου τολμᾷ, ἀλλὰ τὸν τῶν ἀνδραποδιστῶν καὶ λωποδυτῶν θάνατον μᾶλλον αἱροῦνται τοῦ προσήκοντος· κακούργου μὲν γάρ ἐστι κριθέντʼ ἀποθανεῖν, στρατηγοῦ δὲ μαχόμενον τοῖς πολεμίοις.
然而现在,事情已经到了如此可耻的地步,以至于你们的将军每个人都要在你们面前接受两三次死刑审判,但面对敌人,他们却无一人敢于进行一次死生之战,反而比起体面的死,他们更选择像拐卖人口者或拦路强盗那样的死法;因为被判决而死是罪犯的下场,而与敌人战斗而死才是将军的归宿。
§48ἡμῶν δʼ οἱ μὲν περιιόντες μετὰ Λακεδαιμονίων φασὶ Φίλιππον πράττειν τὴν Θηβαίων κατάλυσιν καὶ τὰς πολιτείας διασπᾶν, οἱ δʼ ὡς πρέσβεις πέπομφεν ὡς βασιλέα, οἱ δʼ ἐν Ἰλλυριοῖς πόλεις τειχίζειν, οἱ δὲ λόγους πλάττοντες ἕκαστος περιερχόμεθα.
而我们之中,有人到处走动说,腓力正与拉刻代蒙人勾结,企图消灭底比斯人并瓦解他们的民主政体;有人说他已派使者去见大王;有人说他在伊利里亚人那里筑城;而我们每个人都在到处转悠,编造着谣言。
§49ἐγὼ δʼ οἶμαι μέν, ὦ ἄνδρες Ἀθηναῖοι, νὴ τοὺς θεοὺς ἐκεῖνον μεθύειν τῷ μεγέθει τῶν πεπραγμένων καὶ πολλὰ τοιαῦτʼ ὀνειροπολεῖν ἐν τῇ γνώμῃ, τήν τʼ ἐρημίαν τῶν κωλυσόντων ὁρῶντα καὶ τοῖς πεπραγμένοις ἐπῃρμένον, οὐ μέντοι μὰ Δίʼ οὕτω γε προαιρεῖσθαι πράττειν ὥστε τοὺς ἀνοητοτάτους τῶν παρʼ ἡμῖν εἰδέναι τί μέλλει ποιεῖν ἐκεῖνος·
雅典的公民们,指神发誓,我个人认为那个人的确被自己巨大的成就冲昏了头脑,并在心中抱有很多这样的幻念,因为他看到没有人来阻挡他,并为自己的所作所为得意忘形;然而,指宙斯发誓,他绝不会选择以这样一种方式行事,以至于让我们之中最愚蠢的人都知道他将要做什么。
ἀνοητότατοι γάρ εἰσιν οἱ λογοποιοῦντες.
因为那些制造谣言的人才是最愚蠢的。
§50ἀλλʼ ἂν ἀφέντες ταῦτʼ ἐκεῖνʼ εἰδῶμεν, ὅτι ἐχθρὸς ἅνθρωπος καὶ τὰ ἡμέτερʼ ἡμᾶς ἀποστερεῖ καὶ χρόνον πολὺν ὕβρικε, καὶ ἅπανθʼ ὅσα πώποτʼ ἠλπίσαμέν τινα πράξειν ὑπὲρ ἡμῶν καθʼ ἡμῶν εὕρηται, καὶ τὰ λοιπὰ ἐν αὐτοῖς ἡμῖν ἐστί, κἂν μὴ νῦν ἐθέλωμεν ἐκεῖ πολεμεῖν αὐτῷ, ἐνθάδʼ ἴσως ἀναγκασθησόμεθα τοῦτο ποιεῖν, ἂν ταῦτʼ εἰδῶμεν, καὶ τὰ δέοντʼ ἐσόμεθʼ ἐγνωκότες καὶ λόγων ματαίων ἀπηλλαγμένοι·
但是,如果我们抛开这些谣言,看清以下事实:那个人是我们的敌人,剥夺了我们的财产,并且长期侮辱我们;我们曾指望别人为我们做的一切,最终都被证明是对我们不利的;而未来掌握在我们自己手中,如果现在我们不愿在美地与他作战,也许我们就会被迫在这里作战。 如果我们明白这些,我们就能认清应当做的事,并摆脱那些虚妄的言论。
οὐ γὰρ ἅττα ποτʼ ἔσται δεῖ σκοπεῖν, ἀλλʼ ὅτι φαῦλα, ἂν μὴ προσέχητε τὸν νοῦν καὶ τὰ προσήκοντα ποιεῖν ἐθέλητε, εὖ εἰδέναι.
因为我们不需要去探究未来会发生什么,而只需要确知,除非你们集中注意力并愿意履行职责,否则后果将会是极其糟糕的。
§51ἐγὼ μὲν οὖν οὔτʼ ἄλλοτε πώποτε πρὸς χάριν εἱλόμην λέγειν ὅ τι ἂν μὴ καὶ συνοίσειν πεπεισμένος ὦ, νῦν θʼ ἃ γιγνώσκω πάνθʼ ἁπλῶς, οὐδὲν ὑποστειλάμενος, πεπαρρησίασμαι.
因此,我以前从未为了讨好而说一些我不相信会对大家有益的话;而现在,我也毫无保留地把我的想法坦白、率直地说了出来。
ἐβουλόμην δʼ ἄν, ὥσπερ ὅτι ὑμῖν συμφέρει τὰ βέλτιστʼ ἀκούειν οἶδα, οὕτως εἰδέναι συνοῖσον καὶ τῷ τὰ βέλτιστʼ εἰπόντι·
我本希望,正如我知道听取最好的建言对你们有利一样,也能知道提出最好建言的人也能同样获益,因为这样我会感到更加高兴。
πολλῷ γὰρ ἂν ἥδιον εἶχον. νῦν δʼ ἐπʼ ἀδήλοις οὖσι τοῖς ἀπὸ τούτων ἐμαυτῷ γενησομένοις, ὅμως ἐπὶ τῷ συνοίσειν ὑμῖν, ἂν πράξητε, ταῦτα πεπεῖσθαι λέγειν αἱροῦμαι.
然而现在,尽管这些言论会给我自身带来什么后果尚不可知,但我依然选择说出这些话,因为我坚信,如果你们付诸行动,这将对你们有利。
νικῴη δʼ ὅ τι πᾶσιν μέλλει συνοίσειν.
愿那对所有人都有利的决定最终胜出。

词汇与语法注释

  1. §45τεθνᾶσι τῷ δέει τοὺς τοιούτους ἀποστόλους — 不及物动词完成式 `τεθνᾶσι`(死)与与格 `τῷ δέει`(因恐惧)结合,在语义上相当于一个表示恐惧的动词,因此带上宾格 `τοὺς τοιούτους ἀποστόλους`(此类派遣军)作为这一情感的直接支配对象。
  2. §46οὐ γὰρ ἔστιν ... ἕνʼ ἄνδρα δυνηθῆναι — 非人称动词 `οὐκ ἔστιν`(是不可能的)带有一个双宾格/对格不定式结构作为其主语,其中 `ἕνʼ ἄνδρα` 是不定式 `δυνηθῆναι` 的逻辑主语(对格主语)。
  3. §47τοὺς αὐτοὺς ἀποδείξητε στρατιώτας καὶ μάρτυρας ... καὶ δικαστὰς — 动词 `ἀποδείξητε`(任命、使成为)支配双宾格结构,其中 `τοὺς αὐτοὺς`(同样的人)为直接宾语,而 `στρατιώτας καὶ μάρτυρας ... καὶ δικαστὰς`(士兵、目击者和法官)为宾语补足语(谓语性对格)。
  4. §50εὖ εἰδέναι — 此不定式 `εὖ εἰδέναι` 同样受前文否定句中的 `δεῖ`(`οὐ γὰρ ... δεῖ σκοπεῖν`)支配,该支配力通过强转折词 `ἀλλά` 延续至此处。结构为:“因为我们不需要探究……,而[应该]确知……”。
  5. §51ἐβουλόμην δʼ ἄν — 直陈式过去时 `ἐβουλόμην` 与语气助词 `ἄν` 结合,表示与现在事实相反或难以实现的愿望(“我本希望……[但实际并非如此]”)。

引用这一段

狄摩西尼, 第一反腓力辞 §45-51. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg004.humanitext-grc2:45-51

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。