Humanitext Reader

ホメロス風讃歌 · 第5歌 アフロディテ讃歌 §221-293

ティトノスの悲劇とアプロディテの警告

4 / 4 箇所 · ギリシア語

要旨

アプロディテは、ティトノスの悲劇を通じて老いなき不死の不可能性を語り、息子の誕生を告げ、彼を育てるニンフたちについて説明する。そして、自らとの交わりを秘匿するよう強く警告して天へ去り、讃歌を締めくくる。

§221ἀθάνατόν τʼ εἶναι καὶ ζώειν ἤματα πάντα·
彼が不滅であり、すべての日々を生き続けるようにと。
§222τῇ δὲ Ζεὺς ἐπένευσε καὶ ἐκρήηνεν ἐέλδωρ.
ゼウスは彼女にうなずき、その望みを叶えた。
§223νηπίη, οὐδʼ ἐνόησε μετὰ φρεσὶ πότνια Ἠὼς §224ἥβην αἰτῆσαι ξῦσαί τʼ ἄπο γῆρας ὀλοιόν.
愚かにも、高貴なエオスは心の中で気づかなかった、若さを求め、滅ぼすべき老いを身体から削ぎ落とすことを求めるのを。
§225τὸν δʼ ἦ τοι εἵως μὲν ἔχεν πολυήρατος ἥβη, §226Ἠοῖ τερπόμενος χρυσοθρόνῳ, ἠριγενείῃ §227ναῖε παρʼ Ὠκεανοῖο ῥοῇς ἐπὶ πείρασι γαίης·
さて、愛すべき若さが彼を保っている間は、黄金の玉座の、朝早く生まれるエオスとともに喜びつつ、彼はオーケアノスの流れの傍ら、大地の果てに住んでいた。
§228αὐτὰρ ἐπεὶ πρῶται πολιαὶ κατέχυντο ἔθειραι §229καλῆς ἐκ κεφαλῆς εὐηγενέος τε γενείου, §230τοῦ δʼ ἦ τοι εὐνῆς μὲν ἀπείχετο πότνια Ἠώς,
しかし、最初の白髪がこぼれ落ちたとき、美しい頭と高貴な顎ひげから、高貴なエオスは彼との床から身を引いた。
§231αὐτὸν δʼ αὖτʼ ἀτίταλλεν ἐνὶ μεγάροισιν ἔχουσα, §232σίτῳ τʼ ἀμβροσίῃ τε καὶ εἵματα καλὰ διδοῦσα.
しかし彼を館に引き留めて養い、食物とアンブロシア、そして美しい衣服を与えていた。
§233ἀλλʼ ὅτε δὴ πάμπαν στυγερὸν κατὰ γῆρας ἔπειγεν, §234οὐδέ τι κινῆσαι μελέων δύνατʼ οὐδʼ ἀναεῖραι, §235ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή·
だが、いよいよ忌まわしい老いが彼をすっかり圧迫し、手足を動かすことも、持ち上げることも全くできなくなったとき、彼女の心に、これが最善の計画と思われた。
§236ἐν θαλάμῳ κατέθηκε, θύρας δʼ ἐπέθηκε φαεινάς.
彼を寝室に横たえ、輝く扉を閉めること。
§237τοῦ δʼ ἦ τοι φωνὴ ῥέει ἄσπετος, οὐδέ τι κῖκυς §238ἔσθʼ, οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν.
彼の声はそこから絶え間なく流れ出るが、力は全くない、かつて曲げやすい手足の中にあったような力は。
§239οὐκ ἂν ἐγώ γε σὲ τοῖον ἐν ἀθανάτοισιν ἑλοίμην §240ἀθάνατόν τʼ εἶναι καὶ ζώειν ἤματα πάντα.
私はあなたに、不滅の神々の中でそのような者として不滅であり、すべての日々を生き続けることを望まない。
§241ἀλλʼ εἰ μὲν τοιοῦτος ἐὼν εἶδός τε δέμας τε §242ζώοις ἡμέτερός τε πόσις κεκλημένος εἴης, §243οὐκ ἂν ἔπειτά μʼ ἄχος πυκινὰς φρένας ἀμφικαλύπτοι.
しかし、もしあなたがこのような姿と体格のまま生き続け、私の夫と呼ばれ続けるなら、そのときには、悲しみが私の賢い心を覆うことはないだろう。
§244νῦν δέ σε μὲν τάχα γῆρας ὁμοίιον ἀμφικαλύψει §245νηλειές, τό τʼ ἔπειτα παρίσταται ἀνθρώποισιν, §246οὐλόμενον, καματηρόν, ὅτε στυγέουσι θεοί περ.
だが今や、すぐに容赦のない共通の老いがあなたを覆うだろう、それは後にすべての人間に寄り添うものであり、破滅的で、骨の折れるもので、神々さえも忌み嫌うものだ。
§247αὐτὰρ ἐμοὶ μέγʼ ὄνειδος ἐν ἀθανάτοισι θεοῖσιν §248ἔσσεται ἤματα πάντα διαμπερὲς εἵνεκα σεῖο,
しかし私にとっては、不滅の神々の間であなたのために、すべての日々、永遠に大きな恥辱となるだろう。
§249οἳ πρὶν ἐμοὺς ὀάρους καὶ μήτιας, αἷς ποτε πάντας §250ἀθανάτους συνέμιξα καταθνητῇσι γυναιξί,
かつて私が、すべての不滅の神々を死すべき女たちと交わらせた私の語らいや計略を、以前は神々が恐れていたのに。
§251τάρβεσκον· πάντας γὰρ ἐμὸν δάμνασκε νόημα.
私の思慮がすべてを屈服させていたのだから。
§252νῦν δὲ δὴ οὐκέτι μοι στόμα χείσεται ἐξονομῆναι
だが今や、もはや私の口はそれを名指すことを容れないだろう、不滅の神々の間で。
§253τοῦτο μετʼ ἀθανάτοισιν, ἐπεὶ μάλα πολλὸν ἀάσθην, §254σχέτλιον, οὐκ ὀνοταστόν, ἀπεπλάγχθην δὲ νόοιο, §255παῖδα δʼ ὑπὸ ζώνῃ ἐθέμην βροτῷ εὐνηθεῖσα.
私が大いに惑わされ、酷い、口にするのも憚られる過ちを犯し、正気を失い、死すべき男と床を共にして、帯の下に子を宿したのだから。
§256τὸν μέν, ἐπὴν δὴ πρῶτον ἴδῃ φάος ἠελίοιο, §257Νύμφαι μιν θρέψουσιν ὀρεσκῷοι βαθύκολποι, §258αἳ τόδε ναιετάουσιν ὄρος μέγα τε ζάθεόν τε·
その子が最初に太陽の光を見るとき、山に住む胸の豊かなニンフたちが彼を育てるだろう、この偉大で極めて神聖な山に住むニンフたちが。
§259αἵ ῥʼ οὔτε θνητοῖς οὔτʼ ἀθανάτοισιν ἕπονται.
彼女たちは、死すべき者にも不滅の神々にも従わない。
§260δηρὸν μὲν ζώουσι καὶ ἄμβροτον εἶδαρ ἔδουσι §261καί τε μετʼ ἀθανάτοισι καλὸν χορὸν ἐρρώσαντο.
長く生き、不滅の食物を食べ、不滅の神々とともに美しい舞踊を軽やかに踊る。
§262τῇσι δὲ Σειληνοὶ καὶ ἐύσκοπος Ἀργειφόντης §263μίσγοντʼ ἐν φιλότητι μυχῷ σπείων ἐροέντων.
彼女たちと、セイリノスたちや、鋭く見張るアルゲイポンテスは愛をもって交わる、愛らしい洞窟の奥深くで。
§264τῇσι δʼ ἅμʼ ἢ ἐλάται ἠὲ δρύες ὑψικάρηνοι §265γεινομένῃσιν ἔφυσαν ἐπὶ χθονὶ βωτιανείρῃ, §266καλαί, τηλεθάουσαι, ἐν οὔρεσιν ὑψηλοῖσιν.
彼女たちが生まれるとき、梢の高いモミやオークの木が、人間を養う大地の上に同時に生い茂る、美しく、青々と茂り、高い山々の中に。
§267ἑστᾶσʼ ἠλίβατοι, τεμένη δέ ἑ κικλήσκουσιν §268ἀθανάτων·
それらはそびえ立ち、人々はそれらを不滅の神々の聖域と呼ぶ。
τὰς δʼ οὔ τι βροτοὶ κείρουσι σιδήρῳ·
死すべき人間はそれらを鉄で決して伐らない。
§269ἀλλʼ ὅτε κεν δὴ μοῖρα παρεστήκῃ θανάτοιο, §270ἀζάνεται μὲν πρῶτον ἐπὶ χθονὶ δένδρεα καλά, §271φλοιὸς δʼ ἀμφιπεριφθινύθει, πίπτουσι δʼ ἄπʼ ὄζοι, §272τῶν δέ θʼ ὁμοῦ ψυχὴ λείπει φάος ἠελίοιο.
しかし、いざ死の運命が寄り添うとき、まず美しい木々が地上で枯れ、樹皮は周囲から朽ち果て、枝は落ち、木々の魂は同時に太陽の光を去る。
§273αἳ μὲν ἐμὸν θρέψουσι παρὰ σφίσιν υἱὸν ἔχουσαι.
彼女たちが、私の息子を手元に置いて育てるだろう。
§274τὸν μὲν ἐπὴν δὴ πρῶτον ἕλῃ πολυήρατος ἥβη, §275ἄξουσίν σοι δεῦρο θεαὶ δείξουσί τε παῖδα.
彼が、愛すべき青春を最初に迎えるとき、女神たちは彼をここ、あなたのところへ連れてきて、その子を示すだろう。
§276σοὶ δʼ ἐγώ, ὄφρα κε ταῦτα μετὰ φρεσὶ πάντα διέλθω, §277ἐς πέμπτον ἔτος αὖτις ἐλεύσομαι υἱὸν ἄγουσα.
そして私は、これらすべてを心の中でよく考えるために、 5年目に再び、息子を連れて戻ってこよう。
§278τὸν μὲν ἐπὴν δὴ πρῶτον ἴδῃς θάλος ὀφθαλμοῖσι, §279γηθήσεις ὁρόων·
あなたがその若枝を最初にその目で見て、見るときに喜ぶだろう。
μάλα γὰρ θεοείκελος ἔσται·
彼は極めて神に似ているだろうから。
§280ἄξεις δʼ αὐτίκα νιν ποτὶ Ἴλιον ἠνεμόεσσαν.
そしてあなたはすぐに彼を、風の吹き荒れるイリオンへと連れて行く。
§281ἢν δέ τις εἴρηταί σε καταθνητῶν ἀνθρώπων, §282ἥ τις σοι φίλον υἱὸν ὑπὸ ζώνῃ θέτο μήτηρ, §283τῷ δὲ σὺ μυθεῖσθαι μεμνημένος, ὥς σε κελεύω·
もし死すべき人間の誰かがあなたに尋ねたら、誰がお前の愛する息子を帯の下に宿した母親なのかと、あなたは、私が命じる通りに、忘れずにその者に語りなさい。
§284φάσθαι τοι Νύμφης καλυκώπιδος ἔκγονον εἶναι, §285αἳ τόδε ναιετάουσιν ὄρος καταειμένον ὕλῃ.
蕾のような目のニンフの子供であると語るのだ、森に覆われたこの山に住むニンフたちの。
§286εἰ δέ κεν ἐξείπῃς καὶ ἐπεύξεαι ἄφρονι θυμῷ §287ἐν φιλότητι μιγῆναι ἐυστεφάνῳ Κυθερείῃ, §288Ζεύς σε χολωσάμενος βαλέει ψολόεντι κεραυνῷ.
しかし、もしあなたが口を滑らせ、愚かな心で誇るなら、美しい冠を戴くキテレイアと愛をもって交わったと、ゼウスは怒って、あなたを煤けた雷電で撃つだろう。
§289εἴρηταί τοι πάντα·
すべてはあなたに語られた。
σὺ δὲ φρεσὶ σῇσι νοήσας, §290ἴσχεο μηδʼ ὀνόμαινε, θεῶν δʼ ἐποπίζεο μῆνιν. <milestone type="endquote"/>
あなたは心の中でよく考え、自制し、私の名を口にせず、神々の怒りを恐れなさい。
§291ὣς εἰποῦσʼ ἤιξε πρὸς οὐρανὸν ἠνεμόεντα.
そう言って彼女は、風の吹き荒れる天へと飛び去った。
§292χαῖρε, θεά, Κύπροιο ἐυκτιμένης μεδέουσα·
健やかにあれ、女神よ、よく築かれたキプロスを支配する方よ。
§293σεῦ δʼ ἐγὼ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον.
あなたから始めて、私は別の歌へと移りましょう。

語釈・文法注

  1. §223ἥβην αἰτῆσαι ξῦσαί τʼ ἄπο γῆρας ὀλοιόν — 不定詞 αἰτῆσαι と ξῦσαι (前置詞複合動詞 ἀποξύω 「削ぎ落とす」)は、ともに主節の動詞 ἐνόησε (「思い至らなかった、気づかなかった」)の目的語として並列されている。
  2. §239οὐκ ἂν ἐγώ γε σὲ τοῖον ἐν ἀθανάτοισιν ἑλοίμην — 潜在希求 ἂν ἑλοίμην に、対格主語 σὲ を伴う不定詞句が続いている。形容詞 τοῖον は、不定詞 εἶναι の意味上の主語 σὲ の状態を「そのような者として(老い衰えた姿で)」と限定する述語的用法である。
  3. §252οὐκέτι μοι στόμα χείσεται ἐξονομῆναι — 動詞 χείσεται は χανδάνω (「含む、内包する」)の未来形で、不定詞 ἐξονομῆναι とともに用いられて「私の口は〜することを容認しないだろう(語る余地を内包しないだろう)」という意味を表す。主語は στόμα で、μοι は利害関係の与格である。
  4. §283τῷ δὲ σὺ μυθεῖσθαι μεμνημένος — 不定詞 μυθεῖσθαι は、完了分詞 μεμνημένος とともに命令の意味で用いられている(命令法的不定詞)。代名詞 τῷ は、前文の疑問を投げかける人間を示す与格である。

この箇所を引用する

ホメロス風讃歌, 第5歌 アフロディテ讃歌 §221-293. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0013.tlg005.humanitext-grc2:221-293

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。