Humanitext Reader

荷马诗颂 · 荷马诗颂 5:致阿佛洛狄忒 §221-293

提托诺斯的命运与阿佛洛狄忒的告诫

第 4 段,共 4 段 · 希腊语

内容简介

阿佛洛狄忒通过提托诺斯的悲剧阐明不老不死之不可能,宣布了儿子的诞生,并描绘了抚养他的山林宁芙。最后,她严厉警告安喀塞斯必须保守两人结合的秘密,随即返回天界,结束了这首赞歌。

§221ἀθάνατόν τʼ εἶναι καὶ ζώειν ἤματα πάντα· §222τῇ δὲ Ζεὺς ἐπένευσε καὶ ἐκρήηνεν ἐέλδωρ.
使他得以不朽并终生享寿;宙斯对她点头首肯,满足了她的愿望。
§223νηπίη, οὐδʼ ἐνόησε μετὰ φρεσὶ πότνια Ἠὼς §224ἥβην αἰτῆσαι ξῦσαί τʼ ἄπο γῆρας ὀλοιόν.
愚蠢的人啊! 高贵的黎明女神在心中并未想到去祈求青春,并将毁灭性的衰老从他身上削去。
§225τὸν δʼ ἦ τοι εἵως μὲν ἔχεν πολυήρατος ἥβη, §226Ἠοῖ τερπόμενος χρυσοθρόνῳ, ἠριγενείῃ §227ναῖε παρʼ Ὠκεανοῖο ῥοῇς ἐπὶ πείρασι γαίης· §228αὐτὰρ ἐπεὶ πρῶται πολιαὶ κατέχυντο ἔθειραι §229καλῆς ἐκ κεφαλῆς εὐηγενέος τε γενείου, §230τοῦ δʼ ἦ τοι εὐνῆς μὲν ἀπείχετο πότνια Ἠώς, §231αὐτὸν δʼ αὖτʼ ἀτίταλλεν ἐνὶ μεγάροισιν ἔχουσα, §232σίτῳ τʼ ἀμβροσίῃ τε καὶ εἵματα καλὰ διδοῦσα.
当可爱的青春保有他的时候,他与金座的、初生的黎明女神一同欢欣,居住在大地尽头的俄刻阿诺斯洪流之旁;然而,当第一缕白发飘落,从他美丽的头颅和高贵的下巴上,那时高贵的黎明女神便远离了他的床榻,但她仍将他留在宫殿里抚养,给予他食物、神馔和美丽的衣裳。
§233ἀλλʼ ὅτε δὴ πάμπαν στυγερὸν κατὰ γῆρας ἔπειγεν, §234οὐδέ τι κινῆσαι μελέων δύνατʼ οὐδʼ ἀναεῖραι, §235ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή· §236ἐν θαλάμῳ κατέθηκε, θύρας δʼ ἐπέθηκε φαεινάς.
但是,当极其令人憎恶的衰老终于完全压迫着他,使他根本无法移动或抬起四肢时,在她的心中,这似乎是最好的计策:她将他安置在一个房间里,并关上了闪光的门。
§237τοῦ δʼ ἦ τοι φωνὴ ῥέει ἄσπετος, οὐδέ τι κῖκυς §238ἔσθʼ, οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν.
他的声音确实源源不断地流出,却再无半点力量,不像以前在他柔软的四肢中那样。
§239οὐκ ἂν ἐγώ γε σὲ τοῖον ἐν ἀθανάτοισιν ἑλοίμην §240ἀθάνατόν τʼ εἶναι καὶ ζώειν ἤματα πάντα.
我不愿让你在不朽的神明中成为这样的人,得以不朽并终生享寿。
§241ἀλλʼ εἰ μὲν τοιοῦτος ἐὼν εἶδός τε δέμας τε §242ζώοις ἡμέτερός τε πόσις κεκλημένος εἴης, §243οὐκ ἂν ἔπειτά μʼ ἄχος πυκινὰς φρένας ἀμφικαλύπτοι.
但如果你能在容貌和体态上保持现状,继续活下去并被称为我的丈夫,那么悲伤便不会笼罩我细密的心思。
§244νῦν δέ σε μὲν τάχα γῆρας ὁμοίιον ἀμφικαλύψει §245νηλειές, τό τʼ ἔπειτα παρίσταται ἀνθρώποισιν, §246οὐλόμενον, καματηρόν, ὅτε στυγέουσι θεοί περ.
但现在,无情的共同衰老很快就会笼罩你,它是此后常伴人类左右的,毁灭性的、疲惫不堪的,连神明都厌恶的存在。
§247αὐτὰρ ἐμοὶ μέγʼ ὄνειδος ἐν ἀθανάτοισι θεοῖσιν §248ἔσσεται ἤματα πάντα διαμπερὲς εἵνεκα σεῖο, §249οἳ πρὶν ἐμοὺς ὀάρους καὶ μήτιας, αἷς ποτε πάντας §250ἀθανάτους συνέμιξα καταθνητῇσι γυναιξί, §251τάρβεσκον· πάντας γὰρ ἐμὸν δάμνασκε νόημα.
而因为你,在不朽的神明之中,我将永远、持续承受巨大的耻辱,以前他们曾惧怕我的耳语和计谋,我曾用这些使所有不朽者与凡人女子交合;因为我的心思曾制服他们所有人。
§252νῦν δὲ δὴ οὐκέτι μοι στόμα χείσεται ἐξονομῆναι §253τοῦτο μετʼ ἀθανάτοισιν, ἐπεὶ μάλα πολλὸν ἀάσθην, §254σχέτλιον, οὐκ ὀνοταστόν, ἀπεπλάγχθην δὲ νόοιο, §255παῖδα δʼ ὑπὸ ζώνῃ ἐθέμην βροτῷ εὐνηθεῖσα.
但现在,我的口再也无法容纳在不朽者中提起此事,因为我受到了极大的蒙蔽,悲惨地、难以言表地,偏离了我的理智,并在与一个凡人男子同床后,在腰带下怀了孩子。
§256τὸν μέν, ἐπὴν δὴ πρῶτον ἴδῃ φάος ἠελίοιο, §257Νύμφαι μιν θρέψουσιν ὀρεσκῷοι βαθύκολποι, §258αἳ τόδε ναιετάουσιν ὄρος μέγα τε ζάθεόν τε· §259αἵ ῥʼ οὔτε θνητοῖς οὔτʼ ἀθανάτοισιν ἕπονται.
他,一旦他初见太阳的光芒,深乳的、居住在山中的宁芙们将会抚养他,她们居住在这座伟大而神圣的山上;她们确实既不跟随凡人,也不跟随不朽者。
§260δηρὸν μὲν ζώουσι καὶ ἄμβροτον εἶδαρ ἔδουσι §261καί τε μετʼ ἀθανάτοισι καλὸν χορὸν ἐρρώσαντο.
她们长寿并享用不朽的食物,并在不朽者中跳起美丽的舞蹈。
§262τῇσι δὲ Σειληνοὶ καὶ ἐύσκοπος Ἀργειφόντης §263μίσγοντʼ ἐν φιλότητι μυχῷ σπείων ἐροέντων.
塞勒诺斯们和敏锐的阿耳戈斯击杀者在可爱的洞穴深处与她们在爱中交合。
§264τῇσι δʼ ἅμʼ ἢ ἐλάται ἠὲ δρύες ὑψικάρηνοι §265γεινομένῃσιν ἔφυσαν ἐπὶ χθονὶ βωτιανείρῃ, §266καλαί, τηλεθάουσαι, ἐν οὔρεσιν ὑψηλοῖσιν.
在她们出生时,高耸的冷杉或橡树在养育人类的大地上与她们一同生长,在崇山峻岭中,美丽而繁茂。
§267ἑστᾶσʼ ἠλίβατοι, τεμένη δέ ἑ κικλήσκουσιν §268ἀθανάτων· τὰς δʼ οὔ τι βροτοὶ κείρουσι σιδήρῳ· §269ἀλλʼ ὅτε κεν δὴ μοῖρα παρεστήκῃ θανάτοιο, §270ἀζάνεται μὲν πρῶτον ἐπὶ χθονὶ δένδρεα καλά, §271φλοιὸς δʼ ἀμφιπεριφθινύθει, πίπτουσι δʼ ἄπʼ ὄζοι, §272τῶν δέ θʼ ὁμοῦ ψυχὴ λείπει φάος ἠελίοιο.
它们高耸站立,人类称它们为不朽者的圣地;凡人绝不用铁器砍伐它们;但是,当死亡的命运临近时,首先美丽的树木在大地上枯萎,树皮随之在周围消逝,树枝折落,与此同时,它们的灵魂离开了太阳的光芒。
§273αἳ μὲν ἐμὸν θρέψουσι παρὰ σφίσιν υἱὸν ἔχουσαι.
她们将会抚养我的儿子,将他留在身边。
§274τὸν μὲν ἐπὴν δὴ πρῶτον ἕλῃ πολυήρατος ἥβη, §275ἄξουσίν σοι δεῦρο θεαὶ δείξουσί τε παῖδα.
当可爱的青春初次占据他时,女神们将会把男孩带到你这里并向你展示。
§276σοὶ δʼ ἐγώ, ὄφρα κε ταῦτα μετὰ φρεσὶ πάντα διέλθω, §277ἐς πέμπτον ἔτος αὖτις ἐλεύσομαι υἱὸν ἄγουσα.
而我,为了在心中将这一切仔细思量,将在第五年带着你的儿子再次归来。
§278τὸν μὲν ἐπὴν δὴ πρῶτον ἴδῃς θάλος ὀφθαλμοῖσι, §279γηθήσεις ὁρόων· μάλα γὰρ θεοείκελος ἔσται· §280ἄξεις δʼ αὐτίκα νιν ποτὶ Ἴλιον ἠνεμόεσσαν.
当你第一眼看见他,一株供你眼睛注视的新芽,你看着便会欢欣;因为他将极像一位神明;你将立刻带他前往多风的伊利翁。
§281ἢν δέ τις εἴρηταί σε καταθνητῶν ἀνθρώπων, §282ἥ τις σοι φίλον υἱὸν ὑπὸ ζώνῃ θέτο μήτηρ, §283τῷ δὲ σὺ μυθεῖσθαι μεμνημένος, ὥς σε κελεύω· §284φάσθαι τοι Νύμφης καλυκώπιδος ἔκγονον εἶναι, §285αἳ τόδε ναιετάουσιν ὄρος καταειμένον ὕλῃ.
如果有必死的凡人问你,是谁作为母亲在腰带下怀了你可爱的儿子,你务必记住按照我的吩咐回答他:说他是如花般面容的宁芙的后代,属于居住在这座被森林覆盖的山上的宁芙。
§286εἰ δέ κεν ἐξείπῃς καὶ ἐπεύξεαι ἄφρονι θυμῷ §287ἐν φιλότητι μιγῆναι ἐυστεφάνῳ Κυθερείῃ, §288Ζεύς σε χολωσάμενος βαλέει ψολόεντι κεραυνῷ.
但如果你说漏了嘴,用愚蠢的心夸耀你曾与戴着精美冠冕的库忒蕾娅在爱中结合,愤怒的宙斯将会用冒烟的雷电击打你。
§289εἴρηταί τοι πάντα· σὺ δὲ φρεσὶ σῇσι νοήσας, §290ἴσχεο μηδʼ ὀνόμαινε, θεῶν δʼ ἐποπίζεο μῆνιν.
一切都已告诉了你;但你,在心中反思,克制自己,不要提及我的名字,惧怕神明的愤怒。
<milestone type="endquote"/> §291ὣς εἰποῦσʼ ἤιξε πρὸς οὐρανὸν ἠνεμόεντα.
” 这样说完,她便飞向了多风的天空。
§292χαῖρε, θεά, Κύπροιο ἐυκτιμένης μεδέουσα·
致敬,女神,统治着建造精良的塞浦路斯的主宰!
§293σεῦ δʼ ἐγὼ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον.
从你开始,我将转入另一首颂歌。

词汇与语法注释

  1. §223ἥβην αἰτῆσαι ξῦσαί τʼ ἄπο γῆρας ὀλοιόν — 不定式 αἰτῆσαι 和 ξῦσαι(源自复合动词 ἀποξύω,“削去、刮掉”)在句中并列,共同作为主句动词 ἐνόησε(“没有想到、未曾意识到”)的宾语。
  2. §239οὐκ ἂν ἐγώ γε σὲ τοῖον ἐν ἀθανάτοισιν ἑλοίμην — 潜能语气 ἂν ἑλοίμην 后接带有宾格主语 σὲ 的不定式结构。形容词 τοῖον 为宾语补足语(谓语性用法),限定不定式主语 σὲ 的具体状态(即“处于如此衰老的状态中”)。
  3. §252οὐκέτι μοι στόμα χείσεται ἐξονομῆναι — 动词 χείσεται 是 χανδάνω(“容纳、包含”)的将来时。与不定式 ἐξονομῆναι 连用,习惯上表示“我的口再无空间提及/容许去提及”。主语为 στόμα,μοι 为利害关系与格。
  4. §283τῷ δὲ σὺ μυθεῖσθαι μεμνημένος — 不定式 μυθεῖσθαι 与完成时分词 μεμνημένος 连用,具有命令和祈使的意思(即祈使性不定式)。与格代词 τῷ 指代前文中提问的那个人。

引用这一段

荷马诗颂, 荷马诗颂 5:致阿佛洛狄忒 §221-293. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0013.tlg005.humanitext-grc2:221-293

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。