Humanitext Reader

ホメロス風讃歌 · 第5歌 アフロディテ讃歌 §1-77

アプロディテの権能とアンキセスへの恋情

1 / 4 箇所 · ギリシア語

要旨

アプロディテの強大な権能と、それに屈服しない三柱の処女神(アテナ、アルテミス、ヘスティア)を紹介したのち、ゼウスの計らいによりアプロディテ自身が人間の英雄アンキセスへの激しい愛を抱き、彼を求めてイデ山へと赴くまでの経緯を描く。

§1μοῦσά μοι ἔννεπε ἔργα πολυχρύσου Ἀφροδίτης, §2Κύπριδος, ἥτε θεοῖσιν ἐπὶ γλυκὺν ἵμερον ὦρσε §3καί τʼ ἐδαμάσσατο φῦλα καταθνητῶν ἀνθρώπων §4οἰωνούς τε διιπετέας καὶ θηρία πάντα, §5ἠμὲν ὅσʼ ἤπειρος πολλὰ τρέφει ἠδʼ ὅσα πόντος·
ムーサよ、黄金に富むアプロディテの業を私に語れ、キプロス生まれの女神の、彼女は神々に甘い憧れを呼び起こし、死すべき人間の種族たちを従わせ、天を飛ぶ鳥たちや、あらゆる野獣たちをも従わせた、陸地が育む多くのものも、海が育むすべてのものも。
§6πᾶσιν δʼ ἔργα μέμηλεν ἐυστεφάνου Κυθερείης.
すべてのものにとって、美しく戴冠したキュテレイアの業が関心事である。
§7τρισσὰς δʼ οὐ δύναται πεπιθεῖν φρένας οὐδʼ ἀπατῆσαι·
だが彼女は、三つの心を説得することも欺くこともできない。
§8κούρην τʼ αἰγιόχοιο Διός, γλαυκῶπιν Ἀθήνην·
第一はアイギスを持つゼウスの娘、輝く目のアテナである。
§9οὐ γὰρ οἱ εὔαδεν ἔργα πολυχρύσου Ἀφροδίτης, §10ἀλλʼ ἄρα οἱ πόλεμοί τε ἅδον καὶ ἔργον Ἄρηος §11ὑσμῖναί τε μάχαι τε καὶ ἀγλαὰ ἔργʼ ἀλεγύνειν.
なぜなら彼女には黄金に富むアプロディテの業は気に入らず、むしろ戦争とアレスの仕事、小競り合いや戦闘、そして輝かしい技を磨くことが気に入っていた。
§12πρώτη τέκτονας ἄνδρας ἐπιχθονίους ἐδίδαξε §13ποιῆσαι σατίνας τε καὶ ἅρματα ποικίλα χαλκῷ.
彼女が最初に、地上の職人たる人間に青銅で装飾された馬車や様々な戦車を作ることを教えた。
§14ἣ δέ τε παρθενικὰς ἁπαλόχροας ἐν μεγάροισιν §15ἀγλαὰ ἔργʼ ἐδίδαξεν ἐπὶ φρεσὶ θεῖσα ἑκάστῃ.
また彼女は、館のなかの肌の柔らかい乙女たちに、それぞれの心に知恵を植え付けて、輝かしい手仕事を教えた。
§16οὐδέ ποτʼ Ἀρτέμιδα χρυσηλάκατον, κελαδεινὴν §17δάμναται ἐν φιλότητι φιλομμειδὴς Ἀφροδίτη.
また、黄金の紡ぎ糸を持ち、騒がしい狩りを楽しむアルテミスをも、笑いさざめくアプロディテは、愛によって従わせることは決してない。
§18καὶ γὰρ τῇ ἅδε τόξα καὶ οὔρεσι θῆρας ἐναίρειν, §19φόρμιγγές τε χοροί τε διαπρύσιοί τʼ ὀλολυγαὶ §20ἄλσεά τε σκιόεντα δικαίων τε πτόλις ἀνδρῶν.
なぜなら彼女には弓矢と、山々で野獣を倒すこと、そして竪琴や踊り、甲高い歓声、影深い木立や、義なる人々の都市が気に入っているからだ。
§21οὐδὲ μὲν αἰδοίῃ κούρῃ ἅδε ἔργʼ Ἀφροδίτης, §22Ἱστίῃ, ἣν πρώτην τέκετο Κρόνος ἀγκυλομήτης, §23αὖτις δʼ ὁπλοτάτην, βουλῇ Διὸς αἰγιόχοιο,
また、慎み深い乙女にもアプロディテの業は気に入らない、すなわちヘスティアであり、彼女を曲がった知恵のクロノスが最初に生み、そしてアイギスを持つゼウスの意志により、再び最年少として尊い女神。
§24πότνιαν, ἣν ἐμνῶντο Ποσειδάων καὶ Ἀπόλλων·
彼女にポセイドンとアポロンが求婚した。
§25ἣ δὲ μαλʼ οὐκ ἔθελεν, ἀλλὰ στερεῶς ἀπέειπεν·
しかし彼女はまったく望まず、断固として拒絶した。
§26ὤμοσε δὲ μέγαν ὅρκον, ὃ δὴ τετελεσμένος ἐστίν, §27ἁψαμένη κεφαλῆς πατρὸς Διὸς αἰγιόχοιο, §28παρθένος ἔσσεσθαι πάντʼ ἤματα, δῖα θεάων.
そして、現に果たされている大いなる誓いを立てた、父なるアイギス保持者ゼウスの頭に触れて、生涯処女であり続けることを、女神たちのなかの神聖な者よ。
§29τῇ δὲ πατὴρ Ζεὺς δῶκε καλὸν γέρας ἀντὶ γάμοιο
父なるゼウスは彼女に、婚礼の代わりに美しい名誉を与えた。
§30καὶ τε μέσῳ οἴκῳ κατʼ ἄρʼ ἕζετο πῖαρ ἑλοῦσα.
彼女は家の真ん中に座し、最も豊かな分け前を得ている。
§31πᾶσιν δʼ ἐν νηοῖσι θεῶν τιμάοχός ἐστι §32καὶ παρὰ πᾶσι βροτοῖσι θεῶν πρέσβειρα τέτυκται.
神々のあらゆる神殿において、彼女は尊ばれる者であり、すべての死すべき人間たちの間で、神々の最長老とされている。
§33τάων οὐ δύναται πεπιθεῖν φρένας οὐδʼ ἀπατῆσαι·
これら三柱の心を、彼女は説得することも欺くこともできない。
§34τῶν δʼ ἄλλων οὔ πέρ τι πεφυγμένον ἔστʼ Ἀφροδίτην §35οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων.
しかし、他の者たちの中には、アプロディテを逃れられる者は誰もいない、祝福された神々であれ、死すべき人間であれ。
§36καί τε παρὲκ Ζηνὸς νόον ἤγαγε τερπικεραύνου,
彼女は雷を喜ぶゼウスの心さえ迷わせる。
§37ὅστε μέγιστός τʼ ἐστὶ μεγίστης τʼ ἔμμορε τιμῆς.
彼は最も偉大であり、最大の栄誉を分け持っているというのに。
§38καί τε τοῦ, εὖτʼ ἐθέλοι, πυκινὰς φρένας ἐξαπαφοῦσα §39ῥηιδίως συνέμιξε καταθνητῇσι γυναιξίν,
彼女は、自分が望むときにはいつでも、彼の賢い心を欺き、たやすく彼を死すべき人間の女たちと交わらせる。
§40Ἥρης ἐκλελαθοῦσα, κασιγνήτης ἀλόχου τε,
彼の姉であり妻であるヘラを忘れさせて。
§41ἣ μέγα εἶδος ἀρίστη ἐν ἀθανάτῃσι θεῇσι.
彼女は不死の女神たちのなかで、その姿が際立って美しい。
§42κυδίστην δʼ ἄρα μιν τέκετο Κρόνος ἀγκυλομήτης §43μήτηρ τε Ῥείη·
この最も輝かしい彼女を、曲がった知恵のクロノスと母レイアが産んだ。
Ζεὺς δʼ ἄφθιτα μήδεα εἰδὼς §44αἰδοίην ἄλοχον ποιήσατο κέδνʼ εἰδυῖαν.
そして、朽ちぬ知恵を知るゼウスは、思慮深い彼女を、敬うべき妻とした。
§45τῇ δὲ καὶ αὐτῇ Ζεὺς γλυκὺν ἵμερον ἔμβαλε θυμῷ
しかし、ゼウスは彼女自身の心にも甘い憧れを吹き込んだ、死すべき人間の男と交わるように。
§46ἀνδρὶ καταθνητῷ μιχθήμεναι, ὄφρα τάχιστα §47μηδʼ αὐτὴ βροτέης εὐνῆς ἀποεργμένη εἴη, §48καί ποτʼ ἐπευξαμένη εἴπῃ μετὰ πᾶσι θεοῖσιν
それは彼女自身が、人間の床から免れているわけではないようにするため、そして、いつの日か神々すべての中で自慢げに、甘く微笑みながら、笑いさざめくアプロディテが言わないようにするため。
§49ἡδὺ γελοιήσασα, φιλομμειδὴς Ἀφροδίτη, §50ὤς ῥα θεοὺς συνέμιξε καταθνητῇσι γυναιξί, §51καί τε καταθνητοὺς υἱεῖς τέκον ἀθανάτοισιν, §52ὥς τε θεὰς ἀνέμιξε καταθνητοῖς ἀνθρώποις.
自分が神々を死すべき人間の女たちと交わらせ、彼らが不死の神々に死すべき息子たちを産んだこと、また自分が女神たちを死すべき人間の男たちと交わらせたことを。
§53Ἀγχίσεω δʼ ἄρα οἱ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ,
ゼウスはアンキセスのための甘い憧れを彼女の心に吹き込んだ。
§54ὃς τότʼ ἐν ἀκροπόλοις ὄρεσιν πολυπιδάκου Ἴδης §55βουκολέεσκεν βοῦς δέμας ἀθανάτοισιν ἐοικώς.
彼はそのとき、多くの泉を持つイデ山の高い峰々で、不死の神々に似た姿で牛を放牧していた。
§56τὸν δὴ ἔπειτα ἰδοῦσα φιλομμειδὴς Ἀφροδίτη §57ἠράσατʼ, ἔκπαγλος δὲ κατὰ φρένας ἵμερος εἷλεν.
その彼を、笑いさざめくアプロディテは見つめ、恋に落ち、激しい憧れが彼女の心を捉えた。
§58ἐς Κύπρον δʼ ἐλθοῦσα θυώδεα νηὸν ἔδυνεν, §59ἐς Πάφον·
彼女はキプロスへと向かい、香高き神殿へと入った、パポスにある神殿に。
ἔνθα δέ οἱ τέμενος βωμός τε θυώδης.
そこには彼女の聖域と香高き祭壇がある。
§60ἐνθʼ ἥ γʼ εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς·
そこに入ると、彼女は輝く扉を閉めた。
§61ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ §62ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας, §63ἀμβροσίῳ ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν.
そこではカリスたちが彼女の体を洗い、不死の神々の上に永遠に漂うような不死の油、神聖で心地よい、彼女のために香りをつけられた油を塗った。
§64ἑσσαμένη δʼ εὖ πάντα περὶ χροῒ εἵματα καλὰ §65χρυσῷ κοσμηθεῖσα φιλομμειδὴς Ἀφροδίτη §66σεύατʼ ἐπὶ Τροίης προλιποῦσʼ εὐώδεα Κύπρον,
彼女は体の上に美しい衣服をすべて見事にまとい、黄金で身を飾った、笑いさざめくアプロディテは、香高きキプロスを後にし、トロイアを目指して急いだ。
§67ὕψι μετὰ νέφεσιν ῥίμφα πρήσσουσα κέλευθον.
雲の間高く、素早く道を進みながら。
§68Ἴδην δʼ ἵκανεν πολυπίδακα, μητέρα θηρῶν, §69βῆ δʼ ἰθὺς σταθμοῖο διʼ οὔρεος·
彼女は多くの泉を持ち、野獣の母たるイデ山に着くと、山を通り抜けて、牧舎へとまっすぐ歩んだ。
οἳ δὲ μετʼ αὐτὴν §70σαίνοντες πολιοί τε λύκοι χαροποί τε λέοντες, §71ἄρκτοι παρδάλιές τε θοαὶ προκάδων ἀκόρητοι
彼女の後を尾を振りながら、灰色の狼たちや、輝く目をしたライオンたち、熊たち、そして鹿を襲って飽くことのない素早い豹たちが、ついて行った。
§72ἤισαν· ἣ δʼ ὁρόωσα μετὰ φρεσὶ τέρπετο θυμὸν §73καὶ τοῖς ἐν στήθεσσι βάλʼ ἵμερον·
彼女はそれを見て心の中で喜び、彼らの胸に憧れを投げ入れた。
οἳ δʼ ἅμα πάντες §74σύνδυο κοιμήσαντο κατὰ σκιόεντας ἐναύλους·
すると彼らは皆一緒に、影深い谷間のそこここで、つがいで眠りについた。
§75αὐτὴ δʼ ἐς κλισίας εὐποιήτους ἀφίκανε·
彼女自身は、よく造られた小屋へと着いた。
§76τὸν δʼ εὗρε σταθμοῖσι λελειμμένον οἶον ἀπʼ ἄλλων
そして、他の者たちから離れて、牧舎に一人取り残されていた英雄アンキセスを見出した。
§77Ἀγχίσην ἥρωα, θεῶν ἄπο κάλλος ἔχοντα.
彼は神々から授かった美しさを湛えていた。

語釈・文法注

  1. §2ἥτε — 関係代名詞 `ἥ` に、叙事詩において一般的・普遍的な属性を示す際によく用いられる小辞 `τε` が結びついた形。女神の永続的な性質を示している。
  2. §11ἀλεγύνειν — 「気にかける」「従事する」を意味する不定詞。§10 の動詞 `ἅδον`(気に入った)にかかっており、アテナの好む仕事のリストを締めくくっている。
  3. §23ὁπλοτάτην — クロノスから「最初に生まれ」(§22 `πρώτην`)、かつ(兄弟姉妹が吐き出された後に)「最後に生まれた」という神話的伝承に基づく。構文上は `αὖτις δʼ ὁπλοτάτην (τέκετο)` のように動詞が省略されている。
  4. §34πεφυγμένον ἔστʼ — 完了中動分詞 `πεφυγμένος` とコピュラ `ἐστί` による迂言法。能動的な完了の意味(「逃れた状態にある」)を表し、ここでは直接、対格 `Ἀφροδίτην` を支配している。
  5. §40ἐκλελαθοῦσα — 動詞 `ἐκλανθάνω` の重複アオリスト形 `ἐκλέλαθον` の女性分詞。他動詞・使役的な意味(「〜を忘れさせて」)を持ち、属格 `Ἥρης` を支配している。
  6. §62ἐπενήνοθεν — 叙事詩特有の三人称単数動詞(分類上は不完全完了形など)。「〜の上に載っている」「〜に漂っている」という意味を表し、関係節 `οἷα ...` の中で神々に特有の油の芳香を叙述している。

この箇所を引用する

ホメロス風讃歌, 第5歌 アフロディテ讃歌 §1-77. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0013.tlg005.humanitext-grc2:1-77

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。