Humanitext Reader

ホメロス風讃歌 · 第4歌 ヘルメス讃歌 §510-580

アポロンとヘルメスの誓いと杖の授与

8 / 8 箇所 · ギリシア語

要旨

アポロンとヘルメスは互いに誓いを立て、ヘルメスはアポロンの神域を侵さないことを約束し、アポロンはヘルメスに黄金の魔杖と家畜の支配権を授け、さらに部分的な予言の術をも司る虫の乙女たち(セムナイ)の存在を教えることで、両者の堅い友好が結ばれる。

§510ἱμερτήν, δεδαώς, ὃ δʼ ἐπωλένιον κιθάριζεν·
美しく愛らしい竪琴を、彼は習得して、腕に抱えて弾いた。
§511αὐτὸς δʼ αὖθʼ ἑτέρης σοφίης ἐκμάσσατο τέχνην· §512συρίγγων ἐνοπὴν ποιήσατο τηλόθʼ ἀκουστήν.
一方、ヘルメス自身は、別の知恵の技術を編み出し、遠くまで響き渡る牧笛の音を作り出した。
§513καὶ τότε Λητοΐδης Ἑρμῆν πρὸς μῦθον ἔειπε·
そのとき、レトの息子はヘルメスに言葉をかけた。
§514<milestone type="startquote"/> δείδια, Μαιάδος υἱέ, διάκτορε, ποικιλομῆτα, §515μή μοι ἅμα κλέψῃς κίθαριν καὶ καμπύλα τόξα·
<milestone type="startquote"> 「マイアの息子よ、伝令にして機知に富む者よ、私は恐れている、お前が私の竪琴と曲がった弓を同時に盗みはしないかと。
§516τιμὴν γὰρ πὰρ Ζηνὸς ἔχεις ἐπαμοίβια ἔργα §517θήσειν ἀνθρώποισι κατὰ χθόνα πουλυβότειραν.
というのも、お前はゼウスから、豊かな大地の上で人間たちに物物交換の業(交易)を確立するという栄誉を授かっているからだ。
§518ἀλλʼ εἴ μοι τλαίης γε θεῶν μέγαν ὅρκον ὀμόσσαι, §519ἢ κεφαλῇ νεύσας ἢ ἐπὶ Στυγὸς ὄβριμον ὕδωρ, §520πάντʼ ἂν ἐμῷ θυμῷ κεχαρισμένα καὶ φίλα ἔρδοις.
しかし、もしお前が神々の大いなる誓いを私に立ててくれるなら、頭でうなずくか、あるいはステュクスの恐るべき水にかけて誓うなら、お前は私の心にこの上なく適う、喜ばしいことをすべて行うことになるだろう。
<milestone type="endquote"/> §521καὶ τότε Μαιάδος υἱὸς ὑποσχόμενος κατένευσε, §522μή ποτʼ ἀποκλέψειν, ὅσʼ Ἑκηβόλος ἐκτεάτισται, §523μηδέ ποτʼ ἐμπελάσειν πυκινῷ δόμῳ·
」 <milestone type="endquote"/> そのとき、マイアの息子は約束してうなずいた、遠矢射る者が所有するものを決して盗まないこと、また、その頑丈な館に決して近づかないことを。
αὐτὰρ Ἀπόλλων §524Λητοΐδης κατένευσεν ἐπʼ ἀρθμῷ καὶ φιλότητι, §525μή τινα φίλτερον ἄλλον ἐν ἀθανάτοισιν ἔσεσθαι, §526μήτε θεὸν μήτʼ ἄνδρα Διὸς γόνον·
一方、アポロン、レトの息子は、固い結束と親愛にかけてうなずいた、不死の神々の中で、他の誰一人として彼(ヘルメス)より親しい者とはならないことを、神であれ、ゼウスの血を引く人間であれ。
ἐκ δὲ τέλειον §526a[αἰετὸν ἧκε πατήρ·
そして完璧な証として、[父ゼウスは鷲を放った。
ὁ δʼ ἐπώμοσεν·
そして彼(アポロン)は誓った。
ἦ σε μάλʼ οἶον] §527<milestone type="startquote"/> σύμβολον ἀθανάτων ποιήσομαι ἠδʼ ἅμα πάντων, §528πιστὸν ἐμῷ θυμῷ καὶ τίμιον·
「確かに私はお前だけを、] <milestone type="startquote"> 不死の神々、そしてすべての者たちに対する、同時に私の心にとって信頼でき、尊い象徴(誓約の証)としよう。
αὐτὰρ ἔπειτα §529ὄλβου καὶ πλούτου δώσω περικαλλέα ῥάβδον,
そしてその後、富と財産の、極めて美しい杖を授けよう。
§530χρυσείην, τριπέτηλον, ἀκήριον ἥ σε φυλάξει §531πάντας ἐπικραίνουσʼ ἄθλους ἐπέων τε καὶ ἔργων §532τῶν ἀγαθῶν, ὅσα φημὶ δαήμεναι ἐκ Διὸς ὀμφῆς.
それは黄金の、三枚の葉の、不滅の杖であり、お前を守り、私がゼウスの声から学び知ったと断言するすべての善き言葉と行いの、すべての営みを成就させるだろう。
§533μαντείην δέ, φέριστε, διοτρεφές, ἣν ἐρεείνεις, §534οὔτε σὲ θέσφατόν ἐστι δαήμεναι οὔτε τινʼ ἄλλον §535ἀθανάτων·
しかし、尊き者、ゼウスに育まれし者よ、お前が尋ねる予言の術については、お前がそれを知ることも、不死の神々の他の誰かが知ることも、神意により定められてはいない。
τὸ γὰρ οἶδε Διὸς νόος·
というのも、それを知るのはゼウスの心だけだからだ。
αὐτὰρ ἐγώ γε §536πιστωθεὶς κατένευσα καὶ ὤμοσα καρτερὸν ὅρκον, §537μή τινα νόσφιν ἐμεῖο θεῶν αἰειγενετάων §538ἄλλον γʼ εἴσεσθαι Ζηνὸς πυκινόφρονα βουλήν.
しかし、私は保証を得てうなずき、強い誓いを立てたのだ、常世に生きる神々のうち、私を除いては、他の誰もゼウスの深い知恵の計略を知ることはないという誓いを。
§539καὶ σύ, κασίγνητε χρυσόρραπι, μή με κέλευε §540θέσφατα πιφαύσκειν, ὅσα μήδεται εὐρύοπα Ζεύς.
だから、黄金の杖を持つ我が兄弟よ、私に命じないでくれ、広く響き渡る声のゼウスが企てるすべての神託を明かすようにと。
§541ἀνθρώπων δʼ ἄλλον δηλήσομαι, ἄλλον ὀνήσω, §542πολλὰ περιτροπέων ἀμεγάρτων φῦλʼ ἀνθρώπων.
私は人間たちの、ある者には害を与え、ある者には益を与え、気の毒な人間たちの種族を大いに惑わすことになるだろう。
§543καὶ μὲν ἐμῆς ὀμφῆς ἀπονήσεται, ὅς τις ἂν ἔλθῃ §544φωνῇ καὶ πτερύγεσσι τεληέντων οἰωνῶν·
そして、私の神託から益を得るのは、成就する鳥たちのさえずりと翼(飛翔の兆し)を伴ってやって来る者だ。
§545οὗτος ἐμῆς ὀμφῆς ἀπονήσεται, οὐδʼ ἀπατήσω.
そのような者は私の神託から益を得るだろう、私は彼を欺かない。
§546ὃς δέ κε μαψιλόγοισι πιθήσας οἰωνοῖσι §547μαντείην ἐθέλῃσι παρὲκ νόον ἐξερεείνειν §548ἡμετέρην, νοέειν δὲ θεῶν πλέον αἰὲν ἐόντων, §549φήμʼ, ἁλίην ὁδὸν εἶσιν.
しかし、でたらめを言う鳥たちを信じて、私たちの予言をその真意に反して問い質そうとし、常世に生きる神々よりも多くを知ろうと望む者は、断言するが、無駄な道を歩むことになる。
ἐγὼ δέ κε δῶρα δεχοίμην.
だが、私はその贈り物は受け取ろう。
§550ἄλλο δέ τοι ἐρέω, Μαίης ἐρικυδέος υἱὲ §551καὶ Διὸς αἰγιόχοιο, θεῶν ἐριούνιε δαῖμον·
もう一つ、お前に語ろう、栄えあるマイアの息子にして、アイギスを持つゼウスの息子、神々の大いなる助け手なる神よ。
§552σεμναὶ γὰρ τινες εἰσί, κασίγνηται γεγαυῖαι, §553παρθένοι, ὠκείῃσιν ἀγαλλόμεναι πτερύγεσσι, §554τρεῖς·
厳かな、姉妹として生まれたある乙女たちがいる、素早い翼を誇る、三人の乙女たちだ。
κατὰ δὲ κρατὸς πεπαλαγμέναι ἄλφιτα λευκά, §555οἰκία ναιετάουσιν ὑπὸ πτυχὶ Παρνησοῖο,
彼女たちの頭には白い大麦の粉が振りかけられており、パルナソスの谷間の下に館を構えて住んでいる。
§556μαντείης ἀπάνευθε διδάσκαλοι, ἣν ἐπὶ βουσὶ §557παῖς ἔτʼ ἐὼν μελέτησα· πατὴρ δʼ ἐμὸς οὐκ ἀλέγιζεν,
彼女たちは予言の教師たちであり、それは私がまだ少年であった頃、牛たちのそばで練習したもので、私の父は気にも留めなかった。
§558ἐντεῦθεν δὴ ἔπειτα ποτώμεναι ἄλλοτε ἄλλη §559κηρία βόσκονται καὶ τε κραίνουσιν ἕκαστα.
そこから、彼女たちはあちらこちらへと飛び回り、蜜蜂の巣を貪り、それぞれのことを成就させる。
§560αἳ δʼ ὅτε μὲν θυΐωσιν ἐδηδυῖαι μέλι χλωρόν, §561προφρονέως ἐθέλουσιν ἀληθείην ἀγορεύειν·
彼女たちは、新鮮な蜜を食べて熱狂しているときは、喜んで真実を語ろうとする。
§562ἢν δʼ ἀπονοσφισθῶσι θεῶν ἡδεῖαν ἐδωδήν, §563ψεύδονται δὴ ἔπειτα διʼ ἀλλήλων δονέουσαι.
しかし、もし神々の甘い食物を奪われるなら、彼女たちは互いに飛び回りながら、偽りを語る。
§564τάς τοι ἔπειτα δίδωμι·
その彼女たちをお前に授けよう。
σὺ δʼ ἀτρεκέως ἐρεείνων §565σὴν αὐτοῦ φρένα τέρπε, καὶ εἰ βροτὸν ἄνδρα δαείῃς,
お前は彼女たちを正確に問い質して、お前自身の心を喜ばせなさい。
§566πολλάκι σῆς ὀμφῆς ἐπακούσεται, αἴ κε τύχῃσι.
そして、もし死すべき人間に教えるなら、もし機会に恵まれるなら、彼は何度も度々お前の神託に耳を傾けるだろう。
§567ταῦτʼ ἔχε, Μαιάδος υἱέ, καὶ ἀγραύλους ἕλικας βοῦς
これらを受け取りなさい、マイアの息子よ。
§568ἵππους τʼ ἀμφιπόλευε καὶ ἡμιόνους ταλαεργούς. <milestone type="endquote"/>
そして野宿する曲がった角の牛たち、馬たち、そして労苦に耐えるラバたちを世話するがよい。
§568a[ὡς ἔφατʼ·
」 <milestone type="endquote"/> [そう彼は言った。
οὐρανόθεν δὲ πατὴρ Ζεὺς αὐτὸς ἔπεσσι §568bθῆκε τέλος·
天から、父ゼウス自らがその言葉に成就を授けた。
πᾶσιν δʼ ἄρʼ ὅ γʼ οἰωνοῖσι κέλευσεν] §569καὶ χαροποῖσι λέουσι καὶ ἀργιόδουσι σύεσσι §570καὶ κυσὶ καὶ μήλοισιν, ὅσα τρέφει εὐρεῖα χθών, §571πᾶσι δʼ ἐπὶ προβάτοισιν ἀνάσσειν κύδιμον Ἑρμῆν,
そして彼(ゼウス)はすべての鳥たちに命じた、]鋭い目をしたライオンたち、白い牙を持つ猪たち、犬たち、そして広い大地が育むすべての羊たち、すべての家畜を栄光あるヘルメスが支配するようにと。
§572οἶον δʼ εἰς Ἀΐδην τετελεσμένον ἄγγελον εἶναι, §573ὅς τʼ ἄδοτός περ ἐὼν δώσει γέρας οὐκ ἐλάχιστον.
そして、冥府ハデスへの、唯一の任じられた使者となるようにと、ハデスは(贈り物を)与えられない者であっても、少なからぬ栄誉を(ヘルメスに)授けるだろう。
§574οὕτω Μαιάδος υἱὸν ἄναξ ἐφίλησεν Ἀπόλλων §575παντοίῃ φιλότητι·
このように、アポロン王はマイアの息子を愛した、あらゆる親愛をもって。
χάριν δʼ ἐπέθηκε Κρονίων.
そして、クロノスの子ゼウスが恵みを加えた。
§576πᾶσι δʼ ὅ γε θνητοῖσι καὶ ἀθανάτοισιν ὁμιλεῖ.
彼はすべての死すべき人間たち、不死の神々たちと交わる。
§577παῦρα μὲν οὖν ὀνίνησι, τὸ δʼ ἄκριτον ἠπεροπεύει §578νύκτα διʼ ὀρφναίην φῦλα θνητῶν ἀνθρώπων.
彼はごく少数の者にしか益を与えず、識別できない闇を通して、暗い夜の間中、死すべき人間の種族を欺き続ける。
§579καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς καὶ Μαιάδος, υἱέ·
だから、お前よ、そのように健やかであれ、ゼウスとマイアの息子よ。
§580αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομʼ ἀοιδῆς.
私はお前のことも、また他の歌のことも心に留めるだろう。

語釈・文法注

  1. §516τιμὴν γὰρ πὰρ Ζηνὸς ἔχεις ἐπαμοίβια ἔργα θήσειν — 不定詞句 θήσειν(未来不定詞)は、名詞 τιμήν(栄誉・特権)の内容を具体的に説明する同格の働きをしている。ヘルメスがゼウスから授かった「人間たちの間で交換(交易)の業を打ち立てる」という職能・特権を意味する。
  2. §525μή τινα φίλτερον ἄλλον ἐν ἀθανάτοισιν ἔσεσθαι — 動詞 κατένευσεν(§524)にかかる、間接話法における対格不定詞構文(主語 τινα... ἄλλον、動詞 ἔσεσθαι)。否定辞に μή が用いられているのは、これが誓約・約束(κράτης)の文脈を伴う確約の意を表しているからである。
  3. §531ἐπικραίνουσʼ ἄθλους ἐπέων τε καὶ ἔργων τῶν ἀγαθῶν — 分詞 ἐπικραίνουσα は、先行する女性名詞 ῥάβδον(§529)を修飾する関係節内の主語(女性単数)として黄金の杖の機能を説明している。tῶν ἀγαθῶν は ἐπέων と ἔργων の両方に係り、「すべての善き言葉と行い」を意味する。
  4. §543ὃς τις ἂν ἔλθῃ φωνῇ καὶ πτερύγεσσι τεληέντων οἰωνῶν — 関係詞 ὅς τις ἄν +接続法による一般的条件節。φώνῃ と πτερύγεσσι は手段または随伴の与格。直訳すると「完全な(吉兆の)鳥たちの声と羽に従って来る者は誰でも」となり、鳥占い(兆し)に導かれて神託を求めに来る者を指す。
  5. §565καὶ εἰ βροτὸν ἄνδρα δαείῃς — 接続助詞 εἰ に希求法 δαείῃς(aorist passive 2nd singular, ここでは能動の意味「教える」)が続くことで、可能性の低い仮定(もし万が一、死すべき人間にその技術を教えるようなことがあれば)を表している。

この箇所を引用する

ホメロス風讃歌, 第4歌 ヘルメス讃歌 §510-580. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0013.tlg004.humanitext-grc2:510-580

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。