Humanitext Reader

ホメロス風讃歌 · 第3歌 アポロン讃歌 §279-345

クリサでの神殿造営と大蛇退治

5 / 8 箇所 · ギリシア語

要旨

アポロンはパルナッソス山の下のクリサに神殿の礎を据え、そこを神託所とする。その地にあった泉の巨大な雌蛇をアポロンが退治するが、この蛇はかつてヘラがゼウスへの怒りから一人で産み落とした怪物テュパオンを育てたものであった。

§279οἳ Διὸς οὐκ ἀλέγοντες ἐπὶ χθονὶ ναιετάασκον §280ἐν καλῇ βήσσῃ Κηφισίδος ἐγγύθι λίμνης.
彼らはゼウスを気にかけることなく地上に住んでいた、ケピシス湖の近くの美しい谷に。
§281ἔνθεν καρπαλίμως προσέβης πρὸς δειράδα θύων §282ἵκεο δʼ ἐς Κρίσην ὑπὸ Παρνησὸν νιφόεντα,
そこからあなたは尾根へと激しく突進しつつ急いで登って行き、雪深きパルナッソス山の下のクリサへと至った。
§283κνημὸν πρὸς Ζέφυρον τετραμμένον, αὐτὰρ ὕπερθεν §284πέτρη ἐπικρέμαται, κοίλη δʼ ὑποδέδρομε βῆσσα, §285τρηχεῖʼ·
そこは西風に向いた山脚であり、しかしその上には岩が覆いかぶさり、下には荒々しく窪んだ谷が走っている。
ἔνθα ἄναξ τεκμήρατο Φοῖβος Ἀπόλλων §286νηὸν ποιήσασθαι ἐπήρατον εἶπέ τε μῦθον· §287<milestone type="startquote"> ἐνθάδε δὴ φρονέω τεῦξαι περικαλλέα νηὸν
そこで主たるポイボス・アポロンは、美しい神殿を造ることを計画し、言葉を語った: <milestone type="startquote"> 「私はここに実に美しい神殿を建て、人々のための神託所にしようと考えている。
§288ἔμμεναι ἀνθρώποις χρηστήριον, οἵτε μοι αἰεὶ §289ἐνθάδʼ ἀγινήσουσι τεληέσσας ἑκατόμβας, §290ἠμὲν ὅσοι Πελοπόννησον πίειραν ἔχουσιν, §291ἠδʼ ὅσοι Εὐρώπην τε καὶ ἀμφιρύτας κατὰ νήσους,
彼らは私に、常にここへ完全な百牛犠牲を運んでくるだろう、肥沃なペロポネソスを領する人々も、ヨーロッパや海に囲まれた島々を領する人々も、神託を求めに来るすべての人々に。
§292χρησόμενοι· τοῖσιν δʼ ἄρʼ ἐγὼ νημερτέα βουλὴν §293πᾶσι θεμιστεύοιμι χρέων ἐνὶ πίονι νηῷ.
私は彼らすべてに、誤りのない意志を、この豊かな神殿の中で神託として告げるだろう。
<milestone type="endquote"> §294ὣς εἰπὼν διέθηκε θεμείλια Φοῖβος Ἀπόλλων §295εὐρέα καὶ μάλα μακρὰ διηνεκές·
」 <milestone type="endquote"> そう言って、ポイボス・アポロンは礎を据え置いた、広く、そしてどこまでも実に長く。
αὐτὰρ ἐπʼ αὐτοῖς §296λάινον οὐδὸν ἔθηκε Τροφώνιος ἠδʼ Ἀγαμήδης, §297υἱέες Ἐργίνου, φίλοι ἀθανάτοισι θεοῖσιν·
しかしその礎の上に、トロポニオスとアガメデスが石の敷居を据えた、エルギノスの子らであり、不死なる神々に愛された者たちである。
§298ἀμφὶ δὲ νηὸν ἔνασσαν ἀθέσφατα φῦλʼ ἀνθρώπων §299ξεστοῖσιν λάεσσιν, ἀοίδιμον ἔμμεναι αἰεί.
そして、数限りない人間の部族が磨かれた石を用いて神殿を周囲に築き上げ、それが永遠に歌い継がれるものとなるようにした。
§300ἀγχοῦ δὲ κρήνη καλλίρροος, ἔνθα δράκαιναν §301κτεῖνεν ἄναξ, Διὸς υἱός, ἀπὸ κρατεροῖο βιοῖο,
その近くには美しく流れる泉があり、そこで雌の大蛇を王たるゼウスの息子は強い弓から殺した。
§302ζατρεφέα, μεγάλην, τέρας ἄγριον, ἣ κακὰ πολλὰ §303ἀνθρώπους ἔρδεσκεν ἐπὶ χθονί, πολλὰ μὲν αὐτούς,
よく肥えた巨大な、野生の怪物であり、彼女は地上で人々に対して多くの悪事を働いていた。 人々自身にも多くの害をなし、また足の長い羊たちにも多くの害をなした。
§304πολλὰ δὲ μῆλα ταναύποδʼ, ἐπεὶ πέλε πῆμα δαφοινόν.
なぜなら彼女は血に飢えた災いだったからである。
§305καὶ ποτε δεξαμένη χρυσοθρόνου ἔτρεφεν Ἥρης §306δεινόν τʼ ἀργαλέον τε Τυφάονα, πῆμα βροτοῖσιν·
またかつて、彼女は黄金の座のヘラから受け取って育てた、凡人にとっての災いである、恐ろしく不快なテュパオンを。
§307ὅν ποτʼ ἄρʼ Ἥρη ἔτικτε χολωσαμένη Διὶ πατρί, §308ἡνίκʼ ἄρα Κρονίδης ἐρικυδέα γείνατʼ Ἀθήνην §309ἐν κορυφῇ·
かつてヘラは父なるゼウスに怒って彼を産んだのである、クロノスの子が、誉れ高いアテナを頭から生み出した時に。
ἣ δʼ αἶψα χολώσατο πότνια Ἥρη §310ἠδὲ καὶ ἀγρομένοισι μετʼ ἀθανάτοισιν ἔειπε· §311<milestone type="startquote"> κέκλυτέ μευ, πάντες τε θεοὶ πᾶσαί τε θέαιναι, §312ὡς ἔμʼ ἀτιμάζειν ἄρχει νεφεληγερέτα Ζεὺς
その時、尊きヘラはすぐに怒り、集まった不死なる神々の中で語った: <milestone type="startquote"> 「私の言葉を聞きなさい、すべての男神たちよ、すべての女神たちよ、雲を集めるゼウスがいかに私を軽んじ始めているかを。
§313πρῶτος, ἐπεί μʼ ἄλοχον ποιήσατο κέδνʼ εἰδυῖαν·
彼が私を、良き道をわきまえた妻としたのに、彼の方からまず。
§314καὶ νῦν νόσφιν ἐμεῖο τέκε γλαυκῶπιν Ἀθήνην,
そして今、私を差し置いて、彼は輝く目のアテナを生み落とした。
§315ἣ πᾶσιν μακάρεσσι μεταπρέπει ἀθανάτοισιν·
彼女はすべての幸福な不死の神々の中で際立っている。
§316αὐτὰρ ὅ γʼ ἠπεδανὸς γέγονεν μετὰ πᾶσι θεοῖσι §317παῖς ἐμὸς Ἥφαιστος, ῥικνὸς πόδας, ὃν τέκον αὐτή·
しかし、すべての神々の中で虚弱な者となってしまったのは、私自身が産んだ私の息子ヘパイストス、足の不自由な者である。
§317a[αἶσχος ἐμοὶ καὶ ὄνειδος ἐν οὐρανῷ ὅντε καὶ αὐτή] §318ῥῖψʼ ἀνὰ χερσὶν ἑλοῦσα καὶ ἔμβαλον εὐρέι πόντῳ·
[天における私への恥辱であり不名誉である彼を、私自身もまた]手にとって放り投げ、広い海へと投げ落とした。
§319ἀλλά ἑ Νηρῆος θυγάτηρ Θέτις ἀργυρόπεζα §320δέξατο καὶ μετὰ ᾗσι κασιγνήτῃσι κόμισσεν.
しかし、ネレウスの娘、銀の足のテティスが彼を受け止め、自分の姉妹たちとともに世話をしてくれた。
§321ὡς ὄφελʼ ἄλλο θεοῖσι χαρίζεσθαι μακάρεσσι.
彼は幸福な神々に、別のやり方で気に入られるべきであったのに。
§322σχέτλιε, ποικιλομῆτα, τί νῦν μητίσεαι ἄλλο;
過酷な男、策謀に満ちた男よ、今度はどのような別のことを企むつもりか?
§323πῶς ἔτλης οἶος τεκέειν γλαυκῶπιν Ἀθήνην;
どうしてあなた一人で、輝く目のアテナを産むなどという大胆なことができたのか?
§324οὐκ ἂν ἐγὼ τεκόμην;
私が産むわけにはいかなかったのか?
καὶ σὴ κεκλημένη ἔμπης §325ἦα ῥʼ ἐν ἀθανάτοισιν, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.
いずれにせよ、私は広い天を領する不死なる神々の中で、あなたの妻であったというのに。
§325aφράζεο νῦν μή τοί τι κακὸν μητίσομʼ ὀπίσσω.
今に見ていなさい、私が後にあなたに対して何か災いを企むことのないように。
§326καὶ νῦν μέντοι ἐγὼ τεχνήσομαι, ὥς κε γένηται §327παῖς ἐμός, ὅς κε θεοῖσι μεταπρέποι ἀθανάτοισιν, §328οὔτε σὸν αἰσχύνασʼ ἱερὸν λέχος οὔτʼ ἐμὸν αὐτῆς.
そして今、私も実に計略を巡らせよう、私の息子が生まれて不死なる神々の中で際立つようにと、あなたの神聖な床をも、私自身の床をも汚すことなしに。
§329οὐδέ τοι εἰς εὐνὴν πωλήσομαι, ἀλλʼ ἀπὸ σεῖο §330τηλόθʼ ἐοῦσα θεοῖσι μετέσσομαι ἀθανάτοισιν.
私は決してあなたの寝床には通わず、あなたから遠く離れて、不死なる神々とともに過ごすでしょう。
<milestone type="endquote"> §331ὣς εἰποῦσʼ ἀπὸ νόσφι θεῶν κίε χωομένη κῆρ.
」 <milestone type="endquote"> そう語って、彼女は心に怒りを抱き、神々から離れて去って行った。
§332αὐτίκʼ ἔπειτʼ ἠρᾶτο βοῶπις πότνια Ἥρη, §333χειρὶ καταπρηνεῖ δʼ ἔλασε χθόνα καὶ φάτο μῦθον· §334<milestone type="startquote"> κέκλυτε νῦν μευ, Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθεν §335Τιτῆνές τε θεοί, τοὶ ὑπὸ χθονὶ ναιετάοντες §336Τάρταρον ἀμφὶ μέγαν, τῶν ἒξ ἄνδρες τε θεοί τε·
その時すぐに、牛の目の尊きヘラは祈りを捧げ、掌を伏せて大地を叩き、言葉を語った: <milestone type="startquote"> 「今こそ私の言葉を聞きなさい、大地よ、上なる広い天よ、そして大いなるタルタロスの周りの地底に住まうティタンの神々よ、彼らから人間も神々も生まれ出たのである。
§337αὐτοὶ νῦν μευ πάντες ἀκούσατε καὶ δότε παῖδα
あなた方全員が今、私の祈りを聞き、ゼウスを交えずに私に子を授けなさい。
§338νόσφι Διός, μηδέν τι βίην ἐπιδευέα κείνου·
彼の力に少しも劣らない子を。
§339ἀλλʼ ὅ γε φέρτερος ἔστω, ὅσον Κρόνου εὐρύοπα Ζεύς. <milestone type="endquote">
それどころか、広く遠くまで響く声を持つゼウスがクロノスよりも優れているのと同じくらい、その子が優れているように。
§340ὣς ἄρα φωνήσασʼ ἵμασε χθόνα χειρὶ παχείῃ·
」 <milestone type="endquote"> そう叫んで、彼女は豊かな手で大地を激しく打った。
§341κινήθη δʼ ἄρα Γαῖα φερέσβιος·
すると生命を育む大地が震えた。
ἣ δὲ ἰδοῦσα §342τέρπετο ὃν κατὰ θυμόν·
ヘラはそれを見て、心の中で喜んだ。
ὀίετο γὰρ τελέεσθαι.
なぜなら祈りが成就されると思ったからである。
§343ἐκ τούτου δὴ ἔπειτα τελεσφόρον εἰς ἐνιαυτὸν §344οὔτε πότʼ εἰς εὐνὴν Διὸς ἤλυθε μητιόεντος, §345οὔτε πότʼ ἐς θῶκον πολυδαίδαλον, ὡς τὸ πάρος περ
これ以来、それから実りをもたらす一年の間、彼女は思慮深いゼウスの寝床に行くこともなく、また、以前のように見事に作られた玉座に就くこともなかった、

語釈・文法注

  1. 284ὑποδέδρομε — 動詞 ὑποτρέχω の現在完了形であるが、動作の完了から生じた現在の持続的な状態を表し、「(下に)走っている、通っている」という意味を表す、いわゆる状態完了の用法である。
  2. 298ἀμφὶ δὲ νηὸν ἔνασσαν — ἔνασσαν は νάω(建てる、詰める)の過去形アオリスト。副詞的機能を持つ前置詞 ἀμφί とともに「彼らは神殿を周囲に築き上げた」という意味を成す。主語は後続の ἀθέσφατα φῦλʼ ἀνθρώπων である。
  3. 305δεξαμένη χρυσοθρόνου ... Ἥρης — 属格 Ἥρης は、分詞 δεξαμένη (δέχομαι のアオリスト分詞)が要求する「〜から受け取る」という起点・分離を表す奪格的属格の用法である。
  4. 321ὡς ὄφελʼ ... χαρίζεσθαι — 実現不可能な強い願望を表す ὄφελον(ὀφείλω の2人称・3人称過去形、アオリスト)+不定詞の構文。「〜であればよかったのに」を意味する。
  5. 336τῶν ἒξ — τῶν は関係代名詞で先行詞であるティタンの神々を指す。ἒξ は前置詞 ἐκ の後置形(anastrophe)であり、関係代名詞に後置されたためにアクセントが前に移動して鋭アクセントになっている。「彼らから」の意。

この箇所を引用する

ホメロス風讃歌, 第3歌 アポロン讃歌 §279-345. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0013.tlg003.humanitext-grc2:279-345

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。