Humanitext Reader

ホメロス風讃歌 · 第3歌 アポロン讃歌 §138-208

デロス島の祭典とアポロンのオリュンポス登攀

3 / 8 箇所 · ギリシア語

要旨

アポロン誕生後のデロス島の繁栄と、島に集うイオニア人の祭典、そしてアポロンがオリンポスに上り神々と楽しむ様子が歌われます。

§138νήσων ἠπείρου τε, φίλησε δὲ κηρόθι μᾶλλον.
[他の島々や大陸よりも、心からより深く彼女を愛した。
] §139ἤνθησʼ, ὡς ὅτε τε ῥίον οὔρεος ἄνθεσιν ὕλης.
]デロス島は、山の峰が森の花々で満ちて輝くように、輝いた。
§140αὐτὸς δʼ, ἀργυρότοξε, ἄναξ ἑκατηβόλʼ Ἄπολλον, §141ἄλλοτε μέν τʼ ἐπὶ Κύνθου ἐβήσαο παιπαλόεντος, §142ἄλλοτε δʼ ἂν νήσους τε καὶ ἀνέρας ἠλάσκαζες.
あなた自身は、銀の弓を持つ者、遠矢の王アポロンよ、ある時は険しきキュントス山に登り、またある時は島々や人々のもとを彷徨い歩いた。
§143πολλοί τοι νηοί τε καὶ ἄλσεα δενδρήεντα·
多くの神殿と木々繁る聖林があなたのもの。
§144πᾶσαι δὲ σκοπιαί τε φίλαι καὶ πρώονες ἄκροι §145ὑψηλῶν ὀρέων ποταμοί θʼ ἅλαδε προρέοντες·
すべての見晴らしの良い高台や、高き山の頂、そして海へと流れ下る川も、あなたの愛するもの。
§146ἀλλὰ σὺ Δήλῳ, Φοῖβε, μάλιστʼ ἐπιτέρπεαι ἦτορ, §147ἔνθα τοι ἑλκεχίτωνες Ἰάονες ἠγερέθονται §148αὐτοῖς σὺν παίδεσσι καὶ αἰδοίῃς ἀλόχοισιν.
だがポイボスよ、あなたはデロスで最も心を楽しませる、そこには裾の長い衣を着たイオニア人たちが集う、彼らの子供たちや慎み深い妻たちとともに。
§149οἱ δέ σε πυγμαχίῃ τε καὶ ὀρχηθμῷ καὶ ἀοιδῇ §150μνησάμενοι τέρπουσιν, ὅτʼ ἄν στήσωνται ἀγῶνα.
彼らは拳闘と踊りと歌をもって、あなたを思い起こし、競技を催すときに楽しませる。
§151φαίη κʼ ἀθανάτους καὶ ἀγήρως ἔμμεναι αἰεί, §152ὃς τόθʼ ὑπαντιάσειʼ, ὅτʼ Ἰάονες ἀθρόοι εἶεν·
誰もが彼らを不死にしていつまでも老いないものと思うだろう、そのときイオニア人が一堂に会するのを見るならば。
§153πάντων γάρ κεν ἴδοιτο χάριν, τέρψαιτο δὲ θυμὸν §154ἄνδρας τʼ εἰσορόων καλλιζώνους τε γυναῖκας §155νῆάς τʼ ὠκείας ἠδʼ αὐτῶν κτήματα πολλά.
なぜなら、すべてのものの優美さを目にし、心を楽しませるだろうから、男たちと美しく帯を締めた女たち、そして素早い船と彼らの多くの財宝を眺めて。
§156πρὸς δὲ τόδε μέγα θαῦμα, ὅου κλέος οὔποτʼ ὀλεῖται, §157κοῦραι Δηλιάδες, ἑκατηβελέταο θεράπναι·
そしてこれに加えて、その名声が決して失われることのない、大いなる奇跡がある、デロスの乙女たち、遠矢の神の仕え人たちである。
§158αἵ τʼ ἐπεὶ ἂρ πρῶτον μὲν Ἀπόλλωνʼ ὑμνήσωσιν, §159αὖτις δʼ αὖ Λητώ τε καὶ Ἄρτεμιν ἰοχέαιραν, §160μνησάμεναι ἀνδρῶν τε παλαιῶν ἠδὲ γυναικῶν §161ὕμνον ἀείδουσιν, θέλγουσι δὲ φῦλʼ ἀνθρώπων.
彼女たちはまずアポロンを賛美し、次いでレトと矢を喜ぶアルテミスを歌い、昔の男たちと女たちを思い起こして、歌を歌い、人間の種族たちを魅了する。
§162πάντων δʼ ἀνθρώπων φωνὰς καὶ βαμβαλιαστὺν §163μιμεῖσθʼ ἴσασιν·
彼女たちはすべての人の声と、その言葉の響きを模倣することを知っている。
φαίη δέ κεν αὐτὸς ἕκαστος §164φθέγγεσθʼ·
誰もが自分自身が話しているのだと言うだろう。
οὕτω σφιν καλὴ συνάρηρεν ἀοιδή.
それほどに美しく彼女らの歌は調和している。
§165ἀλλʼ ἄγεθʼ ἱλήκοι μὲν Ἀπόλλων Ἀρτέμιδι ξύν, §166χαίρετε δʼ ὑμεῖς πᾶσαι·
だが、どうかアポロンがアルテミスとともに慈悲深くあらんことを、あなたがた皆に挨拶を送る。
ἐμεῖο δὲ καὶ μετόπισθεν §167μνήσασθʼ, ὁππότε κέν τις ἐπιχθονίων ἀνθρώπων §168ἐνθάδ’ ἀνείρηται ξεῖνος ταλαπείριος ἐλθών· §169<milestone type="startquote"> ὦ κοῦραι, τίς δʼ ὔμμιν ἀνὴρ ἥδιστος ἀοιδῶν §170ἐνθάδε πωλεῖται, καὶ τέῳ τέρπεσθε μάλιστα;
そして後にも私のことを思い起こしてほしい、地上の人間の誰かがここにやって来て、苦難を舐めた異邦人として尋ねるとき、 <milestone type="startquote"> 「お嬢さん方、あなたがたにとって、ここで歌う歌い手たちの中で誰が最も愛しく、誰に最も心を楽しませていますか」と。
<milestone type="endquote"> §171ὑμεῖς δʼ εὖ μάλα πᾶσαι ὑποκρίνασθαι ἀφήμως· §172<milestone type="startquote"> τυφλὸς ἀνήρ, οἰκεῖ δὲ Χίῳ ἔνι παιπαλοέσσῃ §173τοῦ πᾶσαι μετόπισθεν ἀριστεύσουσιν ἀοιδαί. <milestone type="endquote">
<milestone type="endquote"> あなたがた皆は、声を一つにして、実に見事に答えてほしい、 <milestone type="startquote"> 「盲目の男で、岩がちのキオスに住んでおり、彼のすべての歌が、後々までも最も優れたものとなるでしょう」と。
§174ἡμεῖς δʼ ὑμέτερον κλέος οἴσομεν, ὅσσον ἐπʼ αἶαν §175ἀνθρώπων στρεφόμεσθα πόλεις εὖ ναιεταώσας·
<milestone type="endquote"> そして私たちはあなたがたの名声を、私たちが大地のよく建てられた人間の都市を巡り歩く限り、運んでいくだろう。
§176οἳ δʼ ἐπὶ δὴ πείσονται, ἐπεὶ καὶ ἐτήτυμόν ἐστιν.
そして彼らはそれを信じるだろう。 なぜならそれは真実なのだから。
§177αὐτὰρ ἐγὼν οὐ λήξω ἑκηβόλον Ἀπόλλωνα §178ὑμνέων ἀργυρότοξον, ὃν ἠύκομος τέκε Λητώ.
しかし私は遠矢の神アポロンを賛美することをやめないだろう、銀の弓の神、美しい髪のレトが産んだ神を。
§179ὦ ἄνα, καὶ Λυκίην καὶ Μῃονίην ἐρατεινὴν §180καὶ Μίλητον ἔχεις, ἔναλον πόλιν ἱμερόεσσαν, §181αὐτὸς δʼ αὖ Δήλοιο περικλύστοιο μέγʼ ἀνάσσεις.
おお、王よ、あなたはリュキアと愛らしいマイオニアを、そして海辺の魅力的な都市ミレトスを領し、あなた自身はまた波に洗われるデロスを大いに支配しておられる。
§182εἶσι δὲ φορμίζων Λητοῦς ἐρικυδέος υἱὸς §183φόρμιγγι γλαφυρῇ πρὸς Πυθὼ πετρήεσσαν, §184ἄμβροτα εἵματʼ ἔχων τεθυωμένα·
栄光に満ちたレトの息子は、竪琴を弾きながら、空洞の竪琴とともに岩がちのピュトへと進み、不死の、香り高き衣をまとっている。
τοῖο δὲ φόρμιγξ §185χρυσέου ὑπὸ πλήκτρου καναχὴν ἔχει ἱμερόεσσαν.
彼の竪琴は黄金の琴爪に打たれて、愛らしい響きをあげる。
§186ἔνθεν δὲ πρὸς Ὄλυμπον ἀπὸ χθονός, ὥστε νόημα, §187εἶσι Διὸς πρὸς δῶμα θεῶν μεθʼ ὁμήγυριν ἄλλων.
そこから、地上からオリンポスへと、思考のように素早く、彼はゼウスの館へと、他の神々の集いのもとへと進む。
§188αὐτίκα δʼ ἀθανάτοισι μέλει κίθαρις καὶ ἀοιδή·
するとたちまち、不死なる神々にとっては竪琴と歌が関心の的となる。
§189Μοῦσαι μέν θʼ ἅμα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ §190ὑμνεῦσίν ῥα θεῶν δῶρʼ ἄμβροτα ἠδʼ ἀνθρώπων §191τλημοσύνας, ὅσʼ ἔχοντες ὑπʼ ἀθανάτοισι θεοῖσι
ミューズたちは皆一斉に、美しい声で交互に、神々の不朽の賜物と、人間の苦難を歌う。
§192ζώουσʼ ἀφραδέες καὶ ἀμήχανοι, οὐδὲ δύνανται §193εὑρέμεναι θανάτοιό τʼ ἄκος καὶ γήραος ἄλκαρ·
人間たちは不死なる神々の下で分別もなく力もなく生き、死の薬も老いの防ぎ手も見出すことができない。
§194αὐτὰρ ἐυπλόκαμοι Χάριτες καὶ ἐύφρονες Ὧραι §195Ἁρμονίη θʼ Ἥβη τε Διὸς θυγάτηρ τʼ Ἀφροδίτη §196ὀρχεῦντʼ ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχουσαι·
一方、美しい髪のカリスたちと、心優しきホーラたち、ハルモニアとヘーベー、そしてゼウスの娘アプロディーテは、お互いの手首を掴み合って踊る。
§197τῇσι μὲν οὔτʼ αἰσχρὴ μεταμέλπεται οὔτʼ ἐλάχεια, §198ἀλλὰ μάλα μεγάλη τε ἰδεῖν καὶ εἶδος ἀγητή, §199Ἄρτεμις ἰοχέαιρα ὁμότροφος Ἀπόλλωνι.
彼女たちの中で、醜くもなければ、見劣りもしない、むしろ見るからに非常に大きく、姿も驚嘆すべき者が歌う、アポロンとともに育った、矢を喜ぶアルテミスである。
§200ἐν δʼ αὖ τῇσιν Ἄρης καὶ ἐύσκοπος Ἀργειφόντης §201παίζουσʼ·
また彼女たちの中で、アレスと、よく狙うアルゲイポンテスが興じている。
αὐτὰρ ὁ Φοῖβος Αʼπόλλων ἐγκιθαρίζει §202καλὰ καὶ ὕψι βιβάς·
一方、ポイボス・アポロンは竪琴を奏でる、美しく、そして高く歩みを運びながら。
αἴγλη δέ μιν ἀμφιφαείνει §203μαρμαρυγαί τε ποδῶν καὶ ἐυκλώστοιο χιτῶνος.
光輝が彼を包み照らす、足のきらめきと、よく紡がれたキトンから。
§204οἳ δʼ ἐπιτέρπονται θυμὸν μέγαν εἰσορόωντες §205Λητώ τε χρυσοπλόκαμος καὶ μητίετα Ζεὺς §206υἷα φίλον παίζοντα μετʼ ἀθανάτοισι θεοῖσι.
彼らはそれを見て大いに心を楽しませる、黄金の髪のレトと、思慮深きゼウスが、愛する息子が不死なる神々の間で興じるのを見て。
§207πῶς τʼ ἄρ σʼ ὑμνήσω πάντως εὔυμνον ἐόντα;
私はいかにして、あらゆる点で讃歌に値するあなたを歌うべきだろうか。
§208ἠέ σʼ ἐνὶ μνηστῆρσιν ἀείδω καὶ φιλότητι,
私はあなたを求婚者たちと愛の中で歌うべきか、

語釈・文法注

  1. 151φαίη κʼ... ὃς τόθʼ ὑπαντιάσειʼ — `φαίη κʼ`(`ἄν` を伴う希求法、潜在希求「〜と言うだろう」)と関係詞節内の希求法 `ὑπαντιάσειε` が組み合わさり、仮定・条件のニュアンス(「もし誰かが〜に出会うならば、…と言うだろう」)を表している。
  2. 163μιμεῖσθʼ ἴσασιν — `ἴσασι`(`οἶδα` の三人称複数)が不定詞 `μιμεῖσθαι`(`μιμέομαι` の現在不定詞)を伴い、「〜することを(技術として)知っている、上手に〜できる」という意味を表している。
  3. 171ὑποκρίνασθαι — アオリスト不定詞 `ὑποκρίνασθαι` が、主語の二人称代名詞 `ὑμεῖς` とともに、独立文において命令を表す表現(命令的不定詞)として用いられている。
  4. 207πῶς τʼ ἄρ σʼ ὑμνήσω — `ὑμνήσω` は一見未来直説法のように見えるが、ここでは疑問詞 `πῶς` とともに用いられたアオリスト接続法(躊躇接続法)であり、「私はいかにしてあなたを歌うべきか」という自問を表している。

この箇所を引用する

ホメロス風讃歌, 第3歌 アポロン讃歌 §138-208. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0013.tlg003.humanitext-grc2:138-208

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。