Humanitext Reader

ホメロス風讃歌 · 第3歌 アポロン讃歌 §70-137

レトの誓いとアポロンの誕生および神託の宣言

2 / 8 箇所 · ギリシア語

要旨

デロス島はアポロン誕生後の荒廃を恐れるがレトの固い誓いで安堵し、お産の女神が駆けつけてアポロンが誕生する。誕生したアポロンは神託を授ける自身の使命を宣言する。

§70τῷ ῥʼ αἰνῶς δείδοικα κατὰ φρένα καὶ κατὰ θυμόν, §71μή, ὁπότʼ ἂν τὸ πρῶτον ἴδῃ φάος ἠελίοιο, §72νῆσον ἀτιμήσας, ἐπεὶ ἦ κραναήπεδός εἰμι, §73ποσσὶ καταστρέψας ὤσῃ ἁλὸς ἐν πελάγεσσιν,
「それゆえ私は、心の中でも魂の中でもひどく恐れています、彼が初めて太陽の光を目にするとき、私を、私がまことに岩がちで平坦でない地であるからと軽蔑して、足で蹴り倒し、海の深淵へと押しやってしまうのではないかと。
§74ἔνθʼ ἐμὲ μὲν μέγα κῦμα κατὰ κρατὸς ἅλις αἰεὶ §75κλύσσει· ὃ δʼ ἄλλην γαῖαν ἀφίξεται, ἥ κεν ἅδῃ οἱ, §76τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα·
そこでは大きな波が私の頭の上を常に浴びせかけ、彼は、彼の気に入るであろう他の土地へと行ってしまうでしょう、神殿を建て、木々の茂る聖林を造るために。
§77πουλύποδες δʼ ἐν ἐμοὶ θαλάμας φῶκαί τε μέλαιναι §78οἰκία ποιήσονται ἀκηδέα, χήτεϊ λαῶν.
そして私の上には、多足類や黒いアザラシたちが荒れ果てた住処を造るでしょう、人々がいないために。
§79ἀλλʼ εἴ μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι, §80ἐνθάδε μιν πρῶτον τεύξειν περικαλλέα νηὸν §81ἔμμεναι ἀνθρώπων χρηστήριον, αὐτὰρ ἔπειτα §81a[τεύξασθαι νηούς τε καὶ ἄλσεα δενδρηέντα] §82πάντας ἐπʼ ἀνθρώπους, ἐπεὶ ἦ πολυώνυμος ἔσται.
しかし女神よ、あなたがもし私に、厳かな誓いを立てることを引き受けてくださるなら、ここに彼が最初に、人間たちのための神託所となるべき、極めて美しい神殿を建て、その後に[すべての人々のために神殿を建て、木々の茂る聖林を造るであろうと]すべての人々に向かって、なぜなら彼はいや増して有名になるでしょうから。
<milestone type="endquote" §83ὣς ἄρ ἔφη·
」 <milestone type="endquote" 彼女はこう言った。
Λητὼ δὲ θεῶν μέγαν ὅρκον ὄμοσσε·
レトは神々の大いなる誓いを立てた。
§84<milestone type="startquote" ἴστω νῦν τάδε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθεν §85καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅστε μέγιστος
<milestone type="startquote" 「今や、大地と、上なる広き天、そして流れ下るステュクスの水がこれを知るように。
§86ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσιν·
これこそは、至福なる神々において最も偉大で、最も恐るべき誓いである。
§87ἦ μὴν Φοίβου τῇδε θυώδης ἔσσεται αἰεὶ §88βωμὸς καὶ τέμενος, τίσει δέ σέ γʼ ἔξοχα πάντων.
まことにこの地に、常にポイボスの香り高き祭壇と聖域が置かれ、彼は何よりもまず汝を尊ぶであろう。
<milestone type="endquote" §89αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον, §90Δῆλος μὲν μάλα χαῖρε γονῇ ἑκάτοιο ἄνακτος·
」 <milestone type="endquote" さて彼女が誓いを立て、誓いを終えると、デロスは遠矢の王の誕生を大いに喜んだ。
§91Λητὼ δʼ ἐννῆμάρ τε καὶ ἐννέα νύκτας ἀέλπτοις §92ὠδίνεσσι πέπαρτο.
しかしレトは九日九晩、思いがけないほど激しい産みの苦しみに貫かれていた。
θεαὶ δʼ ἔσαν ἔνδοθι πᾶσαι, §93ὅσσαι ἄρισται ἔασι, Διώνη τε Ῥείη τε
女神たちは皆、中にいた、最も優れた神々が。
§94Ἰχναίη τε Θέμις καὶ ἀγάστονος Ἀμφιτρίτη §95ἄλλαι τʼ ἀθάναται νόσφιν λευκωλένου Ἥρης·
ディオーネー、レイアー、イクナイアーのテミス、そして嘆きを呼ぶアンピトリーテー、そして他の不死なる女神たちも、白い腕のヘーラーを除いて。
§96ἧστο γὰρ ἐν μεγάροισι Διὸς νεφεληγερέταο·
ヘーラーは雲を集めるゼウスの館に座していたのだ。
§97μούνη δʼ οὐκ ἐπέπυστο μογοστόκος Εἰλείθυια·
唯一、お産を助けるエイレイテυィアだけが知らされていなかった。
§98ἧστο γὰρ ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσιν, §99Ἥρης φραδμοσύνης λευκωλένου, ἥ μιν ἔρυκε
彼女はオリンポスの頂で黄金の雲の下に座していた、白い腕のヘーラーの策略によって。
§100ζηλοσύνῃ, ὅτʼ ἄρʼ υἱὸν ἀμύμονά τε κρατερόν τε
ヘーラーは嫉妬のゆえに彼女を留め置いていた、まさに、レトが非の打ち所のない力強い息子を生もうとしていた、そのときに。
§101Λητὼ τέξεσθαι καλλιπλόκαμος τότʼ ἔμελλεν.
美しい髪のレトが。
§102αἳ δʼ Ἶριν προὔπεμψαν ἐυκτιμένης ἀπὸ νήσου, §103ἀξέμεν Εἰλείθυιαν, ὑποσχόμεναι μέγαν ὅρμον,
女神たちは、よく築かれた島からイリスを送り出した、エイレイテυィアを連れてくるようにと。
§104χρυσείοισι λίνοισιν ἐερμένον, ἐννεάπηχυν·
黄金の糸で繋がれた九ペキュスの大いなる首飾りを約束して。
§105νόσφιν δʼ ἤνωγον καλέειν λευκωλένου Ἥρης, §106νή μιν ἔπειτʼ ἐπέεσσιν ἀποστρέψειεν ἰοῦσαν.
そして彼女に、白い腕のヘーラーから離れて呼ぶようにと命じた、彼女が言葉によって、来る途中の彼女を引き返させることがないように。
§107αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε ποδήνεμος ὠκέα Ἶρις,
さて、足が風のように速いイリスはこれを聞くと、走り出だした。
§108βῆ ῥα θέειν, ταχέως δὲ διήνυσε πᾶν τὸ μεσηγύ.
そして素早く中間の道すべてを通り抜けた。
§109αὐτὰρ ἐπεί ῥʼ ἵκανε θεῶν ἕδος, αἰπὺν Ὄλυμπον, §110αὐτίκʼ ἄρʼ Εἰλείθυιαν ἀπὲκ μεγάροιο θύραζε §111ἐκπροκαλεσσαμένη ἔπεα πτερόεντα προσηύδα,
神々の住処である険しきオリンポスに着くや、すぐさまエイレイテυィアを館の戸口の外へと呼び出し、翼ある言葉をかけた。
§112πάντα μάλʼ, ὡς ἐπέτελλον Ὀλύμπια δώματʼ ἔχουσαι.
オリンポスの館を領する女神たちが命じた通りのことを、すべて余さず語った。
§113τῇ δʼ ἄρα θυμὸν ἔπειθεν ἐνὶ στήθεσσι φίλοισι·
こうして彼女は、彼女の胸の中の心を説得した。
§114βὰν δὲ ποσὶ τρήρωσι πελειάσιν ἴθμαθʼ ὁμοῖαι.
二人は、臆病な鳩のように足取りも軽く歩んで行った。
§115εὖτʼ ἐπὶ Δήλου ἔβαινε μογοστόκος Εἰλείθυια, §116δὴ τότε τὴν τόκος εἷλε, μενοίνησεν δὲ τεκέσθαι.
お産を助けるエイレイテυィアがデロスに足を踏み入れたとき、まさにそのとき、レトに産気づきが襲い、生みたいと切望した。
§117ἀμφὶ δὲ φοίνικι βάλε πήχεε, γοῦνα δʼ ἔρεισε §118λειμῶνι μαλακῷ·
彼女はナツメヤシの木に両腕を回し、膝を柔らかい草原に押し当てた。
μείδησε δὲ γαῖʼ ὑπένερθεν·
その下で大地は微笑んだ。
§119ἐκ δʼ ἔθορε πρὸ φόωσδε· θεαὶ δʼ ὀλόλυξαν ἅπασαι.
彼は光の中へと飛び出し、女神たちは皆、歓声を上げた。
§120ἔνθα σέ, ἤιε Φοῖβε, θεαὶ λόον ὕδατι καλῷ §121ἁγνῶς καὶ καθαρῶς, σπάρξαν δʼ ἐν φάρεϊ λευκῷ, §122λεπτῷ, νηγατέῳ·
そこで、叫びを浴びるポイボスよ、女神たちは美しい水であなたを聖らかに清らかに洗い、白い衣で包んだ、薄い、新しく織られた衣で。
περὶ δὲ χρύσεον στρόφον ἧκαν.
そしてその周りに黄金の帯を巻きつけた。
§123οὐδʼ ἄρʼ Ἀπόλλωνα χρυσάορα θήσατο μήτηρ,
黄金の剣を持つアポロンには、母は乳を与えなかった。
§124ἀλλὰ Θέμις νέκταρ τε καὶ ἀμβροσίην ἐρατεινὴν §125ἀθανάτῃσιν χερσὶν ἐπήρξατο·
むしろ、テミスがネクタルと愛らしいアンブロシアを不死の手で与えた。
χαῖρε δὲ Λητώ, §126οὕνεκα τοξοφόρον καὶ καρτερὸν υἱὸν ἔτικτεν.
レトは喜んだ、弓持ちの力強い息子を産んだがゆえに。
§127αὐτὰρ ἐπεὶ δή, Φοῖβε, κατέβρως ἄμβροτον εἶδαρ, §128οὔ σέ γʼ ἔπειτʼ ἴσχον χρύσεοι στρόφοι ἀσπαίροντα, §129οὐδʼ ἔτι δέσματʼ ἔρυκε, λύοντο δὲ πείρατα πάντα.
ポイボスよ、あなたが不死の食物を食べ終えると、もはや黄金の帯も、もがくあなたを留めておくことはできず、絆もあなたを拘束できず、すべての結び目がほどけた。
§130αὐτίκα δʼ ἀθανάτῃσι μετηύδα Φοῖβος Ἀπόλλων·
すぐさまポイボス・アポロンは不死なる女神たちに語りかけた。
§131<milestone type="startquote"> εἴη μοι κίθαρίς τε φίλη καὶ καμπύλα τόξα,
<milestone type="startquote" 「私に、愛する竪琴と曲がった弓を。
§132χρήσω δʼ ἀνθρώποισι Διὸς νημερτέα βουλήν.
私は人間たちに、ゼウスの誤りなき意志を告げよう。
<milestone type="endquote"> §133ὣς εἰπὼν ἐβίβασκεν ἐπὶ χθονὸς εὐρυοδείης §134Φοῖβος ἀκερσεκόμης, ἑκατηβόλος·
」 <milestone type="endquote" こう言って、道広き地の上を歩み進んだ、髪を切らぬポイボス、遠矢の神が。
αἳ δʼ ἄρα πᾶσαι §135θάμβεον ἀθάναται·
女神たちは皆、驚嘆した。
χρυσῷ δʼ ἄρα Δῆλος ἅπασα §136[βεβρίθει, καθορῶσα Διὸς Λητοὺς τε γενέθλην, §137γηθοσύνῃ, ὅτι μιν θεὸς εἵλετο οἰκία θέσθαι
そしてデロスはすべて黄金で[重くなり、ゼウスとレトの御子を見て、喜びに満ちた、神が自らの住処としてこの地を選ばれたがゆえに。 ]

語釈・文法注

  1. §71μή, ὁπότʼ ἂν τὸ πρῶτον ἴδῃ — 前文の動詞 δείδοικα(恐れる)に導かれた懸念を表す従属節を導く接続詞 μή である。ὁπότʼ ἂν ἴδῃ(彼が最初に見るときはいつでも)という条件・時間節が挿入され、さらに §73 の ὤσῃ(押しやる)へと構文が継続している。
  2. §76τεύξασθαι νηόν — 不定詞 τεύξασθαι の意味上の主語は、先行する ὅ δʼ(アポロン)である。関係節 ἥ κεν ἅδῃ οἱ(彼を喜ばせるであろう[他の地])の後に位置し、目的(〜するために)を表す不定詞として機能している。
  3. §105νόσφιν δʼ ἤνωγον καλέειν λευκωλένου Ἥρης — 前置詞 νόσφιν(〜を離れて、〜に隠れて)は属格支配であり、ここでは λευκωλένου Ἥρης に係る。不定詞 καλέειν は、主節の動詞 προὔπεμψαν(送り出した)から続く命令・依頼の意味を補う。

この箇所を引用する

ホメロス風讃歌, 第3歌 アポロン讃歌 §70-137. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0013.tlg003.humanitext-grc2:70-137

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。