Humanitext Reader

ホメロス · オデュッセイア §9.72-9.144

ロトパゴイの国とキュクロプス沖の山羊島

58 / 173 箇所 · ギリシア語

要旨

オデュッセウスは暴風雨によってロトパゴイの国に漂着し、蜜のように甘いロトスを食べて帰還の意志を失った同志たちを連れ戻す。その後、彼らは野生の山羊が豊かに生息する未開の無人島へ到着し、対岸のキュクロプスたちの国を望む。

§9.72καὶ τὰ μὲν ἐς νῆας κάθεμεν, δείσαντες ὄλεθρον, §9.73αὐτὰς δʼ ἐσσυμένως προερέσσαμεν ἤπειρόνδε.
私たちは破滅を恐れて、帆を船の中へと下ろし、船自体は急いで力一杯漕いで陸地へと進めた。
§9.74ἔνθα δύω νύκτας δύο τʼ ἤματα συνεχὲς αἰεὶ §9.75κείμεθʼ, ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες.
そこで二日二晩、続けてずっと私たちは横たわり、疲労と苦痛によって自らの心をすり減らしていた。
§9.76ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς, §9.77ἱστοὺς στησάμενοι ἀνά θʼ ἱστία λεύκʼ ἐρύσαντες §9.78ἥμεθα, τὰς δʼ ἄνεμός τε κυβερνῆταί τʼ ἴθυνον.
しかし、美しい髪の暁が三日目の日を完成させたとき、マストを立て、白い帆を引き上げて、私たちは座り、風と操舵手たちが船をまっすぐに進めた。
§9.79καί νύ κεν ἀσκηθὴς ἱκόμην ἐς πατρίδα γαῖαν· §9.80ἀλλά με κῦμα ῥόος τε περιγνάμπτοντα Μάλειαν §9.81καὶ Βορέης ἀπέωσε, παρέπλαγξεν δὲ Κυθήρων.
そして今や、私は無傷で祖国の地に到達したであろうに、マレイア岬を回り込もうとしたときに、波と潮流、そして北風が私を押し戻し、キュテラ島から遠く外れさせた。
§9.82ἔνθεν δʼ ἐννῆμαρ φερόμην ὀλοοῖς ἀνέμοισιν §9.83πόντον ἐπʼ ἰχθυόεντα·
そこから九日間、私は破滅的な風に流され、魚の群れる海の上を進んだ。
ἀτὰρ δεκάτῃ ἐπέβημεν §9.84γαίης Λωτοφάγων, οἵ τʼ ἄνθινον εἶδαρ ἔδουσιν.
しかし十日目に私たちは、花の食べ物を食すロトパゴイの土地に上陸した。
§9.85ἔνθα δʼ ἐπʼ ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθʼ ὕδωρ, §9.86αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι.
そこで私たちは陸に上がり、水を汲み、同志たちはすぐさま速い船の傍らで食事をとった。
§9.87αὐτὰρ ἐπεὶ σίτοιό τʼ ἐπασσάμεθʼ ἠδὲ ποτῆτος, §9.88δὴ τοτʼ ἐγὼν ἑτάρους προΐειν πεύθεσθαι ἰόντας, §9.89οἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντες
さて、私たちが食べ物と飲み物を口にした後、まさにそのとき、私は偵察のために行くよう同志たちを送り出した、この地に住み、パンを食う人々がいかなる人間たちであるかを知るために。
§9.90ἄνδρε δύω κρίνας, τρίτατον κήρυχʼ ἅμʼ ὀπάσσας.
二人の男を選び、三人目として伝令を彼らに同行させた。
§9.91οἱ δʼ αἶψʼ οἰχόμενοι μίγεν ἀνδράσι Λωτοφάγοισιν·
彼らはすぐに出発し、ロトパゴイの人々の中に混じり合った。
§9.92οὐδʼ ἄρα Λωτοφάγοι μήδονθʼ ἑτάροισιν ὄλεθρον §9.93ἡμετέροις, ἀλλά σφι δόσαν λωτοῖο πάσασθαι.
するとロトパゴイの人々は、私たちの同志たちに破滅を企てることはせず、むしろ彼らにロトスを味わうよう与えた。
§9.94τῶν δʼ ὅς τις λωτοῖο φάγοι μελιηδέα καρπόν, §9.95οὐκέτʼ ἀπαγγεῖλαι πάλιν ἤθελεν οὐδὲ νέεσθαι,
彼らのうち、ロトスの蜜のように甘い果実を食べた者は誰でも、もはや報告のために戻ることも、帰還することも望まなくなった。
§9.96ἀλλʼ αὐτοῦ βούλοντο μετʼ ἀνδράσι Λωτοφάγοισι §9.97λωτὸν ἐρεπτόμενοι μενέμεν νόστου τε λαθέσθαι.
むしろ彼らはその場所に、ロトパゴイの人々とともに留まり、ロトスを摘み食いながら、帰還を忘れることを望んだ。
§9.98τοὺς μὲν ἐγὼν ἐπὶ νῆας ἄγον κλαίοντας ἀνάγκῃ, §9.99νηυσὶ δʼ ἐνὶ γλαφυρῇσιν ὑπὸ ζυγὰ δῆσα ἐρύσσας.
私は彼らを、泣き叫ぶのも構わず無理矢理に船へと連れ戻し、船底の深い船の、腰掛けの下へと引きずり込んで縛り付けた。
§9.100αὐτὰρ τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους §9.101σπερχομένους νηῶν ἐπιβαινέμεν ὠκειάων, §9.102μή πώς τις λωτοῖο φαγὼν νόστοιο λάθηται.
そして他の忠実な同志たちには、急いで速い船に乗り込むよう命じた、誰もロトスを食べて帰還を忘れることがないように。
§9.103οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον, §9.104ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
彼らはすぐさま乗り込み、漕ぎ手に席に着き、順に並んで座り、櫂で白泡立つ海を叩いた。
§9.105ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ·
そこから私たちは、心に深い悲しみを抱きつつ先へと航海を続けた。
§9.106Κυκλώπων δʼ ἐς γαῖαν ὑπερφιάλων ἀθεμίστων §9.107ἱκόμεθʼ, οἵ ῥα θεοῖσι πεποιθότες ἀθανάτοισιν
そして私たちは、不遜で法を持たぬキュクロプスたちの土地に到達した。
§9.108οὔτε φυτεύουσιν χερσὶν φυτὸν οὔτʼ ἀρόωσιν,
彼らは不死なる神々を拠り所とし、自らの手で苗を植えることもなく、耕すこともない。
§9.109ἀλλὰ τά γʼ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται, §9.110πυροὶ καὶ κριθαὶ ἠδʼ ἄμπελοι, αἵ τε φέρουσιν §9.111οἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει.
しかし、種撒かれず、耕されぬまま、すべてのものが育つ、小麦も大麦も、そして豊かな葡萄の房を実らせ、ゼウスの雨が育てるワインをもたらす葡萄の木までもが。
§9.112τοῖσιν δʼ οὔτʼ ἀγοραὶ βουληφόροι οὔτε θέμιστες,
彼らには、議論を行う集会もなく、法もない。
§9.113ἀλλʼ οἵ γʼ ὑψηλῶν ὀρέων ναίουσι κάρηνα §9.114ἐν σπέσσι γλαφυροῖσι, θεμιστεύει δὲ ἕκαστος §9.115παίδων ἠδʼ ἀλόχων, οὐδʼ ἀλλήλων ἀλέγουσιν.
むしろ彼らは、高い山々の頂にあるうつろな洞窟に住み、それぞれが自らの子や妻たちに対して法を敷き、互いのことなど気にかけもしない。
§9.116νῆσος ἔπειτα λάχεια παρὲκ λιμένος τετάνυσται, §9.117γαίης Κυκλώπων οὔτε σχεδὸν οὔτʼ ἀποτηλοῦ, §9.118ὑλήεσσʼ·
さて、キュクロプスたちの土地の港の向こうには、近くも遠くもない場所に、うっそうとした森に覆われた、平らな島が横たわっている。
ἐν δʼ αἶγες ἀπειρέσιαι γεγάασιν §9.119ἄγριαι·
そこには数知れない野生の山羊たちが暮らしている。
οὐ μὲν γὰρ πάτος ἀνθρώπων ἀπερύκει, §9.120οὐδέ μιν εἰσοιχνεῦσι κυνηγέται, οἵ τε καθʼ ὕλην §9.121ἄλγεα πάσχουσιν κορυφὰς ὀρέων ἐφέποντες.
人間の足跡が彼女たちを遠ざけることもなく、森の中を苦労して進み、山頂を追い求める猟師たちがそこを訪れることもない。
§9.122οὔτʼ ἄρα ποίμνῃσιν καταΐσχεται οὔτʼ ἀρότοισιν, §9.123ἀλλʼ ἥ γʼ ἄσπαρτος καὶ ἀνήροτος ἤματα πάντα §9.124ἀνδρῶν χηρεύει, βόσκει δέ τε μηκάδας αἶγας.
それは羊の群れに占有されることも、耕作されることもなく、種撒かれず、耕されぬまま、常に人を欠き、ただ鳴き声をあげる山羊たちを育んでいる。
§9.125οὐ γὰρ Κυκλώπεσσι νέες πάρα μιλτοπάρῃοι, §9.126οὐδʼ ἄνδρες νηῶν ἔνι τέκτονες, οἵ κε κάμοιεν
なぜなら、キュクロプスたちには舳先の赤い船もなく、船の中でよく整った船を造り上げる大工たちもいないからだ。
§9.127νῆας ἐυσσέλμους, αἵ κεν τελέοιεν ἕκαστα §9.128ἄστεʼ ἐπʼ ἀνθρώπων ἱκνεύμεναι, οἷά τε πολλὰ §9.129ἄνδρες ἐπʼ ἀλλήλους νηυσὶν περόωσι θάλασσαν·
もし船があれば、人々が船を使って互いに海を渡り、多くの者が行うように、人間のさまざまな都市を訪れることができたであろうに。
§9.130οἵ κέ σφιν καὶ νῆσον ἐυκτιμένην ἐκάμοντο.
また彼らのために、この島を住みやすい場所として開拓したであろうに。
§9.131οὐ μὲν γάρ τι κακή γε, φέροι δέ κεν ὥρια πάντα·
なぜなら、この島は決して悪い土地ではなく、季節ごとのすべての実りをもたらし得るからだ。
§9.132ἐν μὲν γὰρ λειμῶνες ἁλὸς πολιοῖο παρʼ ὄχθας §9.133ὑδρηλοὶ μαλακοί· μάλα κʼ ἄφθιτοι ἄμπελοι εἶεν.
実に、白泡立つ海の岸辺に沿って、水に富んだ柔らかい草地があり、葡萄の木は枯れることなく豊かに育つであろう。
§9.134ἐν δʼ ἄροσις λείη· μάλα κεν βαθὺ λήιον αἰεὶ §9.135εἰς ὥρας ἀμῷεν, ἐπεὶ μάλα πῖαρ ὑπʼ οὖδας.
また、平らな耕作地があり、土壌の下が極めて肥沃であるため、季節になれば常に極めて深い作物を刈り取ることができるであろう。
§9.136ἐν δὲ λιμὴν ἐύορμος, ἵνʼ οὐ χρεὼ πείσματός ἐστιν, §9.137οὔτʼ εὐνὰς βαλέειν οὔτε πρυμνήσιʼ ἀνάψαι,
また、碇泊しやすい港があり、そこでは係留索も、重りを投げ下ろすことも、艫綱を結びつける必要もない。
§9.138ἀλλʼ ἐπικέλσαντας μεῖναι χρόνον εἰς ὅ κε ναυτέων §9.139θυμὸς ἐποτρύνῃ καὶ ἐπιπνεύσωσιν ἀῆται.
ただ船を乗り上げ、航海士たちの心が促し、風が吹き始める時まで留まればよい。
§9.140αὐτὰρ ἐπὶ κρατὸς λιμένος ῥέει ἀγλαὸν ὕδωρ, §9.141κρήνη ὑπὸ σπείους· περὶ δʼ αἴγειροι πεφύασιν.
そして港の頭には、澄んだ水が流れており、洞窟の下から泉が湧き出て、その周囲にはポプラの木が育っている。
§9.142ἔνθα κατεπλέομεν, καί τις θεὸς ἡγεμόνευεν §9.143νύκτα διʼ ὀρφναίην, οὐδὲ προυφαίνετʼ ἰδέσθαι·
そこに私たちは船を進めたが、ある神が私たちを導いていた、暗い夜を通して。 前方は見ることもできなかった。
§9.144ἀὴρ γὰρ περὶ νηυσὶ βαθεῖʼ ἦν, οὐδὲ σελήνη
なぜなら、船の周囲には深い霧が立ち込め、月も

語釈・文法注

  1. 9.72κάθεμεν — 歴史的不定詞(あるいは独立用法的な命令的不定詞)であり、ここでは主節の動詞のように機能し、破滅を恐れて「帆を急いで下ろした」という過去の叙述を表す。
  2. 9.79καί νύ κεν... ἱκόμην — κεν(ἄν のホメロス形)を伴う直説法過去 ἱκόμην は反実仮想の帰結節を形成し、「(もし~でなかったなら)無事に到達したであろうに」という過去の事実に反する仮定を表す。
  3. 9.94φάγοι — 関係詞 ὅς τις に導かれる従属節の中の希求法であり、過去における反復的な条件・一般化を表す(「食べた者は誰でも…した」)。
  4. 9.126οἵ κε κάμοιεν — 関係詞 οἵ と小辞 κε(ἄν)に希求法が伴うことで、反実仮想的な可能(potential optative)を表し、「(もし彼らが造船を知っていたなら、船を)造り得ただろうに」という意図を表現する。
  5. 9.130οἵ κέ σφιν καὶ νῆσον ἐυκτιμένην ἐκάμοντο — 関係代名詞 οἵ(船大工たち)を主語とし、小辞 κέ を伴う直説法過去 ἐκάμοντο(反実仮想の帰結)によって、「彼ら(船大工)がこの島をも住みやすく開拓したであろうに」という過去の事実に反する結果を表す。
  6. 9.143ἰδέσθαι — 前の動詞 προυφαίνετο(見えていた、現れていた)を修飾する説明的・叙述的な不定詞(epexegetical infinitive)であり、「見るために」「見て取るのに」という限定を表す。

この箇所を引用する

ホメロス, オデュッセイア §9.72-9.144. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:9.72-9.144

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。