我们因害怕毁灭,将帆收入船中,却急忙奋力摇桨,将船划向大陆。
§9.74ἔνθα δύω νύκτας δύο τʼ ἤματα συνεχὲς αἰεὶ §9.75κείμεθʼ, ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες.
在那里,连续两天两夜,我们躺着,因疲惫和痛苦而折磨着自己的心灵。
§9.76ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς, §9.77ἱστοὺς στησάμενοι ἀνά θʼ ἱστία λεύκʼ ἐρύσαντες §9.78ἥμεθα, τὰς δʼ ἄνεμός τε κυβερνῆταί τʼ ἴθυνον.
但是,当秀发美丽的黎明终于带来第三天时,我们立起桅杆,拉起白色的风帆,坐定下来,风和舵手们引导着船只笔直前行。
§9.79καί νύ κεν ἀσκηθὴς ἱκόμην ἐς πατρίδα γαῖαν· §9.80ἀλλά με κῦμα ῥόος τε περιγνάμπτοντα Μάλειαν §9.81καὶ Βορέης ἀπέωσε, παρέπλαγξεν δὲ Κυθήρων.
此时,我本可以安全无恙地回到祖国的土地;但当我在绕过马莱亚角时,波浪、潮流和北风将我推开,使我偏离航线到了库特拉岛之外。
§9.82ἔνθεν δʼ ἐννῆμαρ φερόμην ὀλοοῖς ἀνέμοισιν §9.83πόντον ἐπʼ ἰχθυόεντα· ἀτὰρ δεκάτῃ ἐπέβημεν §9.84γαίης Λωτοφάγων, οἵ τʼ ἄνθινον εἶδαρ ἔδουσιν.
从那里,我被毁灭性的狂风驱赶了九天,在鱼群游弋的海洋上漂流;但在第十天,我们登上了食莲者的土地,他们以花卉为食。
§9.85ἔνθα δʼ ἐπʼ ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθʼ ὕδωρ, §9.86αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι.
我们在那里登上大陆并汲取了淡水,同伴们随即在疾驰的船旁进餐。
§9.87αὐτὰρ ἐπεὶ σίτοιό τʼ ἐπασσάμεθʼ ἠδὲ ποτῆτος, §9.88δὴ τοτʼ ἐγὼν ἑτάρους προΐειν πεύθεσθαι ἰόντας, §9.89οἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντες §9.90ἄνδρε δύω κρίνας, τρίτατον κήρυχʼ ἅμʼ ὀπάσσας.
当我们品尝了食物和饮料之后,那时我便派出同伴前去打探,居住在这片土地上吃面包的人是怎样的人,我挑选了两个人,并派了第三个人作为传令官同行。
§9.91οἱ δʼ αἶψʼ οἰχόμενοι μίγεν ἀνδράσι Λωτοφάγοισιν· §9.92οὐδʼ ἄρα Λωτοφάγοι μήδονθʼ ἑτάροισιν ὄλεθρον §9.93ἡμετέροις, ἀλλά σφι δόσαν λωτοῖο πάσασθαι.
他们迅速出发,与食莲者相遇并混在一起;食莲者并未对我们的同伴企图加害,反而给他们尝了尝莲实。
§9.94τῶν δʼ ὅς τις λωτοῖο φάγοι μελιηδέα καρπόν, §9.95οὐκέτʼ ἀπαγγεῖλαι πάλιν ἤθελεν οὐδὲ νέεσθαι, §9.96ἀλλʼ αὐτοῦ βούλοντο μετʼ ἀνδράσι Λωτοφάγοισι §9.97λωτὸν ἐρεπτόμενοι μενέμεν νόστου τε λαθέσθαι.
他们中凡是吃了蜜一般甜美的莲实的人,便不再想回来报信,也不再想归家,而是渴望留在那里,与食莲者一起,采食莲实,忘却他们的归途。
§9.98τοὺς μὲν ἐγὼν ἐπὶ νῆας ἄγον κλαίοντας ἀνάγκῃ, §9.99νηυσὶ δʼ ἐνὶ γλαφυρῇσιν ὑπὸ ζυγὰ δῆσα ἐρύσσας.
我不顾他们的哭泣,强行将他们带回船上,拖进空心的船内,绑在长凳之下。
§9.100αὐτὰρ τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους §9.101σπερχομένους νηῶν ἐπιβαινέμεν ὠκειάων, §9.102μή πώς τις λωτοῖο φαγὼν νόστοιο λάθηται.
随后,我命令其他忠实的同伴们急忙登上快捷的船只,免得有人吃了莲实而忘却归途。
§9.103οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον, §9.104ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
他们立刻登船,坐在桨座上,依次坐定,用桨击打着灰白的海面。
§9.105ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ· §9.106Κυκλώπων δʼ ἐς γαῖαν ὑπερφιάλων ἀθεμίστων §9.107ἱκόμεθʼ, οἵ ῥα θεοῖσι πεποιθότες ἀθανάτοισιν §9.108οὔτε φυτεύουσιν χερσὶν φυτὸν οὔτʼ ἀρόωσιν, §9.109ἀλλὰ τά γʼ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται, §9.110πυροὶ καὶ κριθαὶ ἠδʼ ἄμπελοι, αἵ τε φέρουσιν §9.111οἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει.
从那里,我们怀着悲痛的心情继续向前航行;我们来到了傲慢无法的独眼巨人的土地,他们依赖着长生不老的神明,既不用双手栽种植物,也不耕作,然而一切都无需播种、无需耕耘地生长出来,小麦、大麦以及结出丰硕果实的葡萄藤,它们产出美酒,而宙斯的雨水使它们茂盛。
§9.112τοῖσιν δʼ οὔτʼ ἀγοραὶ βουληφόροι οὔτε θέμιστες, §9.113ἀλλʼ οἵ γʼ ὑψηλῶν ὀρέων ναίουσι κάρηνα §9.114ἐν σπέσσι γλαφυροῖσι, θεμιστεύει δὲ ἕκαστος §9.115παίδων ἠδʼ ἀλόχων, οὐδʼ ἀλλήλων ἀλέγουσιν.
他们中间既没有商议事务的集会,也没有法典,而是居住在高山的顶峰,栖身于深邃的洞穴中,每个人都对自己的妻子和儿女施加法度,彼此毫不关心。
§9.116νῆσος ἔπειτα λάχεια παρὲκ λιμένος τετάνυσται, §9.117γαίης Κυκλώπων οὔτε σχεδὸν οὔτʼ ἀποτηλοῦ, §9.118ὑλήεσσʼ· ἐν δʼ αἶγες ἀπειρέσιαι γεγάασιν §9.119ἄγριαι· οὐ μὲν γὰρ πάτος ἀνθρώπων ἀπερύκει, §9.120οὐδέ μιν εἰσοιχνεῦσι κυνηγέται, οἵ τε καθʼ ὕλην §9.121ἄλγεα πάσχουσιν κορυφὰς ὀρέων ἐφέποντες.
此外,在港口外展延着一座平坦的岛屿,距离独眼巨人的土地既不近也不远,森林茂密;岛上有无数的野山羊;因为没有任何人类的足迹阻碍它们,也没有猎人涉足此地,那些在森林中历尽艰辛、追逐山顶的猎手。
§9.122οὔτʼ ἄρα ποίμνῃσιν καταΐσχεται οὔτʼ ἀρότοισιν, §9.123ἀλλʼ ἥ γʼ ἄσπαρτος καὶ ἀνήροτος ἤματα πάντα §9.124ἀνδρῶν χηρεύει, βόσκει δέ τε μηκάδας αἶγας.
这里既无牧群占领,也无人耕种,而是终年无需播种、无需耕耘,空无一人,只养育着咩咩叫的山羊。
§9.125οὐ γὰρ Κυκλώπεσσι νέες πάρα μιλτοπάρῃοι, §9.126οὐδʼ ἄνδρες νηῶν ἔνι τέκτονες, οἵ κε κάμοιεν §9.127νῆας ἐυσσέλμους, αἵ κεν τελέοιεν ἕκαστα §9.128ἄστεʼ ἐπʼ ἀνθρώπων ἱκνεύμεναι, οἷά τε πολλὰ §9.129ἄνδρες ἐπʼ ἀλλήλους νηυσὶν περόωσι θάλασσαν· §9.130οἵ κέ σφιν καὶ νῆσον ἐυκτιμένην ἐκάμοντο.
因为独眼巨人没有红艏的船只,他们中间也没有造船匠,能够建造桨座完备的船只,那些船能完成所有事情,驶向人类的城市,就像人们常常乘船渡海、互访那样;那些船匠也会为他们把这座岛屿建成一个宜居的地方。
§9.131οὐ μὲν γάρ τι κακή γε, φέροι δέ κεν ὥρια πάντα· §9.132ἐν μὲν γὰρ λειμῶνες ἁλὸς πολιοῖο παρʼ ὄχθας §9.133ὑδρηλοὶ μαλακοί· μάλα κʼ ἄφθιτοι ἄμπελοι εἶεν.
因为这里绝非坏土,而能在季节里产出一切;事实上,在灰白的海边有着水源充足、柔软的草地;葡萄藤会生长得极其繁茂。
岛上也有平整的耕地;他们总能按季节收获极其丰厚(深厚)的庄稼,因为地下的泥土非常肥沃。
§9.136ἐν δὲ λιμὴν ἐύορμος, ἵνʼ οὐ χρεὼ πείσματός ἐστιν, §9.137οὔτʼ εὐνὰς βαλέειν οὔτε πρυμνήσιʼ ἀνάψαι, §9.138ἀλλʼ ἐπικέλσαντας μεῖναι χρόνον εἰς ὅ κε ναυτέων §9.139θυμὸς ἐποτρύνῃ καὶ ἐπιπνεύσωσιν ἀῆται.
岛上还有一个便于停泊的港口,那里不需要缆绳,既不需要抛下锚石,也不需要系上舫缆,只需将船搁浅,等待直到水手们的心意催促,并且风势兴起。