Humanitext Reader

ホメロス · オデュッセイア §9.145-9.216

山羊の狩猟とキュクロプスの洞窟への出発

59 / 173 箇所 · ギリシア語

要旨

オデュッセウスたちは謎の島に上陸して山羊の狩猟を行い、仲間と宴を開く。その後、オデュッセウスは選り抜きの部下を連れて、驚異的な巨人が住むという近くの島にある洞窟の探索へと向かう。

§9.145οὐρανόθεν προύφαινε, κατείχετο δὲ νεφέεσσιν.
天から照らし出すこともなく、雲に覆われていた。
§9.146ἔνθʼ οὔ τις τὴν νῆσον ἐσέδρακεν ὀφθαλμοῖσιν, §9.147οὔτʼ οὖν κύματα μακρὰ κυλινδόμενα προτὶ χέρσον §9.148εἰσίδομεν, πρὶν νῆας ἐυσσέλμους ἐπικέλσαι.
そのために、誰もその島を目で見ることはなく、また陸地に向かって押し寄せる長い波をも私たちは、よく整った船を乗り上げるまで見ることはなかった。
§9.149κελσάσῃσι δὲ νηυσὶ καθείλομεν ἱστία πάντα, §9.150ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης·
船が乗り上げると、私たちはすべての帆を下ろし、自分たちも海の砕け波の立つ波打ち際へと上陸した。
§9.151ἔνθα δʼ ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν.
そこで私たちは眠りに就き、神聖な暁を待った。
§9.152ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, §9.153νῆσον θαυμάζοντες ἐδινεόμεσθα κατʼ αὐτήν.
そして、朝早くに生まれるバラの指を持つ暁が現れたとき、私たちは島に驚嘆しながら、その島をくまなく歩き回った。
§9.154ὦρσαν δὲ νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο, §9.155αἶγας ὀρεσκῴους, ἵνα δειπνήσειαν ἑταῖροι.
すると、アイギスを持つゼウスの娘たちであるニュンペーたちが、同志たちが食事をとれるようにと、山に住む山羊たちを追い立ててくれた。
§9.156αὐτίκα καμπύλα τόξα καὶ αἰγανέας δολιχαύλους §9.157εἱλόμεθʼ ἐκ νηῶν, διὰ δὲ τρίχα κοσμηθέντες §9.158βάλλομεν·
私たちはすぐさま、曲がった弓と長い柄の狩猟用の槍を船から手に取り、三つの組に分かれて整列し、獲物を射た。
αἶψα δʼ ἔδωκε θεὸς μενοεικέα θήρην.
すると神は、すぐに望み通りの獲物を与えてくれた。
§9.159νῆες μέν μοι ἕποντο δυώδεκα, ἐς δὲ ἑκάστην §9.160ἐννέα λάγχανον αἶγες· ἐμοὶ δὲ δέκʼ ἔξελον οἴῳ.
私には十二隻の船が従っていたが、それぞれの船に九頭ずつの山羊が割り当てられ、私一人のためには十頭が選び出された。
§9.161ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα §9.162ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·
こうして私たちはそのとき、日が沈むまで一日中、豊かな肉と甘い酒を味わいながら座っていた。
§9.163οὐ γάρ πω νηῶν ἐξέφθιτο οἶνος ἐρυθρός,
なぜなら、船から赤いワインがまだ尽きていなかったからだ。
§9.164ἀλλʼ ἐνέην·
むしろ残っていた。
πολλὸν γὰρ ἐν ἀμφιφορεῦσιν ἕκαστοι §9.165ἠφύσαμεν Κικόνων. ἱερὸν πτολίεθρον ἑλόντες.
キコネスたちの聖なる都市を攻略したときに、銘々が壺にたくさんのワインを汲み入れておいたからだ。
§9.166Κυκλώπων δʼ ἐς γαῖαν ἐλεύσσομεν ἐγγὺς ἐόντων, §9.167καπνόν τʼ αὐτῶν τε φθογγὴν ὀίων τε καὶ αἰγῶν.
私たちは近くにあるキュクロプスたちの土地に目を向け、煙や、彼ら自身の声、羊や山羊の声を聞き取った。
§9.168ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε, §9.169δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
やがて日が沈み、暗闇が訪れたとき、まさにそのとき、私たちは海の波打ち際で眠りに就いた。
§9.170ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, §9.171καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον·
そして、朝早くに生まれるバラの指を持つ暁が現れたとき、まさにそのとき、私は集会を開き、全員に語りかけた。
§9.172ἄλλοι μὲν νῦν μίμνετʼ, ἐμοὶ ἐρίηρες ἑταῖροι·
「忠実な同志たちよ、お前たち他の者はここに留まってくれ。
§9.173αὐτὰρ ἐγὼ σὺν νηί τʼ ἐμῇ καὶ ἐμοῖς ἑτάροισιν §9.174ἐλθὼν τῶνδʼ ἀνδρῶν πειρήσομαι, οἵ τινές εἰσιν,
しかし私は自らの船と同志たちとともに行って、あの男たちが何者であるかを探ってみよう。
§9.175ἤ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι, §9.176ἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.
彼らが不遜で野蛮で不義な者たちか、それとも客人をもてなし、神を畏れる心を持つ者たちか。
§9.177ὣς εἰπὼν ἀνὰ νηὸς ἔβην, ἐκέλευσα δʼ ἑταίρους §9.178αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.
」こう言って私は船に乗り込み、同志たちにも乗り込んで艫綱を解くように命じた。
§9.179οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον, §9.180ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
彼らはすぐさま乗り込み、漕ぎ手に席に着き、順に並んで座り、櫂で白泡立つ海を叩いた。
§9.181ἀλλʼ ὅτε δὴ τὸν χῶρον ἀφικόμεθʼ ἐγγὺς ἐόντα, §9.182ἔνθα δʼ ἐπʼ ἐσχατιῇ σπέος εἴδομεν ἄγχι θαλάσσης,
しかし、その場所の近くに私たちが到達したとき、そこに、海のすぐそば、陸の端に洞窟があるのが見えた。
§9.183ὑψηλόν, δάφνῃσι κατηρεφές.
それは高く、月桂樹で覆われていた。
ἔνθα δὲ πολλὰ §9.184μῆλʼ, ὄιές τε καὶ αἶγες, ἰαύεσκον·
そこには多くの家畜、すなわち羊や山羊たちが夜を過ごしていた。
περὶ δʼ αὐλὴ §9.185ὑψηλὴ δέδμητο κατωρυχέεσσι λίθοισι §9.186μακρῇσίν τε πίτυσσιν ἰδὲ δρυσὶν ὑψικόμοισιν.
その周囲には、深く埋め込まれた石や、長い松の木、葉の生い茂る高い樫の木で造られた、高い囲いがあった。
§9.187ἔνθα δʼ ἀνὴρ ἐνίαυε πελώριος, ὅς ῥα τὰ μῆλα §9.188οἶος ποιμαίνεσκεν ἀπόπροθεν·
そこには巨大な男が寝泊まりしており、彼はその家畜たちを独りで遠く離れた場所で放牧していた。
οὐδὲ μετʼ ἄλλους §9.189πωλεῖτʼ, ἀλλʼ ἀπάνευθεν ἐὼν ἀθεμίστια ᾔδη.
彼は他の者たちと交わることもなく、離れた場所で無法なやり方を抱いていた。
§9.190καὶ γὰρ θαῦμʼ ἐτέτυκτο πελώριον, οὐδὲ ἐῴκει §9.191ἀνδρί γε σιτοφάγῳ, ἀλλὰ ῥίῳ ὑλήεντι §9.192ὑψηλῶν ὀρέων, ὅ τε φαίνεται οἶον ἀπʼ ἄλλων.
実に、彼は巨大な驚異であり、パンを食べる人間には似ておらず、むしろ高い山々の森に覆われた山岬のようで、他の山々から離れてぽつんとそびえ立っている。
§9.193δὴ τότε τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους §9.194αὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι,
まさにそのとき、私は他の忠実な同志たちに、そこに船の傍らに留まり、船を守るよう命じた。
§9.195αὐτὰρ ἐγὼ κρίνας ἑτάρων δυοκαίδεκʼ ἀρίστους §9.196βῆν·
しかし私は、同志たちのうちで最も優れた十二人を選んで、出発した。
ἀτὰρ αἴγεον ἀσκὸν ἔχον μέλανος οἴνοιο
そして、甘くて純粋な赤いワインが入った山羊皮の袋を携えていた。
§9.197ἡδέος, ὅν μοι ἔδωκε Μάρων, Εὐάνθεος υἱός, §9.198ἱρεὺς Ἀπόλλωνος, ὃς Ἴσμαρον ἀμφιβεβήκει,
それはエウアンテスの子マロンが私にくれたもので、彼はイスマロスを守護するアポロンの神官であった。
§9.199οὕνεκά μιν σὺν παιδὶ περισχόμεθʼ ἠδὲ γυναικὶ §9.200ἁζόμενοι·
なぜなら、私たちが彼をその子や妻とともに、神を敬う心から守ったからだ。
ᾤκει γὰρ ἐν ἄλσεϊ δενδρήεντι §9.201Φοίβου Ἀπόλλωνος.
彼は、ポイボス・アポロンの木々の生い茂る聖なる森に住んでいた。
ὁ δέ μοι πόρεν ἀγλαὰ δῶρα·
彼は私に素晴らしい贈り物をくれた。
§9.202χρυσοῦ μέν μοι ἔδωκʼ ἐυεργέος ἑπτὰ τάλαντα, §9.203δῶκε δέ μοι κρητῆρα πανάργυρον, αὐτὰρ ἔπειτα §9.204οἶνον ἐν ἀμφιφορεῦσι δυώδεκα πᾶσιν ἀφύσσας §9.205ἡδὺν ἀκηράσιον, θεῖον ποτόν·
見事に鋳造された金のタラントンを七つ私にくれ、すべて銀でできた混酒器をくれ、さらにその上、十二個の壺のすべてに、甘く純粋なワインを汲み入れてくれた。
οὐδέ τις αὐτὸν §9.206ἠείδη δμώων οὐδʼ ἀμφιπόλων ἐνὶ οἴκῳ, §9.207ἀλλʼ αὐτὸς ἄλοχός τε φίλη ταμίη τε μίʼ οἴη.
それは神聖な飲み物であり、彼のお宅の奴隷たちも女召使いたちも誰もこれを知らず、ただ彼自身と愛する妻、そしてただ一人の女管理職だけが知っていた。
§9.208τὸν δʼ ὅτε πίνοιεν μελιηδέα οἶνον ἐρυθρόν, §9.209ἓν δέπας ἐμπλήσας ὕδατος ἀνὰ εἴκοσι μέτρα
彼らがこの蜜のように甘い赤いワインを飲むときには、一つの杯を満たし、それに対して二十倍の量の水を注ぎ込んだ。
§9.210χεῦʼ, ὀδμὴ δʼ ἡδεῖα ἀπὸ κρητῆρος ὀδώδει §9.211θεσπεσίη· τότʼ ἂν οὔ τοι ἀποσχέσθαι φίλον ἦεν.
すると混酒器からは甘く素晴らしい香りが立ち込め、そのときには控えることなど誰にとっても好ましいことではなかった。
§9.212τοῦ φέρον ἐμπλήσας ἀσκὸν μέγαν, ἐν δὲ καὶ ᾖα §9.213κωρύκῳ·
私はそのワインを大きな革袋に満たして携え、また革袋の中に食糧も入れて運んだ。
αὐτίκα γάρ μοι ὀίσατο θυμὸς ἀγήνωρ §9.214ἄνδρʼ ἐπελεύσεσθαι μεγάλην ἐπιειμένον ἀλκήν, §9.215ἄγριον, οὔτε δίκας ἐὺ εἰδότα οὔτε θέμιστας.
なぜなら、私の気高い心はすぐに予感したからだ、大いなる力を身にまとった男が、法も正義もよくわきまえぬ、野蛮な男がやって来るであろうと。
§9.216καρπαλίμως δʼ εἰς ἄντρον ἀφικόμεθʼ, οὐδέ μιν ἔνδον
私たちは素早く洞窟に到着したが、彼を中には見つけられなかった。

語釈・文法注

  1. 9.148πρὶν νῆας ἐυσσέλμους ἐπικέλσαι — πρὶνと不定詞の結合。ἐπικέλλωは自動詞「(船が)乗り上げる」としても、他動詞「(船を)乗り上げる」としても解され、νῆαςはその意味上の主語または直接目的語となる。いずれにしても「船が乗り上げるまで」という事態を指す。
  2. 9.149κελσάσῃσι δὲ νηυσὶ — 与格絶対(dative absolute)の初期の現れ、または時の与格。「船が接岸したとき」。散文における属格絶対(genitive absolute)に似た機能を果たしている。
  3. 9.167καπνόν τʼ αὐτῶν τε φθογγὴν — 動詞 ἐλεύσσομεν(見る、見つめる)の目的語。「煙」は視覚の対象だが、「声」は聴覚の対象であり、ひとつの動詞が性質の異なる二つの目的語を支配する「一語二用(zeugma)」の修辞法が用いられている。
  4. 9.189ἀθεμίστια ᾔδη — ᾔδη(οἶδα「知る」の過去完了で未完了過去の意味)は、ここでは「わきまえている、実践する」を意味する。中性複数対格の形容詞 ἀθεμίστια は直接目的語として働き、「無法なことを心得ていた(=無法に振る舞っていた)」という意味をなす。

この箇所を引用する

ホメロス, オデュッセイア §9.145-9.216. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:9.145-9.216

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。