Humanitext Reader

ホメロス · オデュッセイア §9.287-9.354

キュクロプスの蛮行とオデュッセウスの杭の準備

61 / 173 箇所 · ギリシア語

要旨

キュクロプスはオデュッセウスの仲間を無残に殺害して食らい、洞窟の入り口を塞いで眠りにつく。オデュッセウスは怪物に復讐するため、オリーブの棍棒を削って鋭い杭を作り、仲間とともに実行の準備を整える。

§9.287ὣς ἐφάμην, ὁ δέ μʼ οὐδὲν ἀμείβετο νηλέι θυμῷ, §9.288ἀλλʼ ὅ γʼ ἀναΐξας ἑτάροις ἐπὶ χεῖρας ἴαλλε, §9.289σὺν δὲ δύω μάρψας ὥς τε σκύλακας ποτὶ γαίῃ
私はこう語ったが、彼は無慈悲な心で私に何も答えず、しかし彼は跳び起き、私の仲間たちに手を伸ばし、二人を掴み上げて、子犬のように地面に叩きつけた。
§9.290κόπτʼ· ἐκ δʼ ἐγκέφαλος χαμάδις ῥέε, δεῦε δὲ γαῖαν.
脳漿が地面に流れ出し、大地を濡らした。
§9.291τοὺς δὲ διὰ μελεϊστὶ ταμὼν ὡπλίσσατο δόρπον·
彼は彼らを四肢ばらばらに切り刻み、夕食を用意した。
§9.292ἤσθιε δʼ ὥς τε λέων ὀρεσίτροφος, οὐδʼ ἀπέλειπεν, §9.293ἔγκατά τε σάρκας τε καὶ ὀστέα μυελόεντα.
山育ちの獅子のように彼は食べ、残さなかった、内臓も肉も、髄の詰まった骨までも。
§9.294ἡμεῖς δὲ κλαίοντες ἀνεσχέθομεν Διὶ χεῖρας, §9.295σχέτλια ἔργʼ ὁρόωντες, ἀμηχανίη δʼ ἔχε θυμόν.
私たちは泣きながらゼウスに向かって手を上げ、その惨い行いを見つめたが、途方に暮れて心は沈んだ。
§9.296αὐτὰρ ἐπεὶ Κύκλωψ μεγάλην ἐμπλήσατο νηδὺν §9.297ἀνδρόμεα κρέʼ ἔδων καὶ ἐπʼ ἄκρητον γάλα πίνων, §9.298κεῖτʼ ἔντοσθʼ ἄντροιο τανυσσάμενος διὰ μήλων.
しかしキュクロプスが巨大な胃袋を満たし、人間の肉を食らい、その上に生乳を飲み干すと、家畜たちの間に身を伸ばして、洞窟の中に横たわった。
§9.299τὸν μὲν ἐγὼ βούλευσα κατὰ μεγαλήτορα θυμὸν §9.300ἆσσον ἰών, ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ, §9.301οὐτάμεναι πρὸς στῆθος, ὅθι φρένες ἧπαρ ἔχουσι, §9.302χείρʼ ἐπιμασσάμενος·
私は、自らの猛き心の中で計画した、近づいていき、腿の脇から鋭い剣を抜いて、横隔膜が肝臓を包んでいる胸のあたりを刺そうと、手で探って。
ἕτερος δέ με θυμὸς ἔρυκεν.
しかし、別の心が私をとどめた。
§9.303αὐτοῦ γάρ κε καὶ ἄμμες ἀπωλόμεθʼ αἰπὺν ὄλεθρον·
なぜなら、そうすれば私たち自身もそこで険しい破滅を遂げただろうからだ。
§9.304οὐ γάρ κεν δυνάμεσθα θυράων ὑψηλάων §9.305χερσὶν ἀπώσασθαι λίθον ὄβριμον, ὃν προσέθηκεν.
なぜなら私たちは、高い入り口から彼が据えた重い石を、手で押し退けることはできなかっただろうからだ。
§9.306ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν.
こうしてその時は嘆きながら、私たちは神聖な暁を待った。
§9.307ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, §9.308καὶ τότε πῦρ ἀνέκαιε καὶ ἤμελγε κλυτὰ μῆλα, §9.309πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.
早くに生まれる、薔薇の指を持つ暁が現れたとき、そのときもまた彼は火を焚き、優れた羊たちの乳を搾った、すべてを順序よく行い、それぞれの母親の下にその幼子を添えた。
§9.310αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα, §9.311σὺν δʼ ὅ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δεῖπνον.
さて、彼が自分の仕事をてきぱきと終えると、再び二人を掴み上げて、朝食を用意した。
§9.312δειπνήσας δʼ ἄντρου ἐξήλασε πίονα μῆλα, §9.313ῥηιδίως ἀφελὼν θυρεὸν μέγαν·
朝食を済ませると、彼は洞窟から肥えた家畜たちを追い出し、大きな戸石をいとも簡単に取り除いた。
αὐτὰρ ἔπειτα §9.314ἂψ ἐπέθηχʼ, ὡς εἴ τε φαρέτρῃ πῶμʼ ἐπιθείη.
しかしそのあとで、あたかも矢筒に蓋をするかのように、再び元通りに据えた。
§9.315πολλῇ δὲ ῥοίζῳ πρὸς ὄρος τρέπε πίονα μῆλα
そしてキュクロプスは大きな口笛を吹きながら、肥えた羊たちを山へと向けた。
§9.316Κύκλωψ·
キュクロプスは。
αὐτὰρ ἐγὼ λιπόμην κακὰ βυσσοδομεύων, §9.317εἴ πως τισαίμην, δοίη δέ μοι εὖχος Ἀθήνη.
しかし私は後に残され、心の中で復讐を企てていた、どうにかして彼に報い、アテネが私に勝利の栄光を与えてくれぬかと。
§9.318ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή.
そして私の心にとって、これが最善の計画であると思われた。
§9.319Κύκλωπος γὰρ ἔκειτο μέγα ῥόπαλον παρὰ σηκῷ, §9.320χλωρὸν ἐλαΐνεον· τὸ μὲν ἔκταμεν, ὄφρα φοροίη §9.321αὐανθέν.
というのも、囲いの脇にキュクロプスの大きな棍棒が置いてあったからだ、それはまだ青いオリーブの木で、乾燥させてから持ち運ぶために、彼が切り倒しておいたものだった。
τὸ μὲν ἄμμες ἐίσκομεν εἰσορόωντες §9.322ὅσσον θʼ ἱστὸν νηὸς ἐεικοσόροιο μελαίνης, §9.323φορτίδος εὐρείης, ἥ τʼ ἐκπεράᾳ μέγα λαῖτμα·
それを見て私たちは、こう見立てた、まるで二十挺の櫂を持つ黒い船の帆柱のようだと、大いなる深淵を渡る、幅の広い商船の。
§9.324τόσσον ἔην μῆκος, τόσσον πάχος εἰσοράασθαι.
見る限り、それほどの長さと、それほどの太さがあった。
§9.325τοῦ μὲν ὅσον τʼ ὄργυιαν ἐγὼν ἀπέκοψα παραστὰς §9.326καὶ παρέθηχʼ ἑτάροισιν, ἀποξῦναι δʼ ἐκέλευσα·
私はそのそばに立ち、一尋ほどの長さを切り落とし、同志たちの前に置いて、それを削って平らにするよう命じた。
§9.327οἱ δʼ ὁμαλὸν ποίησαν· ἐγὼ δʼ ἐθόωσα παραστὰς §9.328ἄκρον, ἄφαρ δὲ λαβὼν ἐπυράκτεον ἐν πυρὶ κηλέῳ.
彼らがそれを滑らかにすると、私はそばに立って先端を尖らせ、すぐにそれを取って、燃え盛る火の中で焼き固めた。
§9.329καὶ τὸ μὲν εὖ κατέθηκα κατακρύψας ὑπὸ κόπρῳ, §9.330ἥ ῥα κατὰ σπείους κέχυτο μεγάλʼ ἤλιθα πολλή·
そしてそれを、糞の下に隠して、うまく片付けておいた、それは洞窟の中に大量に、うずたかく積まれていた。
§9.331αὐτὰρ τοὺς ἄλλους κλήρῳ πεπαλάσθαι ἄνωγον, §9.332ὅς τις τολμήσειεν ἐμοὶ σὺν μοχλὸν ἀείρας §9.333τρῖψαι ἐν ὀφθαλμῷ, ὅτε τὸν γλυκὺς ὕπνος ἱκάνοι.
それから、他の者たちにはくじを引いて決めるよう命じた、誰が私とともにその尖った杭を持ち上げる勇気を持つかを、甘い眠りが彼を襲ったときに、それを彼の眼の中に突き入れて抉るために。
§9.334οἱ δʼ ἔλαχον τοὺς ἄν κε καὶ ἤθελον αὐτὸς ἑλέσθαι, §9.335τέσσαρες, αὐτὰρ ἐγὼ πέμπτος μετὰ τοῖσιν ἐλέγμην.
くじが当たったのは、私自身が選びたいと思っていたまさにその者たち、四人であり、私は五人目として彼らに加わった。
§9.336ἑσπέριος δʼ ἦλθεν καλλίτριχα μῆλα νομεύων.
夕方、彼は美しい毛並みの家畜たちを放牧から連れて戻ってきた。
§9.337αὐτίκα δʼ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα
すぐに彼は広い洞窟の中へ、肥えた家畜たちを追った、すべてのものを。
§9.338πάντα μάλʼ, οὐδέ τι λεῖπε βαθείης ἔκτοθεν αὐλῆς, §9.339ἤ τι ὀισάμενος, ἢ καὶ θεὸς ὣς ἐκέλευσεν.
深い囲いの外には何一つ残さなかった、何かを疑ったのか、あるいは神がそのように命じたのか。
§9.340αὐτὰρ ἔπειτʼ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσʼ ἀείρας, §9.341ἑζόμενος δʼ ἤμελγεν ὄις καὶ μηκάδας αἶγας, §9.342πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.
それから、大きな戸石を高く持ち上げて据え、腰を下ろして、羊たちとめえめえと鳴く山羊たちの乳を搾り、すべてを順序よく行い、それぞれの母親の下にその幼子を添えた。
§9.343αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα, §9.344σὺν δʼ ὅ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δόρπον.
さて、彼が自分の仕事をてきぱきと終えると、再び二人を掴み上げて、夕食を用意した。
§9.345καὶ τότʼ ἐγὼ Κύκλωπα προσηύδων ἄγχι παραστάς, §9.346κισσύβιον μετὰ χερσὶν ἔχων μέλανος οἴνοιο·
そのとき、私はキュクロプスのそばに立ち、こう話しかけた、手には黒いワインを満たした蔦材の器を持って。
§9.347Κύκλωψ, τῆ, πίε οἶνον, ἐπεὶ φάγες ἀνδρόμεα κρέα, §9.348ὄφρʼ εἰδῇς οἷόν τι ποτὸν τόδε νηῦς ἐκεκεύθει §9.349ἡμετέρη.
「キュクロプスよ、さあ、人間の肉を食べたのだから、ワインをお飲みなさい、私たちの船に、どのような飲み物が積まれていたかを知るために。
σοὶ δʼ αὖ λοιβὴν φέρον, εἴ μʼ ἐλεήσας §9.350οἴκαδε πέμψειας·
あなたが私を哀れんで家に帰してくださるようにと、神酒として持ってきたのです。
σὺ δὲ μαίνεαι οὐκέτʼ ἀνεκτῶς.
しかし、あなたはもはや耐えがたいほどに荒れ狂っている。
§9.351σχέτλιε, πῶς κέν τίς σε καὶ ὕστερον ἄλλος ἵκοιτο §9.352ἀνθρώπων πολέων, ἐπεὶ οὐ κατὰ μοῖραν ἔρεξας;
残酷な人よ、あなたが無体なことをなさるのに、将来どうして多くの人々の中から、他に行く者があるでしょうか。
§9.353ὣς ἐφάμην, ὁ δʼ ἔδεκτο καὶ ἔκπιεν·
」私がこう言うと、彼はそれを受け取って飲み干した。
ἥσατο δʼ αἰνῶς
そして彼はひどく喜んだ、甘い飲み物を飲むことに。
§9.354ἡδὺ ποτὸν πίνων καὶ μʼ ᾔτεε δεύτερον αὖτις·
そして私に、もう一度くれと求めた。 ,

語釈・文法注

  1. 9.289σὺν δὲ δύω μάρψας — 前置詞 `σύν` が、後続する分詞 `μάρψας` と分離して用いられている(分離動詞/tmesis)。これは叙事詩に特徴的な現象であり、実質的に複合動詞 `συμμάρψας`(「同時に掴む」)として機能する。
  2. 9.303κε καὶ ἄμμες ἀπωλόμεθʼ — 助詞 `κε`(`ἄν` に相当)を伴う直説法過去(`ἀπωλόμεθα`)であり、過去の事実に反する仮定の帰結(反実仮想)を表す(「私たちもまたそこで破滅したであろう」)。直後に続く `οὐ γάρ κεν δυνάμεσθα` も同様に、現在の事実に反する不可能を述べている。
  3. 9.331κλήρῳ πεπαλάσθαι ἄνωγον — 動詞 `ἄνωγον`(「命じる」)の補語として機能する、完了形中動態不定詞 `πεπαλάσθαι`(「くじを振る、引く」)。主語は `τοὺς ἄλλους`(対格)であり、対格不定詞構文(accusativus cum infinitivo)を形成している。

この箇所を引用する

ホメロス, オデュッセイア §9.287-9.354. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:9.287-9.354

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。