Humanitext Reader

ホメロス · オデュッセイア §9.217-9.286

ポリュペモスの帰還とオデュッセウスの偽り

60 / 173 箇所 · ギリシア語

要旨

オデュッセウスらはポリュペモスの洞窟に入り待つが、帰還した怪物は巨大な岩で洞窟を塞ぎ、彼らを厳しく尋問する。これに対してオデュッセウスは機転を利かせ、船が難破したと偽る。

§9.217εὕρομεν, ἀλλʼ ἐνόμευε νομὸν κάτα πίονα μῆλα.
彼を見つけることはできなかった。 しかし彼は豊かな牧草地で肥えた羊たちを放牧していた。
§9.218ἐλθόντες δʼ εἰς ἄντρον ἐθηεύμεσθα ἕκαστα.
私たちは洞窟に入り、そこにあるすべてのものを驚きをもって眺めた。
§9.219ταρσοὶ μὲν τυρῶν βρῖθον, στείνοντο δὲ σηκοὶ §9.220ἀρνῶν ἠδʼ ἐρίφων·
チーズの棚は重みでたわみ、囲いは子羊や子山羊たちでひしめき合っていた。
διακεκριμέναι δὲ ἕκασται
そしてそれぞれが分けて閉じ込められていた。
§9.221ἔρχατο, χωρὶς μὲν πρόγονοι, χωρὶς δὲ μέτασσαι, §9.222χωρὶς δʼ αὖθʼ ἕρσαι.
生まれの早いものは別に、中くらいのものは別に、そして生まれたばかりのものもまた別に。
ναῖον δʼ ὀρῷ ἄγγεα πάντα, §9.223γαυλοί τε σκαφίδες τε, τετυγμένα, τοῖς ἐνάμελγεν.
すべての器は乳漿で満ちていた、彼が乳を搾るのにつかう、よく出来た桶やバケツも。
§9.224ἔνθʼ ἐμὲ μὲν πρώτισθʼ ἕταροι λίσσοντʼ ἐπέεσσιν §9.225τυρῶν αἰνυμένους ἰέναι πάλιν, αὐτὰρ ἔπειτα §9.226καρπαλίμως ἐπὶ νῆα θοὴν ἐρίφους τε καὶ ἄρνας §9.227σηκῶν ἐξελάσαντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ·
そこでまず、同志たちが言葉を尽くして私に懇願した、チーズを取って引き返すこと、そしてそのあとですばやく快速船へ、子山羊や子羊たちを囲いから追い出して、塩辛い海へと船出することを。
§9.228ἀλλʼ ἐγὼ οὐ πιθόμην, ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν,
しかし私は聞き入れなかった。 そうしていれば、はるかに得だったろうに。
§9.229ὄφρʼ αὐτόν τε ἴδοιμι, καὶ εἴ μοι ξείνια δοίη.
私が彼自身に会い、また彼が私に客人の贈り物をくれるかどうかを確かめるために。
§9.230οὐδʼ ἄρʼ ἔμελλʼ ἑτάροισι φανεὶς ἐρατεινὸς ἔσεσθαι.
だが、彼が現れたとき、私の同志たちにとって愛想の良い存在になるはずはなかった。
§9.231ἔνθα δὲ πῦρ κήαντες ἐθύσαμεν ἠδὲ καὶ αὐτοὶ §9.232τυρῶν αἰνύμενοι φάγομεν, μένομέν τέ μιν ἔνδον §9.233ἥμενοι, ἧος ἐπῆλθε νέμων.
そこで私たちは火を焚いて犠牲を捧げ、自分たちもチーズを取って食べ、中に入って彼を待った、座りながら、彼が放牧から戻ってくるまで。
φέρε δʼ ὄβριμον ἄχθος §9.234ὕλης ἀζαλέης, ἵνα οἱ ποτιδόρπιον εἴη,
彼は重い荷を運んできた、夕食の時に使う、乾いた薪の山を。
§9.235ἔντοσθεν δʼ ἄντροιο βαλὼν ὀρυμαγδὸν ἔθηκεν·
そしてそれを洞窟の中に投げ下ろし、凄まじい音を立てた。
§9.236ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθʼ ἐς μυχὸν ἄντρου.
私たちは恐ろしくなり、洞窟の奥へと逃げ込んだ。
§9.237αὐτὰρ ὅ γʼ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα §9.238πάντα μάλʼ ὅσσʼ ἤμελγε, τὰ δʼ ἄρσενα λεῖπε θύρηφιν,
しかし彼は広い洞窟の中へ、肥えた家畜たちを追った、乳を搾るものをすべて。
§9.239ἀρνειούς τε τράγους τε, βαθείης ἔκτοθεν αὐλῆς.
雄のものは入口に残した、雄羊や雄山羊を、深い囲いの外に。
§9.240αὐτὰρ ἔπειτʼ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσʼ ἀείρας, §9.241ὄβριμον·
それから、大きな戸石を高く持ち上げて据えた、重い石を。
οὐκ ἂν τόν γε δύω καὶ εἴκοσʼ ἄμαξαι §9.242ἐσθλαὶ τετράκυκλοι ἀπʼ οὔδεος ὀχλίσσειαν·
二十二台の頑丈な四輪の荷馬車であっても、地面から動かすことはできないほどの。
§9.243τόσσην ἠλίβατον πέτρην ἐπέθηκε θύρῃσιν.
それほどに巨大で、そびえ立つ岩を、彼は入り口に置いたのだ。
§9.244ἑζόμενος δʼ ἤμελγεν ὄις καὶ μηκάδας αἶγας, §9.245πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.
そして腰を下ろして、羊たちとめえめえと鳴く山羊たちの乳を搾り、すべてを順序よく行い、それぞれの母親の下にその幼子を添えた。
§9.246αὐτίκα δʼ ἥμισυ μὲν θρέψας λευκοῖο γάλακτος §9.247πλεκτοῖς ἐν ταλάροισιν ἀμησάμενος κατέθηκεν, §9.248ἥμισυ δʼ αὖτʼ ἔστησεν ἐν ἄγγεσιν, ὄφρα οἱ εἴη §9.249πίνειν αἰνυμένῳ καί οἱ ποτιδόρπιον εἴη.
すぐに彼は白い乳の半分を凝固させ、編んだ籠に集めて置いておき、もう半分は、彼の飲むため、また夕食の飲み物とするために、器に入れて置いておいた。
§9.250αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα, §9.251καὶ τότε πῦρ ἀνέκαιε καὶ εἴσιδεν, εἴρετο δʼ ἡμέας· §9.252ὦ ξεῖνοι, τίνες ἐστέ;
さて、彼が自分の仕事をてきぱきと終えると、まさにそのとき火を燃え立たせて私たちに気づき、私たちに尋ねた、「旅人たちよ、お前たちは何者だ?
πόθεν πλεῖθʼ ὑγρὰ κέλευθα;
どこから水路を航海してきたのだ?
§9.253ἦ τι κατὰ πρῆξιν ἦ μαψιδίως ἀλάλησθε, §9.254οἷά τε ληιστῆρες, ὑπεὶρ ἅλα, τοί τʼ ἀλόωνται §9.255ψυχὰς παρθέμενοι κακὸν ἀλλοδαποῖσι φέροντες;
何かの商売のためか、それともあてもなく彷徨っているのか、海を渡って彷徨う海賊たちのように、彼らは命を賭けて、異国の人々に災いをもたらすのだ。
§9.256ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτε κατεκλάσθη φίλον ἦτορ, §9.257δεισάντων φθόγγον τε βαρὺν αὐτόν τε πέλωρον.
」彼がこう言うと、私たちの愛する心はまたしても砕け散った、彼の低い声と、彼自身の怪物のような姿を恐れて。
§9.258ἀλλὰ καὶ ὥς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον· §9.259ἡμεῖς τοι Τροίηθεν ἀποπλαγχθέντες Ἀχαιοὶ §9.260παντοίοις ἀνέμοισιν ὑπὲρ μέγα λαῖτμα θαλάσσης,
しかしそれでも私は、言葉を返して彼に告げた、「私たちはトロイアから迷い出たアカイア人です、大いなる海の深淵の上を、あらゆる風に流されて。
§9.261οἴκαδε ἱέμενοι, ἄλλην ὁδὸν ἄλλα κέλευθα §9.262ἤλθομεν·
帰郷を願いながら、異なる道、異なる路を来ました。
οὕτω που Ζεὺς ἤθελε μητίσασθαι.
どうやらゼウスがそのように企てることを望まれたのでしょう。
§9.263λαοὶ δʼ Ἀτρεΐδεω Ἀγαμέμνονος εὐχόμεθʼ εἶναι, §9.264τοῦ δὴ νῦν γε μέγιστον ὑπουράνιον κλέος ἐστί·
そして私たちは、アトレウスの子アガメムノンの民であると誇っています、彼の名声は、今や天の下で最も大きいものです。
§9.265τόσσην γὰρ διέπερσε πόλιν καὶ ἀπώλεσε λαοὺς §9.266πολλούς.
それほどに巨大な都市を滅ぼし、多くの民を滅ぼしたのですから。
ἡμεῖς δʼ αὖτε κιχανόμενοι τὰ σὰ γοῦνα §9.267ἱκόμεθʼ, εἴ τι πόροις ξεινήιον ἠὲ καὶ ἄλλως
そして私たちは、あなたの膝にすがり、やって来ました、あなたが何か客人の贈り物をくださるか、あるいは他の方法で贈り物をくださることを願って。
§9.268δοίης δωτίνην, ἥ τε ξείνων θέμις ἐστίν.
それは客人の権利なのですから。
§9.269ἀλλʼ αἰδεῖο, φέριστε, θεούς·
ですから、優れた方よ、神々を畏れてください。
ἱκέται δέ τοί εἰμεν,
私たちはあなたの懇願者なのです。
§9.270Ζεὺς δʼ ἐπιτιμήτωρ ἱκετάων τε ξείνων τε, §9.271ξείνιος, ὃς ξείνοισιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.
そしてゼウスは、懇願者や客人のために報復する守護神であり、客人の保護者であって、敬うべき客人とともに行かれるのです。
§9.272ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμείβετο νηλέι θυμῷ· §9.273νήπιός εἰς, ὦ ξεῖνʼ, ἢ τηλόθεν εἰλήλουθας, §9.274ὅς με θεοὺς κέλεαι ἢ δειδίμεν ἢ ἀλέασθαι·
」私がこう言うと、彼はすぐに情け容赦ない心で私に答えた、「旅人よ、お前は愚か者か、それとも遠くからやって来たのか、私に神々を恐れるか、あるいは避けるようにと命じるとは。
§9.275οὐ γὰρ Κύκλωπες Διὸς αἰγιόχου ἀλέγουσιν §9.276οὐδὲ θεῶν μακάρων, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰμεν·
なぜならキュクロプスたちは、アイギスを持つゼウスのことなど気にかけず、幸福な神々のことも気にかけないからだ。 我々の方がはるかに優れているのだから。
§9.277οὐδʼ ἂν ἐγὼ Διὸς ἔχθος ἀλευάμενος πεφιδοίμην §9.278οὔτε σεῦ οὔθʼ ἑτάρων, εἰ μὴ θυμός με κελεύοι.
私はゼウスの敵意を避けるために手加減することなどしない、お前に対しても、お前の同志たちに対しても。 もし私の心がそれを命じない限りな。
§9.279ἀλλά μοι εἴφʼ ὅπῃ ἔσχες ἰὼν ἐυεργέα νῆα,
だが教えてくれ、お前はやって来たとき、よく出来た船をどこに留めたのだ?
§9.280ἤ που ἐπʼ ἐσχατιῆς, ἦ καὶ σχεδόν, ὄφρα δαείω.
陸の端のどこかか、それとも近くにか、私が知るためにな。
§9.281ὣς φάτο πειράζων, ἐμὲ δʼ οὐ λάθεν εἰδότα πολλά, §9.282ἀλλά μιν ἄψορρον προσέφην δολίοις ἐπέεσσι·
」彼は試そうとしてこう言ったが、多くのことを知る私がそれに気づかぬはずはなかった。
§9.283νέα μέν μοι κατέαξε Ποσειδάων ἐνοσίχθων §9.284πρὸς πέτρῃσι βαλὼν ὑμῆς ἐπὶ πείρασι γαίης, §9.285ἄκρῃ προσπελάσας·
そこで私は、裏をかいて狡猾な言葉を返した、「私の船は、大地を揺るがすポセイドンが打ち砕きました、あなた方の土地の端にある岩に打ち当てて、岬に近づけたときに。
ἄνεμος δʼ ἐκ πόντου ἔνεικεν·
風が海からそれを運んだのです。
§9.286αὐτὰρ ἐγὼ σὺν τοῖσδε ὑπέκφυγον αἰπὺν ὄλεθρον.
しかし私は、ここにいる者たちとともに、険しい破滅から免れました。 」

語釈・文法注

  1. 9.228ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν — 接続詞を伴わない ἄν + 直説法過去(ἦεν)による反実仮想条件文の帰結節。先行する οὐ πιθόμην(私は聞き入れなかった)の内容を受け、「もし私が同志たちの言うことを聞き入れていたら(もっと得だったろうに)」という条件節(protasis)が文脈上省略されている。
  2. 9.255ψυχὰς παρθέμενοι — 動詞 παρατίθημι のアオリスト中道態分詞 παρθέμενοι を用いた慣用的表現。直訳すると「自分たちの命を(脇に)置く」となり、命を危険にさらす、すなわち「命を賭けて」という意味を表す。
  3. 9.278εἰ μὴ θυμός με κελεύοι — 接続詞 εἰ + 希求法(κελεύοι)の構成。主節が ἄν + 希求法(πεφιδοίμην ἄν、ここでは ἄν が前々行の 277行に置かれ、278行冒頭の否定表現を介して修飾している)であるため、潜在的条件文を形成し、「もし私の心(気紛れ)がそれを命じるようなことがない限りは」という主観的な可能性・留保を示している。
  4. 9.281ἐμὲ δʼ οὐ λάθεν εἰδότα πολλά — 動詞 λανθάνω(アオリスト λάθεν、増音脱落)に、直接目的語の対格(ἐμὲ)と補充分詞(εἰδότα)が結合した構文。直訳すると「多くのことを知っている私が(彼の企みに)気づかないままでいることはなかった」となり、「多くの経験を持つ私は、彼の試み(罠)にすぐに気づいた」という二重否定的な強調表現。

この箇所を引用する

ホメロス, オデュッセイア §9.217-9.286. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:9.217-9.286

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。