§9.217εὕρομεν, ἀλλʼ ἐνόμευε νομὸν κάτα πίονα μῆλα.
我们没有找到他,但他正在肥沃的牧场上放牧他的肥羊。
§9.218ἐλθόντες δʼ εἰς ἄντρον ἐθηεύμεσθα ἕκαστα.
我们进入洞穴后,怀着惊奇注视着里面的每一样东西。
§9.219ταρσοὶ μὲν τυρῶν βρῖθον, στείνοντο δὲ σηκοὶ §9.220ἀρνῶν ἠδʼ ἐρίφων· διακεκριμέναι δὲ ἕκασται §9.221ἔρχατο, χωρὶς μὲν πρόγονοι, χωρὶς δὲ μέτασσαι, §9.222χωρὶς δʼ αὖθʼ ἕρσαι.
装干酪的架子沉甸甸的,圈里挤满了小羊羔和小山羊;它们被分开关在不同地方:早生的在一处,中生的在一处,刚出生的又在一处。
ναῖον δʼ ὀρῷ ἄγγεα πάντα, §9.223γαυλοί τε σκαφίδες τε, τετυγμένα, τοῖς ἐνάμελγεν.
所有的器皿里都盛满了乳清,那些做工精细的木桶和木盆,都是他平时用来挤奶的。
§9.224ἔνθʼ ἐμὲ μὲν πρώτισθʼ ἕταροι λίσσοντʼ ἐπέεσσιν §9.225τυρῶν αἰνυμένους ἰέναι πάλιν, αὐτὰρ ἔπειτα §9.226καρπαλίμως ἐπὶ νῆα θοὴν ἐρίφους τε καὶ ἄρνας §9.227σηκῶν ἐξελάσαντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ· §9.228ἀλλʼ ἐγὼ οὐ πιθόμην, ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν, §9.229ὄφρʼ αὐτόν τε ἴδοιμι, καὶ εἴ μοι ξείνια δοίη.
那时,我的同伴们首先竭力劝说我,拿些干酪就往回走,然后迅速把小羊和小山羊从圈里赶出来,赶上我们快速的船只,在咸涩的海面上起航;但我没有听从,尽管那本要好得多,为的是让我能见到他本人,看看他是否会送我客人的礼物。
§9.230οὐδʼ ἄρʼ ἔμελλʼ ἑτάροισι φανεὶς ἐρατεινὸς ἔσεσθαι.
然而,当他出现时,对我的同伴们来说,他绝不会是一个可爱的人。
§9.231ἔνθα δὲ πῦρ κήαντες ἐθύσαμεν ἠδὲ καὶ αὐτοὶ §9.232τυρῶν αἰνύμενοι φάγομεν, μένομέν τέ μιν ἔνδον §9.233ἥμενοι, ἧος ἐπῆλθε νέμων.
我们在那里生起火,献了祭,自己也拿些干酪吃了,在里面坐着等他,直到他放牧回来。
φέρε δʼ ὄβριμον ἄχθος §9.234ὕλης ἀζαλέης, ἵνα οἱ ποτιδόρπιον εἴη, §9.235ἔντοσθεν δʼ ἄντροιο βαλὼν ὀρυμαγδὸν ἔθηκεν· §9.236ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθʼ ἐς μυχὸν ἄντρου.
他扛着一担沉重的干木柴,那是为了他准备晚饭之用;他把木柴扔在洞内,发出一声巨响;我们惊恐万分,慌忙逃进洞穴的最深处。
§9.237αὐτὰρ ὅ γʼ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα §9.238πάντα μάλʼ ὅσσʼ ἤμελγε, τὰ δʼ ἄρσενα λεῖπε θύρηφιν, §9.239ἀρνειούς τε τράγους τε, βαθείης ἔκτοθεν αὐλῆς.
而他把肥羊赶进了宽敞的洞穴,所有那些他要挤奶的母羊,把公羊留在了门外,包括公绵羊和公山羊,留在了深围墙的外边。
§9.240αὐτὰρ ἔπειτʼ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσʼ ἀείρας, §9.241ὄβριμον· οὐκ ἂν τόν γε δύω καὶ εἴκοσʼ ἄμαξαι §9.242ἐσθλαὶ τετράκυκλοι ἀπʼ οὔδεος ὀχλίσσειαν· §9.243τόσσην ἠλίβατον πέτρην ἐπέθηκε θύρῃσιν.
接着他把一块巨大的门石高高举起并堵上,那是一块沉重的石头;即使是二十二辆精良的四轮马车也无法将它从地面上撬动;他把这样一块高耸的巨石堵在了门口。
§9.244ἑζόμενος δʼ ἤμελγεν ὄις καὶ μηκάδας αἶγας, §9.245πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.
他坐下来,给绵羊和咩咩叫的山羊挤奶,一切按部就班,并把小羊送回各自的母亲怀下。
§9.246αὐτίκα δʼ ἥμισυ μὲν θρέψας λευκοῖο γάλακτος §9.247πλεκτοῖς ἐν ταλάροισιν ἀμησάμενος κατέθηκεν, §9.248ἥμισυ δʼ αὖτʼ ἔστησεν ἐν ἄγγεσιν, ὄφρα οἱ εἴη §9.249πίνειν αἰνυμένῳ καί οἱ ποτιδόρπιον εἴη.
接着,他立刻把一半白色的奶凝固起来,盛在编好的篮子里放好,另一半放在器皿里,以便让他自己取来饮用,并作为他晚餐的饮料。
§9.250αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα, §9.251καὶ τότε πῦρ ἀνέκαιε καὶ εἴσιδεν, εἴρετο δʼ ἡμέας· §9.252ὦ ξεῖνοι, τίνες ἐστέ;
当他忙碌地做完了他的这些工作后,就在那时他拨旺了火并看到了我们,开口问道: “陌生人,你们是谁?
πόθεν πλεῖθʼ ὑγρὰ κέλευθα;
你们从哪里航行过这片水路?
是因为经商,还是漫无目的地漂泊,像海盗那样在海上游荡?
§9.255ψυχὰς παρθέμενοι κακὸν ἀλλοδαποῖσι φέροντες;
他们冒着生命危险,给异乡人带来灾难。
§9.256ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτε κατεκλάσθη φίλον ἦτορ, §9.257δεισάντων φθόγγον τε βαρὺν αὐτόν τε πέλωρον.
” 他这样说着,而我们的心在胸中再次碎裂,害怕他低沉的声音和他那庞大可怖的身躯。
§9.258ἀλλὰ καὶ ὥς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον· §9.259ἡμεῖς τοι Τροίηθεν ἀποπλαγχθέντες Ἀχαιοὶ §9.260παντοίοις ἀνέμοισιν ὑπὲρ μέγα λαῖτμα θαλάσσης, §9.261οἴκαδε ἱέμενοι, ἄλλην ὁδὸν ἄλλα κέλευθα §9.262ἤλθομεν· οὕτω που Ζεὺς ἤθελε μητίσασθαι.
但即便如此,我还是开口回答他道: “我们是从特洛伊迷失方向回国的美赞人(阿开亚人),被各种风吹拂过大得无边无际的海面,渴望着回家,却走了另外的路、另外的航线来到这里;想必这是宙斯意欲筹划的事情。
§9.263λαοὶ δʼ Ἀτρεΐδεω Ἀγαμέμνονος εὐχόμεθʼ εἶναι, §9.264τοῦ δὴ νῦν γε μέγιστον ὑπουράνιον κλέος ἐστί· §9.265τόσσην γὰρ διέπερσε πόλιν καὶ ἀπώλεσε λαοὺς §9.266πολλούς.
我们自豪地自称是阿特柔斯之子阿伽门农的部下,他的名声现在在天底下确实是最大的;因为他毁灭了那么巨大的城市,消灭了众多的百姓。
ἡμεῖς δʼ αὖτε κιχανόμενοι τὰ σὰ γοῦνα §9.267ἱκόμεθʼ, εἴ τι πόροις ξεινήιον ἠὲ καὶ ἄλλως §9.268δοίης δωτίνην, ἥ τε ξείνων θέμις ἐστίν.
而我们来到这里,抚摸着你的膝盖,恳求你,看你是否愿意提供一份客礼,或者以其他方式赠予我们礼物,这是对客人应有的礼遇。
§9.269ἀλλʼ αἰδεῖο, φέριστε, θεούς· ἱκέται δέ τοί εἰμεν, §9.270Ζεὺς δʼ ἐπιτιμήτωρ ἱκετάων τε ξείνων τε, §9.271ξείνιος, ὃς ξείνοισιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.
请敬畏神明吧,最尊贵的人,我们是你的求助者,宙斯是求助者和客人的保护者与复仇者,是客人的神,他陪伴着应受尊敬的客人。
§9.272ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμείβετο νηλέι θυμῷ· §9.273νήπιός εἰς, ὦ ξεῖνʼ, ἢ τηλόθεν εἰλήλουθας, §9.274ὅς με θεοὺς κέλεαι ἢ δειδίμεν ἢ ἀλέασθαι· §9.275οὐ γὰρ Κύκλωπες Διὸς αἰγιόχου ἀλέγουσιν §9.276οὐδὲ θεῶν μακάρων, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰμεν· §9.277οὐδʼ ἂν ἐγὼ Διὸς ἔχθος ἀλευάμενος πεφιδοίμην §9.278οὔτε σεῦ οὔθʼ ἑτάρων, εἰ μὴ θυμός με κελεύοι.
” 我这样说,而他立刻以无情的心回答我: “你真是个傻瓜,陌生人,或者你来自极远的地方,居然叫我要么惧怕神明要么躲避他们;因为独眼巨人根本不在乎手持盾牌的宙斯,也不在乎福乐的神明,因为我们确实比他们强大得多;我绝不会为了躲避宙斯的怨恨而放过你或你的同伴,除非我的心意命令我这么做。
§9.279ἀλλά μοι εἴφʼ ὅπῃ ἔσχες ἰὼν ἐυεργέα νῆα,
但请告诉我,你来的时候把你做工精良的船只泊在何处?
§9.280ἤ που ἐπʼ ἐσχατιῆς, ἦ καὶ σχεδόν, ὄφρα δαείω.
是在陆地的尽头,还是在近处? 好让我知晓。
§9.281ὣς φάτο πειράζων, ἐμὲ δʼ οὐ λάθεν εἰδότα πολλά, §9.282ἀλλά μιν ἄψορρον προσέφην δολίοις ἐπέεσσι· §9.283νέα μέν μοι κατέαξε Ποσειδάων ἐνοσίχθων §9.284πρὸς πέτρῃσι βαλὼν ὑμῆς ἐπὶ πείρασι γαίης, §9.285ἄκρῃ προσπελάσας· ἄνεμος δʼ ἐκ πόντου ἔνεικεν·
” 他这样说是在试探我,但这瞒不过见多识广的我,于是我用欺骗的语言反驳他道: “我的船被震地者波塞冬撞碎了,在你们土地边缘的岩石上撞击,当时正靠近海岬;风从海上把它吹了过去;而我带着这些人,九死一生逃脱了这可怕的毁灭。
§9.286αὐτὰρ ἐγὼ σὺν τοῖσδε ὑπέκφυγον αἰπὺν ὄλεθρον.
”