§9.145οὐρανόθεν προύφαινε, κατείχετο δὲ νεφέεσσιν.
天空没有透出光亮,而是被云雾遮蔽。
§9.146ἔνθʼ οὔ τις τὴν νῆσον ἐσέδρακεν ὀφθαλμοῖσιν, §9.147οὔτʼ οὖν κύματα μακρὰ κυλινδόμενα προτὶ χέρσον §9.148εἰσίδομεν, πρὶν νῆας ἐυσσέλμους ἐπικέλσαι.
在那里没有人用眼睛看见那座岛屿,甚至也没有看见滚向陆地的长长波浪,直到我们将整备良好的船只驶上陆地。
§9.149κελσάσῃσι δὲ νηυσὶ καθείλομεν ἱστία πάντα, §9.150ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης· §9.151ἔνθα δʼ ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν.
船只搁浅后,我们降下了所有的帆,我们自己也走上了海浪拍击的沙滩;我们在那里沉沉睡去,等待着神圣的黎明。
当清晨诞生的、玫瑰红指头的黎明出现时,我们对这座岛屿赞叹不已,在岛上四处转悠。
执盾者宙斯的女儿——山林仙女们,赶起了山野的野山羊,好让我的同伴们进餐。
§9.156αὐτίκα καμπύλα τόξα καὶ αἰγανέας δολιχαύλους §9.157εἱλόμεθʼ ἐκ νηῶν, διὰ δὲ τρίχα κοσμηθέντες §9.158βάλλομεν· αἶψα δʼ ἔδωκε θεὸς μενοεικέα θήρην.
我们立刻从船里拿出了弯弓和长柄猎枪,分成三队排好,进行射杀;神立刻赐予了我们满意的猎物。
§9.159νῆες μέν μοι ἕποντο δυώδεκα, ἐς δὲ ἑκάστην §9.160ἐννέα λάγχανον αἶγες· ἐμοὶ δὲ δέκʼ ἔξελον οἴῳ.
尾随我的船只共有十二艘,分配给每艘船的山羊有九只;而唯独给我一人挑出了十只。
§9.161ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα §9.162ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ· §9.163οὐ γάρ πω νηῶν ἐξέφθιτο οἶνος ἐρυθρός, §9.164ἀλλʼ ἐνέην· πολλὸν γὰρ ἐν ἀμφιφορεῦσιν ἕκαστοι §9.165ἠφύσαμεν Κικόνων. ἱερὸν πτολίεθρον ἑλόντες.
于是,在太阳落山之前的整整一天,我们坐着享用无尽的肉食和甘甜的美酒;因为船上的红酒还没有喝光,而是还有剩余;因为我们在夺取基科涅斯人的神圣城堡时,每个人都在双耳罐里汲取了许多酒。
§9.166Κυκλώπων δʼ ἐς γαῖαν ἐλεύσσομεν ἐγγὺς ἐόντων, §9.167καπνόν τʼ αὐτῶν τε φθογγὴν ὀίων τε καὶ αἰγῶν.
我们遥望着近在咫尺的独眼巨人的土地,看到了他们的烟雾,听到了他们以及绵羊和山羊的叫声。
当太阳落山、暮色降临时,那时我们便在海浪拍击的沙滩上睡去。
§9.170ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, §9.171καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον· §9.172ἄλλοι μὲν νῦν μίμνετʼ, ἐμοὶ ἐρίηρες ἑταῖροι· §9.173αὐτὰρ ἐγὼ σὺν νηί τʼ ἐμῇ καὶ ἐμοῖς ἑτάροισιν §9.174ἐλθὼν τῶνδʼ ἀνδρῶν πειρήσομαι, οἵ τινές εἰσιν, §9.175ἤ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι, §9.176ἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.
当清晨诞生的、玫瑰红指头的黎明出现时,那时我召集了集会,对所有人说道: “其他的人现在留在这里,我忠实的同伴们;而我将带着我自己的船和同伴们前去打探那些人,看看他们是什么样的人,究竟是傲慢、野蛮而不讲正义的人,还是好客、且怀有敬畏神明之心的人。
§9.177ὣς εἰπὼν ἀνὰ νηὸς ἔβην, ἐκέλευσα δʼ ἑταίρους §9.178αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.
” 说完这些,我登上了船,并命令我的同伴们也登船并解开舫缆。
§9.179οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον, §9.180ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
他们立刻登船,坐在桨座上,依次坐定,用桨击打着灰白的海面。
§9.181ἀλλʼ ὅτε δὴ τὸν χῶρον ἀφικόμεθʼ ἐγγὺς ἐόντα, §9.182ἔνθα δʼ ἐπʼ ἐσχατιῇ σπέος εἴδομεν ἄγχι θαλάσσης, §9.183ὑψηλόν, δάφνῃσι κατηρεφές. ἔνθα δὲ πολλὰ §9.184μῆλʼ, ὄιές τε καὶ αἶγες, ἰαύεσκον· περὶ δʼ αὐλὴ §9.185ὑψηλὴ δέδμητο κατωρυχέεσσι λίθοισι §9.186μακρῇσίν τε πίτυσσιν ἰδὲ δρυσὶν ὑψικόμοισιν.
当当我们终于来到那临近的地方时,我们在海边的尽头看到一处洞穴,很高,上面覆盖着月桂树;在那里有许多牲畜,即绵羊和山羊,在里面过夜;周围建有一座用深埋于地下的石头和高耸的松树及枝叶茂密的高大橡树筑成的高高围墙。
§9.187ἔνθα δʼ ἀνὴρ ἐνίαυε πελώριος, ὅς ῥα τὰ μῆλα §9.188οἶος ποιμαίνεσκεν ἀπόπροθεν· οὐδὲ μετʼ ἄλλους §9.189πωλεῖτʼ, ἀλλʼ ἀπάνευθεν ἐὼν ἀθεμίστια ᾔδη.
里面住着一个庞大的汉子,他总是独自一人在远处放牧那些牲畜;他不与其他人交往,而是退居一旁,行事不遵法度。
§9.190καὶ γὰρ θαῦμʼ ἐτέτυκτο πελώριον, οὐδὲ ἐῴκει §9.191ἀνδρί γε σιτοφάγῳ, ἀλλὰ ῥίῳ ὑλήεντι §9.192ὑψηλῶν ὀρέων, ὅ τε φαίνεται οἶον ἀπʼ ἄλλων.
事实上,他也是一个庞大的奇迹,并不像吃面包的人类,反而像高山上被森林覆盖的顶峰,孤零零地耸立在众山之外。
§9.193δὴ τότε τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους §9.194αὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι, §9.195αὐτὰρ ἐγὼ κρίνας ἑτάρων δυοκαίδεκʼ ἀρίστους §9.196βῆν· ἀτὰρ αἴγεον ἀσκὸν ἔχον μέλανος οἴνοιο §9.197ἡδέος, ὅν μοι ἔδωκε Μάρων, Εὐάνθεος υἱός, §9.198ἱρεὺς Ἀπόλλωνος, ὃς Ἴσμαρον ἀμφιβεβήκει, §9.199οὕνεκά μιν σὺν παιδὶ περισχόμεθʼ ἠδὲ γυναικὶ §9.200ἁζόμενοι· ᾤκει γὰρ ἐν ἄλσεϊ δενδρήεντι §9.201Φοίβου Ἀπόλλωνος.
那时,我命令其他忠实的同伴们留在船旁并看守船只,而我挑选了十二名最优秀的同伴出发了;我带着一皮袋香甜的红酒,那是埃万特斯之子马隆送给我的,他是守护伊斯马罗斯的阿波罗的神官,因为我们出于敬畏而保护了他连同他的妻子和孩子;因为他住在福波斯·阿波罗的茂密圣林中。
ὁ δέ μοι πόρεν ἀγλαὰ δῶρα· §9.202χρυσοῦ μέν μοι ἔδωκʼ ἐυεργέος ἑπτὰ τάλαντα, §9.203δῶκε δέ μοι κρητῆρα πανάργυρον, αὐτὰρ ἔπειτα §9.204οἶνον ἐν ἀμφιφορεῦσι δυώδεκα πᾶσιν ἀφύσσας §9.205ἡδὺν ἀκηράσιον, θεῖον ποτόν· οὐδέ τις αὐτὸν §9.206ἠείδη δμώων οὐδʼ ἀμφιπόλων ἐνὶ οἴκῳ, §9.207ἀλλʼ αὐτὸς ἄλοχός τε φίλη ταμίη τε μίʼ οἴη.
他送给我精美的礼物:他给了我七个精工制造的金塔兰同,还送我一个纯银的调酒瓮,接着他在十二个双耳罐里汲满了香甜纯净的美酒,那是一杯神仙饮料;家里的男女仆役中没有一个人知道这酒,只有他自己、他的爱妻和唯一的一位女管家知道。
§9.208τὸν δʼ ὅτε πίνοιεν μελιηδέα οἶνον ἐρυθρόν, §9.209ἓν δέπας ἐμπλήσας ὕδατος ἀνὰ εἴκοσι μέτρα §9.210χεῦʼ, ὀδμὴ δʼ ἡδεῖα ἀπὸ κρητῆρος ὀδώδει §9.211θεσπεσίη· τότʼ ἂν οὔ τοι ἀποσχέσθαι φίλον ἦεν.
每当他们饮用这如蜜般甜美的红酒时,他倒满一杯酒,然后兑入二十倍的水,调酒瓮里散发出甜蜜而神奇的芬芳;那时,任谁也不想克制不饮。
§9.212τοῦ φέρον ἐμπλήσας ἀσκὸν μέγαν, ἐν δὲ καὶ ᾖα §9.213κωρύκῳ· αὐτίκα γάρ μοι ὀίσατο θυμὸς ἀγήνωρ §9.214ἄνδρʼ ἐπελεύσεσθαι μεγάλην ἐπιειμένον ἀλκήν, §9.215ἄγριον, οὔτε δίκας ἐὺ εἰδότα οὔτε θέμιστας.
我带了满满一大袋这种酒,并在皮袋里装了干粮;因为我高傲的心灵立刻预感到,将有一个身披巨大神力的男子向我们逼来,那是一个野蛮、不晓得公平和法度的家伙。
§9.216καρπαλίμως δʼ εἰς ἄντρον ἀφικόμεθʼ, οὐδέ μιν ἔνδον
我们迅速来到了洞穴,但没有在里面找到他,