Humanitext Reader

ホメロス · オデュッセイア §8.149-8.220

オデュッセウスの円盤投げと競技への挑戦

51 / 173 箇所 · ギリシア語

要旨

エウリュアロスに挑発されたオデュッセウスは怒り、自ら巨大な円盤を投げて圧倒的な実力を示す。その後、他の競技や弓術での自信をフェアイアクス人たちに語る。

§8.149ἀλλʼ ἄγε πείρησαι, σκέδασον δʼ ἀπὸ κήδεα θυμοῦ.
「さあ、挑戦してください。 そして心から憂いを追い払ってください。
§8.150σοὶ δʼ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται, ἀλλά τοι ἤδη §8.151νηῦς τε κατείρυσται καὶ ἐπαρτέες εἰσὶν ἑταῖροι.
あなたの旅立ち(帰郷の旅路)はもはや長く引き延ばされることはなく、すでにあなたのために船は海に引き下ろされ、仲間たちも準備を整えています。
§8.152τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
」これに対して、思慮深いオデュッセウスが答えて言った。
§8.153Λαοδάμα, τί με ταῦτα κελεύετε κερτομέοντες;
「ラオダマスよ、なぜお前たちは私をからかって、このようなことを勧めるのか。
§8.154κήδεά μοι καὶ μᾶλλον ἐνὶ φρεσὶν ἤ περ ἄεθλοι, §8.155ὃς πρὶν μὲν μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα,
私の心の中には、競技よりもむしろ多くの憂いがあるのだ、私はこれまでに実につらい目に遭い、多くの苦難を舐めてきたのだから。
§8.156νῦν δὲ μεθʼ ὑμετέρῃ ἀγορῇ νόστοιο χατίζων §8.157ἧμαι, λισσόμενος βασιλῆά τε πάντα τε δῆμον.
そして今は、帰郷を熱望しながら、お前たちの集会の中に座っており、王とすべての民に懇願しているのだ。
§8.158τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο νείκεσέ τʼ ἄντην·
」すると今度はエウリュアロスが答え、面と向かって彼を非難した。
§8.159οὐ γάρ σʼ οὐδέ, ξεῖνε, δαήμονι φωτὶ ἐίσκω §8.160ἄθλων, οἷά τε πολλὰ μετʼ ἀνθρώποισι πέλονται,
「客人よ、私はお前を、決して精通した男だとは思わない、人々の間で数多く行われている様々な競技に。
§8.161ἀλλὰ τῷ, ὅς θʼ ἅμα νηὶ πολυκλήιδι θαμίζων, §8.162ἀρχὸς ναυτάων οἵ τε πρηκτῆρες ἔασιν, §8.163φόρτου τε μνήμων καὶ ἐπίσκοπος ᾖσιν ὁδαίων §8.164κερδέων θʼ ἁρπαλέων·
そうではなく、多くの櫂座を持つ船にいつも乗っており、商人である船乗りたちの頭領であって、積み荷に気を配り、持ち帰る商品の番をし、貪欲な儲けを狙う者のようだ。
οὐδʼ ἀθλητῆρι ἔοικας.
お前は競技者にはまるで見えない。
§8.165τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
」これを鋭く睨みつけながら、思慮深いオデュッセウスが言った。
§8.166ξεῖνʼ, οὐ καλὸν ἔειπες·
「客人よ、無礼なことを言う。
ἀτασθάλῳ ἀνδρὶ ἔοικας.
お前は傲慢な男のようだ。
§8.167οὕτως οὐ πάντεσσι θεοὶ χαρίεντα διδοῦσιν §8.168ἀνδράσιν, οὔτε φυὴν οὔτʼ ἂρ φρένας οὔτʼ ἀγορητύν.
このように、神々はすべての者に、魅力的な贈り物を授けはしない、体格にせよ、知性にせよ、あるいは雄弁術にせよ。
§8.169ἄλλος μὲν γάρ τʼ εἶδος ἀκιδνότερος πέλει ἀνήρ, §8.170ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει, οἱ δέ τʼ ἐς αὐτὸν §8.171τερπόμενοι λεύσσουσιν·
ある男は、容姿こそ劣っているかもしれないが、神がその言葉に美しさを冠として授け、人々は彼をうっとりと見つめる。
ὁ δʼ ἀσφαλέως ἀγορεύει §8.172αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν, §8.173ἐρχόμενον δʼ ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσιν.
彼は揺るぎなく語り、優しくも厳かな慎み深さがあり、集った人々の中で際立ち、街を行くときには、人々は彼を神のように仰ぎ見る。
§8.174ἄλλος δʼ αὖ εἶδος μὲν ἀλίγκιος ἀθανάτοισιν, §8.175ἀλλʼ οὔ οἱ χάρις ἀμφιπεριστέφεται ἐπέεσσιν,
また別の男は、容姿こそ不死の神々に似ているが、その言葉には魅力が全くまとわれていない。
§8.176ὡς καὶ σοὶ εἶδος μὲν ἀριπρεπές, οὐδέ κεν ἄλλως §8.177οὐδὲ θεὸς τεύξειε, νόον δʼ ἀποφώλιός ἐσσι.
まさに、お前の容姿は極めて優れており、神であってもこれ以上作り得ないほどだが、その知性は空っぽ(愚か)だ。
§8.178ὤρινάς μοι θυμὸν ἐνὶ στήθεσσι φίλοισιν §8.179εἰπὼν οὐ κατὰ κόσμον.
お前は不適切なことを言って、私の胸の中の心を激高させた。
ἐγὼ δʼ οὐ νῆις ἀέθλων, §8.180ὡς σύ γε μυθεῖαι, ἀλλʼ ἐν πρώτοισιν ὀίω §8.181ἔμμεναι, ὄφρʼ ἥβῃ τε πεποίθεα χερσί τʼ ἐμῇσι.
私は競技に無知などではない、お前が語るような者ではなく、むしろ最前列にいる者だと思う、私が若さと己の手の力を信じていた間は。
§8.182νῦν δʼ ἔχομαι κακότητι καὶ ἄλγεσι·
だが今は、不幸と苦痛に囚われている。
πολλὰ γὰρ ἔτλην §8.183ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων.
私は多くを耐え忍んできた、人々の戦いや、荒れ狂う波を切り抜けて。
§8.184ἀλλὰ καὶ ὥς, κακὰ πολλὰ παθών, πειρήσομʼ ἀέθλων·
しかし、たとえそうであっても、多くの災難を被った後であっても、私は競技に挑戦しよう。
§8.185θυμοδακὴς γὰρ μῦθος, ἐπώτρυνας δέ με εἰπών.
お前の言葉は心を刺すものであり、その言葉で私を駆り立てたのだから。
§8.186ἦ ῥα καὶ αὐτῷ φάρει ἀναΐξας λάβε δίσκον §8.187μείζονα καὶ πάχετον, στιβαρώτερον οὐκ ὀλίγον περ §8.188ἢ οἵῳ Φαίηκες ἐδίσκεον ἀλλήλοισι.
」彼はこう言うと、マントを身につけたまま飛び起きて、円盤を掴んだ、フェアイアクス人たちが互いに投げ合っていたものよりも、はるかに大きく、厚く、そしてずっしりと重いものを。
§8.189τόν ῥα περιστρέψας ἧκε στιβαρῆς ἀπὸ χειρός, §8.190βόμβησεν δὲ λίθος·
それをぐるぐると回し、逞しい手から放つと、石はびゅんと音を立てた。
κατὰ δʼ ἔπτηξαν ποτὶ γαίῃ §8.191Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες,
そして地面へと身をすくめた、長い櫂を使うフェアイアクス人たち、船旅で名高い男たちが、その投擲の風圧に恐れて。
§8.192λᾶος ὑπὸ ῥιπῆς· ὁ δʼ ὑπέρπτατο σήματα πάντων §8.193ῥίμφα θέων ἀπὸ χειρός.
円盤は、他のすべての標識(落下点)を飛び越えて、手から放たれて軽々と飛んでいった。
ἔθηκε δὲ τέρματʼ Ἀθήνη
そしてアテナが落下点を示した、人間の姿に身を似せて。
§8.194ἀνδρὶ δέμας ἐικυῖα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
そして言葉を語り、呼びかけて言った。
§8.195καί κʼ ἀλαός τοι, ξεῖνε, διακρίνειε τὸ σῆμα §8.196ἀμφαφόων, ἐπεὶ οὔ τι μεμιγμένον ἐστὶν ὁμίλῳ, §8.197ἀλλὰ πολὺ πρῶτον.
「客人よ、盲人であっても、手探りで触ればこの標識を見分けられるでしょう、それは群衆(他の落下点)の中に混じり合っておらず、はるか前方に位置しているのですから。
σὺ δὲ θάρσει τόνδε γʼ ἄεθλον·
あなたはこの競技については安心していなさい。
§8.198οὔ τις Φαιήκων τόδε γʼ ἵξεται, οὐδʼ ὑπερήσει.
フェアイアクス人の誰一人として、この地点に届くことも、これを越えることもないでしょう。
§8.199ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς, §8.200χαὶρων, οὕνεχʼ ἑταῖρον ἐνηέα λεῦσσʼ ἐν ἀγῶνι.
」彼女がこのように言うと、耐え忍ぶ気高きオデュッセウスは喜び、競技場の中に親切な味方(仲間)を見出したことを喜んだ。
§8.201καὶ τότε κουφότερον μετεφώνεε Φαιήκεσσιν·
そして彼は、より軽い心でフェアイアクス人たちに語りかけた。
§8.202τοῦτον νῦν ἀφίκεσθε, νέοι.
「若者たちよ、今度はこの地点まで届いてみせよ。
τάχα δʼ ὕστερον ἄλλον §8.203ἥσειν ἢ τοσσοῦτον ὀίομαι ἢ ἔτι μᾶσσον.
だがすぐにその次に、これと同じくらいか、あるいはそれ以上に遠くへ投げてみせる。
§8.204τῶν δʼ ἄλλων ὅτινα κραδίη θυμός τε κελεύει, §8.205δεῦρʼ ἄγε πειρηθήτω, ἐπεί μʼ ἐχολώσατε λίην,
他の者たちの中で、もし心と精神が命じる(挑戦したい)者がいるならば、さあここに来て挑戦するがよい。 お前たちが私をひどく怒らせたのだから。
§8.206ἢ πὺξ ἠὲ πάλῃ ἢ καὶ ποσίν, οὔ τι μεγαίρω, §8.207πάντων Φαιήκων, πλήν γʼ αὐτοῦ Λαοδάμαντος.
拳闘であれ、レスリングであれ、あるいは徒競走であれ、私は何一つ拒まない、すべてのフェアイアクス人の中で、ただ一人ラオダマスを除いては。
§8.208ξεῖνος γάρ μοι ὅδʼ ἐστί·
なぜなら、彼は私のホスト(もてなし役)なのだ。
τίς ἂν φιλέοντι μάχοιτο;
もてなしてくれる者と誰が戦うだろうか。
§8.209ἄφρων δὴ κεῖνός γε καὶ οὐτιδανὸς πέλει ἀνήρ, §8.210ὅς τις ξεινοδόκῳ ἔριδα προφέρηται ἀέθλων §8.211δήμῳ ἐν ἀλλοδαπῷ·
実に、愚かで価値のない男だ、異郷の地にあって、もてなしてくれる主人に競技の争いを挑む者は。
ἕο δʼ αὐτοῦ πάντα κολούει.
そのような者は自らの利益をすべて台無しにする。
§8.212τῶν δʼ ἄλλων οὔ πέρ τινʼ ἀναίνομαι οὐδʼ ἀθερίζω,
だが、他の者であれば誰一人として、私は拒まないし、侮りもしない。
§8.213ἀλλʼ ἐθέλω ἴδμεν καὶ πειρηθήμεναι ἄντην.
むしろ正面から向き合って知り、競い合いたいのだ。
§8.214πάντα γὰρ οὐ κακός εἰμι, μετʼ ἀνδράσιν ὅσσοι ἄεθλοι·
人間の間で行われるあらゆる競技において、私は決して下手ではないから。
§8.215εὖ μὲν τόξον οἶδα ἐύξοον ἀμφαφάασθαι·
私はよく磨かれた弓を手探りで扱いこなすことをよく知っている。
§8.216πρῶτός κʼ ἄνδρα βάλοιμι ὀιστεύσας ἐν ὁμίλῳ §8.217ἀνδρῶν δυσμενέων, εἰ καὶ μάλα πολλοὶ ἑταῖροι §8.218ἄγχι παρασταῖεν καὶ τοξαζοίατο φωτῶν.
敵対する男たちの群れの中で、矢を放って最初に誰かを射倒すだろう、たとえ多くの味方がすぐ近くに立ち、敵に向かって矢を射かけていたとしても。
§8.219οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳ §8.220δήμῳ ἔνι Τρώων, ὅτε τοξαζοίμεθʼ Ἀχαιοί.
かつて、トロイアの地でアカイア人が弓を競ったとき、フィロクテテスだけが弓において私を圧倒していたのだ。 」

語釈・文法注

  1. 8.155πάθον — この動詞は3人称複数形と見間違いやすいが、ここでは1人称単数のアオリスト(ἔπαθον の無気音化・詩的省略形)であり、関係代名詞 ὅς(先行詞は前行の μοι 内の「私」)の主語を「私」として受けている。
  2. 8.177τεύξειε — 前行(176行)の不変化詞 κεν を伴う、潜在あるいは可能を表す希求法(optative of possibility)。「神であってもそれ以上に美しく(あるいはそれ以外の方法で)作ることはできないだろう」という強い仮定的表現を構成する。
  3. 8.181πεποίθεα — この語は完了形 πέποιθα の過去完了形1人称単数(アッティカ方言の -η に対応する詩的語尾 -εα)である。「〜する限り」を意味する時間接続詞 ὄφρα とともに、過去における継続的な確信・状態(「私が信じていた間は」)を表している。

この箇所を引用する

ホメロス, オデュッセイア §8.149-8.220. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:8.149-8.220

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。