§8.149ἀλλʼ ἄγε πείρησαι, σκέδασον δʼ ἀπὸ κήδεα θυμοῦ.
“来吧,请您尝试一下,把忧虑从您的心中驱散。
§8.150σοὶ δʼ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται, ἀλλά τοι ἤδη §8.151νηῦς τε κατείρυσται καὶ ἐπαρτέες εἰσὶν ἑταῖροι.
您的旅程不会再拖延很久,已经为您船已下水,同伴们也已准备就绪。
§8.152τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· §8.153Λαοδάμα, τί με ταῦτα κελεύετε κερτομέοντες;
” 足智多谋的奥德修斯回答他说道: “拉奥达马斯,你们为什么要嘲弄我,催促我做这些事?
§8.154κήδεά μοι καὶ μᾶλλον ἐνὶ φρεσὶν ἤ περ ἄεθλοι, §8.155ὃς πρὶν μὲν μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα, §8.156νῦν δὲ μεθʼ ὑμετέρῃ ἀγορῇ νόστοιο χατίζων §8.157ἧμαι, λισσόμενος βασιλῆά τε πάντα τε δῆμον.
在我心中,忧虑远比竞技更重,我先前遭受了极多痛苦,历尽了艰辛,如今我坐在你们的集会中,渴望着归乡,坐在这里,恳求着国王和所有的民众。
§8.158τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο νείκεσέ τʼ ἄντην· §8.159οὐ γάρ σʼ οὐδέ, ξεῖνε, δαήμονι φωτὶ ἐίσκω §8.160ἄθλων, οἷά τε πολλὰ μετʼ ἀνθρώποισι πέλονται, §8.161ἀλλὰ τῷ, ὅς θʼ ἅμα νηὶ πολυκλήιδι θαμίζων, §8.162ἀρχὸς ναυτάων οἵ τε πρηκτῆρες ἔασιν, §8.163φόρτου τε μνήμων καὶ ἐπίσκοπος ᾖσιν ὁδαίων §8.164κερδέων θʼ ἁρπαλέων·
” 欧律阿洛斯接着回答他,当面嘲讽道: “客人啊,我绝不认为你是一个精通竞技的人,那些在人间广泛盛行的种种竞试;相反,你倒像是一个经常乘坐多桨船、身为那些做买卖的航海者的头领,终日记挂着货物,监视着归途的贪婪利润的人。
οὐδʼ ἀθλητῆρι ἔοικας.
你一点也不像个竞技者。
§8.165τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς· §8.166ξεῖνʼ, οὐ καλὸν ἔειπες· ἀτασθάλῳ ἀνδρὶ ἔοικας.
” 足智多谋的奥德修斯狠狠瞪了他一眼,说道: “客人,你说得太无礼了,你看起来像个狂妄自大的人。
§8.167οὕτως οὐ πάντεσσι θεοὶ χαρίεντα διδοῦσιν §8.168ἀνδράσιν, οὔτε φυὴν οὔτʼ ἂρ φρένας οὔτʼ ἀγορητύν.
神明绝不会把所有的美惠都赐予凡人,无论是体态、心智还是口才。
§8.169ἄλλος μὲν γάρ τʼ εἶδος ἀκιδνότερος πέλει ἀνήρ, §8.170ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει, οἱ δέ τʼ ἐς αὐτὸν §8.171τερπόμενοι λεύσσουσιν·
有人外表长得平庸无奇,但神明用美妙言辞为他的体貌加冠,众人都欣然瞩目于他。
ὁ δʼ ἀσφαλέως ἀγορεύει §8.172αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν, §8.173ἐρχόμενον δʼ ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσιν.
他谈吐沉稳,带着温和的谦恭,在集会的人群中脱颖而出;当他走在城里时,人们敬仰他如敬神明。
另一个人外貌酷似不朽的主神,但他的言语间却没有优雅的美惠环绕。
§8.176ὡς καὶ σοὶ εἶδος μὲν ἀριπρεπές, οὐδέ κεν ἄλλως §8.177οὐδὲ θεὸς τεύξειε, νόον δʼ ἀποφώλιός ἐσσι.
就像你一样,你的外貌极其出众,纵然是神明也无法雕琢得更美,但在心智上你却是个空洞的庸人。
ἐγὼ δʼ οὐ νῆις ἀέθλων, §8.180ὡς σύ γε μυθεῖαι, ἀλλʼ ἐν πρώτοισιν ὀίω
我绝非对竞技一无所知,并不像你口中所说的那样。
§8.181ἔμμεναι, ὄφρʼ ἥβῃ τε πεποίθεα χερσί τʼ ἐμῇσι.
相反,我认为自己曾位列前茅,只要我还信赖自己的青春和双手。
§8.182νῦν δʼ ἔχομαι κακότητι καὶ ἄλγεσι· πολλὰ γὰρ ἔτλην §8.183ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων.
而如今我深受苦难与悲痛折磨,因为我历尽磨难,穿行于凡人的战场和凶险的波涛之中。
§8.184ἀλλὰ καὶ ὥς, κακὰ πολλὰ παθών, πειρήσομʼ ἀέθλων· §8.185θυμοδακὴς γὰρ μῦθος, ἐπώτρυνας δέ με εἰπών.
但即便如此,在遭受了如此多磨难之后,我仍要尝试竞技;因为你的话语刺痛了我的心,你用这番话激怒了我。
§8.186ἦ ῥα καὶ αὐτῷ φάρει ἀναΐξας λάβε δίσκον §8.187μείζονα καὶ πάχετον, στιβαρώτερον οὐκ ὀλίγον περ §8.188ἢ οἵῳ Φαίηκες ἐδίσκεον ἀλλήλοισι.
” 他说完便披着斗篷一跃而起,抓起一块铁饼,这铁饼比法亚基亚人平时互相投掷的那些还要更大、更厚、明显更为沉重。
§8.189τόν ῥα περιστρέψας ἧκε στιβαρῆς ἀπὸ χειρός, §8.190βόμβησεν δὲ λίθος· κατὰ δʼ ἔπτηξαν ποτὶ γαίῃ §8.191Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες,
他将其旋转着从强壮的手中掷出,石块发出呼啸声;他们贴地俯首,那些善操长桨、航海闻名的法亚基亚人,都在这投石的势头下畏缩。
那铁饼飞越了所有人的标记,从他手中轻快地飞去。
ἔθηκε δὲ τέρματʼ Ἀθήνη §8.194ἀνδρὶ δέμας ἐικυῖα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· §8.195καί κʼ ἀλαός τοι, ξεῖνε, διακρίνειε τὸ σῆμα §8.196ἀμφαφόων, ἐπεὶ οὔ τι μεμιγμένον ἐστὶν ὁμίλῳ, §8.197ἀλλὰ πολὺ πρῶτον.
雅典娜设立了终点标记,她化身成一个男子的模样,开口说道: “客人,即使是瞎子,仅凭抚摸也能辨认出你的标记,因为它绝没有混在众人的标记堆里,而是遥遥领先。
σὺ δὲ θάρσει τόνδε γʼ ἄεθλον· §8.198οὔ τις Φαιήκων τόδε γʼ ἵξεται, οὐδʼ ὑπερήσει.
对于这项竞技你大可放心;法亚基亚人中绝无人能及此,更不用说超越它了。
§8.199ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς, §8.200χαὶρων, οὕνεχʼ ἑταῖρον ἐνηέα λεῦσσʼ ἐν ἀγῶνι.
” 她这样说道,那历经磨难、高贵的奥德修斯心中欢喜,他十分欣喜,因为在这赛场上看到了一个同情他的朋友。
于是,他以更轻松的语调对法亚基亚人说道: “青年们,现在赶上这个吧!
τάχα δʼ ὕστερον ἄλλον §8.203ἥσειν ἢ τοσσοῦτον ὀίομαι ἢ ἔτι μᾶσσον.
我想,不久之后我还会掷出另一个,要么和这个一样远,要么还要更远。
§8.204τῶν δʼ ἄλλων ὅτινα κραδίη θυμός τε κελεύει, §8.205δεῦρʼ ἄγε πειρηθήτω, ἐπεί μʼ ἐχολώσατε λίην,
在其余人中,不论谁的心中和精神鼓动着他,尽管上上前尝试吧,因为你们把我彻底激怒了。
无论是拳击、摔跤还是跑步,我绝不推辞,所有的法亚基亚人,唯独要把拉奥达马斯本人除外。
§8.208ξεῖνος γάρ μοι ὅδʼ ἐστί· τίς ἂν φιλέοντι μάχοιτο;
因为他是我的主人(接待者);谁会去和善待自己的人争斗呢?
§8.209ἄφρων δὴ κεῖνός γε καὶ οὐτιδανὸς πέλει ἀνήρ, §8.210ὅς τις ξεινοδόκῳ ἔριδα προφέρηται ἀέθλων §8.211δήμῳ ἐν ἀλλοδαπῷ· ἕο δʼ αὐτοῦ πάντα κολούει.
那种人确实是愚蠢而无价值的,若他在他乡异国,向接待他的主人提出竞技挑战;他这是在自毁前程。
§8.212τῶν δʼ ἄλλων οὔ πέρ τινʼ ἀναίνομαι οὐδʼ ἀθερίζω, §8.213ἀλλʼ ἐθέλω ἴδμεν καὶ πειρηθήμεναι ἄντην.
而对于其余人,我绝不拒绝,也不轻视,而是愿意当面领教,并同他们一试高下。
§8.214πάντα γὰρ οὐ κακός εἰμι, μετʼ ἀνδράσιν ὅσσοι ἄεθλοι· §8.215εὖ μὲν τόξον οἶδα ἐύξοον ἀμφαφάασθαι· §8.216πρῶτός κʼ ἄνδρα βάλοιμι ὀιστεύσας ἐν ὁμίλῳ §8.217ἀνδρῶν δυσμενέων, εἰ καὶ μάλα πολλοὶ ἑταῖροι §8.218ἄγχι παρασταῖεν καὶ τοξαζοίατο φωτῶν.
因为在人间的各种竞技中,我绝非弱者;我深知如何操控那张刨制精美的强弓;在敌人的敌阵人群中,我会是第一个射箭击倒对手的人,哪怕有许多同伴站在近旁,并且正向那些敌人乱箭齐发。