Humanitext Reader

ホメロス · オデュッセイア §8.1-8.75

民会での送還決定とデモドコスの最初の歌

49 / 173 箇所 · ギリシア語

要旨

朝、アルキノオスとオデュッセウスは民会に赴き、アテナの助力のもと、フェアイアクス人たちにオデュッセウスの送還を準備するよう求める。王宮に戻ると、盲目の歌い手デモドコスが招かれ、オデュッセウスとアキレウスの争いを歌う。

§8.1ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, §8.2ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆς ἱερὸν μένος Ἀλκινόοιο,
朝早く生まれた、薔薇の指を持つ暁が現れたとき、アルキノオスの神聖な力がベッドから起き上がった。
§8.3ἂν δʼ ἄρα διογενὴς ὦρτο πτολίπορθος Ὀδυσσεύς.
そしてゼウスに生まれし都市破壊者オデュッセウスもまた起き上がった。
§8.4τοῖσιν δʼ ἡγεμόνευʼ ἱερὸν μένος Ἀλκινόοιο
彼らを導いたのは、アルキノオスの神聖な力であった、フェアイアクス人の広場へと。
§8.5Φαιήκων ἀγορήνδʼ, ἥ σφιν παρὰ νηυσὶ τέτυκτο.
それは船の傍らに彼らのために設けられていた。
§8.6ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι λίθοισι §8.7πλησίον.
彼らはそこへ行くと、互いに近くの、磨かれた石の上に腰を下ろした。
ἡ δʼ ἀνὰ ἄστυ μετῴχετο Παλλὰς Ἀθήνη §8.8εἰδομένη κήρυκι δαΐφρονος Ἀλκινόοιο, §8.9νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα,
一方、パラス・アテナは町中を歩き回った、思慮深いアルキノオスの伝令の姿に似せて、度量の大きいオデュッセウスの帰還を心に企てながら。
§8.10καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον·
そして彼女は、一人一人の男の傍らに立ち、言葉を語った。
§8.11δεῦτʼ ἄγε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες, §8.12εἰς ἀγορὴν ἰέναι, ὄφρα ξείνοιο πύθησθε,
「さあ、来てください、フェアイアクス人の指導者たち、支配者たちよ、広場へと行くために。
§8.13ὃς νέον Ἀλκινόοιο δαΐφρονος ἵκετο δῶμα §8.14πόντον ἐπιπλαγχθείς, δέμας ἀθανάτοισιν ὁμοῖος.
それは、新しく来た客人について聞き知るためである、思慮深いアルキノオスの館に最近至った客人の、海を漂流してやってきた、姿は不死の神々に似ている者を。
§8.15ὣς εἰποῦσʼ ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου.
」彼女はこう言って、一人一人の気力と心を奮い立たせた。
§8.16καρπαλίμως δʼ ἔμπληντο βροτῶν ἀγοραί τε καὶ ἕδραι §8.17ἀγρομένων·
立ちまち、広場も座席も、集まってきた人々で満たされた。
πολλοὶ δʼ ἄρʼ ἐθηήσαντο ἰδόντες §8.18υἱὸν Λαέρταο δαΐφρονα·
多くの者が、見て驚嘆した、ラエルテスの思慮深い息子を。
τῷ δʼ ἄρʼ Ἀθήνη §8.19θεσπεσίην κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις §8.20καί μιν μακρότερον καὶ πάσσονα θῆκεν ἰδέσθαι, §8.21ὥς κεν Φαιήκεσσι φίλος πάντεσσι γένοιτο §8.22δεινός τʼ αἰδοῖός τε καὶ ἐκτελέσειεν ἀέθλους §8.23πολλούς, τοὺς Φαίηκες ἐπειρήσαντʼ Ὀδυσῆος.
彼にアテナは、神々しい気品を、頭と肩の上に注ぎ、また、彼がより背高く、より逞しく見えるようにした、彼がすべてのフェアイアクス人にとって親しまれ、畏敬され、尊ばれる者となり、また多くの競技を成し遂げるように、フェアイアクス人がオデュッセウスに挑ませようとする競技を。
§8.24αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο, §8.25τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε·
しかし、彼らが集まり、一堂に会したとき、アルキノオスが彼らに向けて広場で演説し、語りかけた。
§8.26κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες, §8.27ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
「聞いてくれ、フェアイアクス人の指導者たち、支配者たちよ、胸の中の心が私に命じることを私が語るために。
§8.28ξεῖνος ὅδʼ, οὐκ οἶδʼ ὅς τις, ἀλώμενος ἵκετʼ ἐμὸν δῶ, §8.29ἠὲ πρὸς ἠοίων ἦ ἑσπερίων ἀνθρώπων·
この客人、誰かは知らないが、彷徨いながら我が館にやってきた、東の人々のもとからか、それとも西の人々のもとからか。
§8.30πομπὴν δʼ ὀτρύνει, καὶ λίσσεται ἔμπεδον εἶναι.
そして送還を求め、それが確実なものとなるよう懇願している。
§8.31ἡμεῖς δʼ, ὡς τὸ πάρος περ, ἐποτρυνώμεθα πομπήν.
我々は、いつものように、送還の手配を急ごう。
§8.32οὐδὲ γὰρ οὐδέ τις ἄλλος, ὅτις κʼ ἐμὰ δώμαθʼ ἵκηται, §8.33ἐνθάδʼ ὀδυρόμενος δηρὸν μένει εἵνεκα πομπῆς.
というのも、私の館に来る他の誰も、ここで送還を求めて嘆きながら長く留まることはないからだ。
§8.34ἀλλʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν
さあ、黒い船を神聖な海へと引き下ろそう、初めて航海する船を。
§8.35πρωτόπλοον, κούρω δὲ δύω καὶ πεντήκοντα §8.36κρινάσθων κατὰ δῆμον, ὅσοι πάρος εἰσὶν ἄριστοι.
そして、52人の若者を民の中から選ばせよ、これまで最も優れた者たちを。
§8.37δησάμενοι δʼ ἐὺ πάντες ἐπὶ κληῖσιν ἐρετμὰ §8.38ἔκβητʼ·
全員が、櫂受けに櫂をしっかりと縛り付けたら、船から降りよ。
αὐτὰρ ἔπειτα θοὴν ἀλεγύνετε δαῖτα §8.39ἡμέτερόνδʼ ἐλθόντες·
そのあとで、我が家に来て急いで馳走を用意せよ。
ἐγὼ δʼ ἐὺ πᾶσι παρέξω.
私が全員に十分に振る舞おう。
§8.40κούροισιν μὲν ταῦτʼ ἐπιτέλλομαι·
若者たちにはこれらを命じる。
αὐτὰρ οἱ ἄλλοι §8.41σκηπτοῦχοι βασιλῆες ἐμὰ πρὸς δώματα καλὰ §8.42ἔρχεσθʼ, ὄφρα ξεῖνον ἐνὶ μεγάροισι φιλέωμεν,
しかし、他の笏を持つ王たちは、私の美しい館へと来てください、我々が館の中で客人を歓待するために。
§8.43μηδέ τις ἀρνείσθω.
誰も拒んではならない。
καλέσασθε δὲ θεῖον ἀοιδὸν §8.44Δημόδοκον·
そして神聖な歌い手デモドコスを呼びなさい。
τῷ γάρ ῥα θεὸς πέρι δῶκεν ἀοιδὴν §8.45τέρπειν, ὅππῃ θυμὸς ἐποτρύνῃσιν ἀείδειν.
彼には神が、とりわけ歌の才能を授けられたのだ、心が歌うよう促すときにはいつでも、人々を楽しませる歌を。
§8.46ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο §8.47σκηπτοῦχοι·
」彼はこう語ると先導し、笏を持つ王たちは彼について行った。
κῆρυξ δὲ μετῴχετο θεῖον ἀοιδόν.
伝令は神聖な歌い手を呼びに行った。
§8.48κούρω δὲ κρινθέντε δύω καὶ πεντήκοντα §8.49βήτην, ὡς ἐκέλευσʼ, ἐπὶ θῖνʼ ἁλὸς ἀτρυγέτοιο.
選ばれた52人の若者たちは、命じられた通りに、実りのない海の浜辺へと歩いて行った。
§8.50αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν, §8.51νῆα μὲν οἵ γε μέλαιναν ἁλὸς βένθοσδε ἔρυσσαν, §8.52ἐν δʼ ἱστόν τʼ ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ,
そして、彼らが船と海のところへ下りていくと、彼らは黒い船を海の深みへと引き下ろし、黒い船にマストと帆を取り付けた。
§8.53ἠρτύναντο δʼ ἐρετμὰ τροποῖς ἐν δερματίνοισι, §8.54πάντα κατὰ μοῖραν, ἀνά θʼ ἱστία λευκὰ πέτασσαν.
また、革の革紐に櫂を固定した、すべてを秩序通りに行い、そして白い帆を広げた。
§8.55ὑψοῦ δʼ ἐν νοτίῳ τήν γʼ ὥρμισαν·
そして彼らは深い水の中に船を係留した。
αὐτὰρ ἔπειτα §8.56βάν ῥʼ ἴμεν Ἀλκινόοιο δαΐφρονος ἐς μέγα δῶμα.
そのあとで彼らは思慮深いアルキノオスの大きな館へと向かった。
§8.57πλῆντο δʼ ἄρʼ αἴθουσαί τε καὶ ἕρκεα καὶ δόμοι ἀνδρῶν
回廊も、中庭も、広間も、集まった人々で満ちあふれた。
§8.58ἀγρομένων· πολλοὶ δʼ ἄρʼ ἔσαν, νέοι ἠδὲ παλαιοί.
多くの人々、若い者も年老いた者もそこにいた。
§8.59τοῖσιν δʼ Ἀλκίνοος δυοκαίδεκα μῆλʼ ἱέρευσεν, §8.60ὀκτὼ δʼ ἀργιόδοντας ὕας, δύο δʼ εἰλίποδας βοῦς·
アルキノオスは彼らのために12頭の羊を犠牲に捧げ、白い牙を持つ8頭の豚、そして足取りの遅い2頭の牛を捧げた。
§8.61τοὺς δέρον ἀμφί θʼ ἕπον, τετύκοντό τε δαῖτʼ ἐρατεινήν.
彼らはこれらを解体し、処理し、そして楽しい宴を用意した。
§8.62κῆρυξ δʼ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν,
やがて伝令が、心から信頼される歌い手を連れて近くにやってきた。
§8.63τὸν πέρι μοῦσʼ ἐφίλησε, δίδου δʼ ἀγαθόν τε κακόν τε·
ムーサは彼をとりわけ愛し、彼に良いものと悪いものの双方を与えた。
§8.64ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δʼ ἡδεῖαν ἀοιδήν.
彼女は彼の両方の目の光を奪ったが、甘美な歌の才を与えたのだ。
§8.65τῷ δʼ ἄρα Ποντόνοος θῆκε θρόνον ἀργυρόηλον §8.66μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας·
ポントノオスは彼のために、銀の鋲を打った椅子を宴席の人々の中央に、高い柱に立てかけて置いた。
§8.67κὰδ δʼ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν §8.68αὐτοῦ ὑπὲρ κεφαλῆς καὶ ἐπέφραδε χερσὶν ἑλέσθαι §8.69κῆρυξ·
そして、澄んだ音色の竪琴を、彼の頭の上の釘から吊り下げ、伝令は彼に、それを手で取る方法を教えた。
πὰρ δʼ ἐτίθει κάνεον καλήν τε τράπεζαν, §8.70πὰρ δὲ δέπας οἴνοιο, πιεῖν ὅτε θυμὸς ἀνώγοι.
また、その傍らに籠と美しい食卓を置き、また、飲みたいと思うときにはいつでも飲めるように、葡萄酒の入った杯を置いた。
§8.71οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
人々は、前に用意されたごちそうに手を伸ばした。
§8.72αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, §8.73μοῦσʼ ἄρʼ ἀοιδὸν ἀνῆκεν ἀειδέμεναι κλέα ἀνδρῶν,
しかし、彼らが飲み食いの欲求を十分に満たしたとき、ムーサは、英雄たちの誉れ高い行いを歌うよう、歌い手を促した。
§8.74οἴμης τῆς τότʼ ἄρα κλέος οὐρανὸν εὐρὺν ἵκανε, §8.75νεῖκος Ὀδυσσῆος καὶ Πηλεΐδεω Ἀχιλῆος,
その当時、広大な天にまでその名声が届いていた物語を、オデュッセウスと、ペレウスの息子アキレウスの争いを。

語釈・文法注

  1. §8.12ἰέναι — 不定詞 ἰέναι(行くこと)は、直前の δεῦτʼ ἄγε(さあ、来なさい)を補足・説明する目的あるいは命令を表す不定詞である。直説法命令形の代わりに用いられていると解釈することもできる。
  2. §8.20ἰδέσθαι — 不定詞アオリスト中道相 ἰδέσθαι は、形容詞 μακρότερον καὶ πάσσονα(より背高くより逞しく)を修飾する説明的不定詞(epexegetical infinitive)であり、「見るからに、外見において」という意味を表す。
  3. §8.23Ὀδυσῆος — 属格 Ὀδυσῆος は、動詞 πειράομαι(~を試す、挑む)の目的語となる属格である。関係代名詞 τοὺς(競技を)を伴って、「フェアイアクス人がオデュッセウスに挑ませようとした(あるいはオデュッセウスの力を試そうとした)競技」という二重の目的語関係を構成している。
  4. §8.68ἑλέσθαι — 不定詞 ἑλέσθαι は、動詞 ἐπέφραδε(指示した、教えた)の補語(目的語)であり、「それを手で取る(はずす)方法を教えた」という目的または結果のニュアンスを伴う。

この箇所を引用する

ホメロス, オデュッセイア §8.1-8.75. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:8.1-8.75

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。