§8.1ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, §8.2ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆς ἱερὸν μένος Ἀλκινόοιο, §8.3ἂν δʼ ἄρα διογενὴς ὦρτο πτολίπορθος Ὀδυσσεύς.
当清晨降临,那玫瑰色手指的黎明女神显现时,阿尔基诺奥斯神圣的力量从床铺上起来,宙斯所生、毁城者奥德修斯也一同起来。
阿尔基诺奥斯神圣的力量引导着他们前往法亚基亚人的广场,那广场是在船只旁为他们建造的。
ἡ δʼ ἀνὰ ἄστυ μετῴχετο Παλλὰς Ἀθήνη §8.8εἰδομένη κήρυκι δαΐφρονος Ἀλκινόοιο, §8.9νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα, §8.10καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον· §8.11δεῦτʼ ἄγε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες, §8.12εἰς ἀγορὴν ἰέναι, ὄφρα ξείνοιο πύθησθε, §8.13ὃς νέον Ἀλκινόοιο δαΐφρονος ἵκετο δῶμα §8.14πόντον ἐπιπλαγχθείς, δέμας ἀθανάτοισιν ὁμοῖος.
而帕拉斯·雅典娜走遍了全城,幻化成思虑周全的阿尔基诺奥斯的传令官模样,在心中筹划着大度胸怀的奥德修斯的归返,她站在每一个人身旁,说出这番话: “来吧,法亚基亚人的领袖和统治者们,到广场去,以便你们能听闻关于这位客人的事,他最近来到了思虑周全的阿尔基诺奥斯的府邸,在大海上漂泊之后,他的体态宛如不朽的神明。
§8.15ὣς εἰποῦσʼ ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου.
” 她说完这话,激发了每个人的力量和心志。
§8.16καρπαλίμως δʼ ἔμπληντο βροτῶν ἀγοραί τε καὶ ἕδραι §8.17ἀγρομένων· πολλοὶ δʼ ἄρʼ ἐθηήσαντο ἰδόντες §8.18υἱὸν Λαέρταο δαΐφρονα· τῷ δʼ ἄρʼ Ἀθήνη §8.19θεσπεσίην κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις §8.20καί μιν μακρότερον καὶ πάσσονα θῆκεν ἰδέσθαι, §8.21ὥς κεν Φαιήκεσσι φίλος πάντεσσι γένοιτο §8.22δεινός τʼ αἰδοῖός τε καὶ ἐκτελέσειεν ἀέθλους §8.23πολλούς, τοὺς Φαίηκες ἐπειρήσαντʼ Ὀδυσῆος.
转瞬间,广场和座席上都坐满了聚集而来的人们,许多人一看到他就惊叹不已,惊叹于拉埃尔特斯那思虑周全的儿子;雅典娜将神妙的优雅倾注在他的头上和双肩,并且使他看起来更高大、更魁梧,使得他在所有法亚基亚人中能备受欢迎,令人敬畏和尊重,并使他能完成许多竞技,也就是法亚基亚人用来考验奥德修斯的竞技。
§8.24αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο, §8.25τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε· §8.26κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες, §8.27ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
但是,当他们聚集并在广场上会合后,阿尔基诺奥斯对集会的人们发表了演说: “听我说,法亚基亚人的领袖和统治者们,让我说出我胸中之心所命令我的事。
§8.28ξεῖνος ὅδʼ, οὐκ οἶδʼ ὅς τις, ἀλώμενος ἵκετʼ ἐμὸν δῶ, §8.29ἠὲ πρὸς ἠοίων ἦ ἑσπερίων ἀνθρώπων· §8.30πομπὴν δʼ ὀτρύνει, καὶ λίσσεται ἔμπεδον εἶναι.
这位客人,我不知他是谁,流浪着来到了我的府邸,无论是来自东方还是西方的人们之中;他催促着送返,并祈求这能得以确保。
§8.31ἡμεῖς δʼ, ὡς τὸ πάρος περ, ἐποτρυνώμεθα πομπήν.
我们就像以前那样,着手准备护送他回国。
§8.32οὐδὲ γὰρ οὐδέ τις ἄλλος, ὅτις κʼ ἐμὰ δώμαθʼ ἵκηται, §8.33ἐνθάδʼ ὀδυρόμενος δηρὸν μένει εἵνεκα πομπῆς.
因为凡是来到我府邸的其他人,也绝没有谁为了等待送返而在此悲伤地久留。
§8.34ἀλλʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν §8.35πρωτόπλοον, κούρω δὲ δύω καὶ πεντήκοντα §8.36κρινάσθων κατὰ δῆμον, ὅσοι πάρος εἰσὶν ἄριστοι.
来吧,让我们把一艘黑色的船只推下神圣的大海,那是一艘初次航行的船,并让五十二名年轻人从民众中选拔出来,选那些迄今最优秀的年轻人。
§8.37δησάμενοι δʼ ἐὺ πάντες ἐπὶ κληῖσιν ἐρετμὰ §8.38ἔκβητʼ· αὐτὰρ ἔπειτα θοὴν ἀλεγύνετε δαῖτα §8.39ἡμέτερόνδʼ ἐλθόντες· ἐγὼ δʼ ἐὺ πᾶσι παρέξω.
你们所有人把桨牢牢地系在桨扣上后,便从船上下来;然后,来到我的府邸,急忙准备丰盛的宴席;我将为所有人妥善提供。
§8.40κούροισιν μὲν ταῦτʼ ἐπιτέλλομαι· αὐτὰρ οἱ ἄλλοι §8.41σκηπτοῦχοι βασιλῆες ἐμὰ πρὸς δώματα καλὰ §8.42ἔρχεσθʼ, ὄφρα ξεῖνον ἐνὶ μεγάροισι φιλέωμεν, §8.43μηδέ τις ἀρνείσθω.
我对年轻人们作此吩咐;至于其他人,那些执掌权杖的国王们,请到我美丽的府邸中来,这样我们好在殿堂里款待这位客人,任何人都不要拒绝。
καλέσασθε δὲ θεῖον ἀοιδὸν §8.44Δημόδοκον· τῷ γάρ ῥα θεὸς πέρι δῶκεν ἀοιδὴν §8.45τέρπειν, ὅππῃ θυμὸς ἐποτρύνῃσιν ἀείδειν.
并请召来神圣的歌者德莫多科斯;因为神特赐予他无比的歌唱才能来愉悦他人,无论他的心灵促使他如何歌唱。
” 这样说完,他便在前面引路,而其他执杖的国王们则一同跟随;传令官则去迎请那神圣的歌者。
被选中的五十二名年轻人按照吩咐,走向那荒凉的大海之滨。
§8.50αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν, §8.51νῆα μὲν οἵ γε μέλαιναν ἁλὸς βένθοσδε ἔρυσσαν, §8.52ἐν δʼ ἱστόν τʼ ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ, §8.53ἠρτύναντο δʼ ἐρετμὰ τροποῖς ἐν δερματίνοισι, §8.54πάντα κατὰ μοῖραν, ἀνά θʼ ἱστία λευκὰ πέτασσαν.
当他们下到船和大海的旁边时,他们把黑色的船推向大海的深处,并在黑色的船上立起桅杆、张开风帆,用皮革制的桨扣系好船桨,一切都井然有序,并展开了白色的风帆。
§8.55ὑψοῦ δʼ ἐν νοτίῳ τήν γʼ ὥρμισαν· αὐτὰρ ἔπειτα §8.56βάν ῥʼ ἴμεν Ἀλκινόοιο δαΐφρονος ἐς μέγα δῶμα.
他们在深水中把船停泊好;然后,他们走向思虑周全的阿尔基诺奥斯的宏大府邸。
§8.57πλῆντο δʼ ἄρʼ αἴθουσαί τε καὶ ἕρκεα καὶ δόμοι ἀνδρῶν §8.58ἀγρομένων· πολλοὶ δʼ ἄρʼ ἔσαν, νέοι ἠδὲ παλαιοί.
回廊、中庭和人们的殿堂里都挤满了聚集而来的群众;人有很多,有年轻的,也有年老的。
§8.59τοῖσιν δʼ Ἀλκίνοος δυοκαίδεκα μῆλʼ ἱέρευσεν, §8.60ὀκτὼ δʼ ἀργιόδοντας ὕας, δύο δʼ εἰλίποδας βοῦς· §8.61τοὺς δέρον ἀμφί θʼ ἕπον, τετύκοντό τε δαῖτʼ ἐρατεινήν.
阿尔基诺奥斯为他们宰杀了十二只绵羊作为牺牲,还有八头白牙公猪和两头步履蹒跚的公牛;他们剥皮、处理这些牺牲,准备了丰盛美妙的宴席。
§8.62κῆρυξ δʼ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν, §8.63τὸν πέρι μοῦσʼ ἐφίλησε, δίδου δʼ ἀγαθόν τε κακόν τε· §8.64ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δʼ ἡδεῖαν ἀοιδήν.
传令官领着深受爱戴的歌者走了过来,缪斯女神极爱他,却也给了他善与恶:夺去了他的双眼,却赐予了他甜美的歌喉。
§8.65τῷ δʼ ἄρα Ποντόνοος θῆκε θρόνον ἀργυρόηλον §8.66μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας· §8.67κὰδ δʼ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν §8.68αὐτοῦ ὑπὲρ κεφαλῆς καὶ ἐπέφραδε χερσὶν ἑλέσθαι §8.69κῆρυξ· πὰρ δʼ ἐτίθει κάνεον καλήν τε τράπεζαν, §8.70πὰρ δὲ δέπας οἴνοιο, πιεῖν ὅτε θυμὸς ἀνώγοι.
蓬托诺奥斯为他安放了一把饰有银钉的椅子,放在宴饮者们中央,靠在高的柱子上;传令官把声音清脆的竖琴挂在他的头顶上方的挂钩上,并指示他如何用手去拿取;并在他的身旁放好篮子和美丽的食桌,以及一盏葡萄酒杯,只要他想喝时就可饮用。
§8.71οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
人们向摆在面前的现成食物伸出双手。