Humanitext Reader

ホメロス · オデュッセイア §7.143-7.212

アレーテーへの嘆願とアルキノオスの歓待

46 / 173 箇所 · ギリシア語

要旨

アテナの霧が消え、姿を現したオデュッセウスは王妃アレーテーに帰国への援助を乞う。老エケネオスの促しにより、王アルキノオスはオデュッセウスを歓迎し翌日の送り船を約束するが、オデュッセウスは自分が神ではなく苦難の人間であることを告げる。

§7.143καὶ τότε δή ῥʼ αὐτοῖο πάλιν χύτο θέσφατος ἀήρ.
そしてその時、彼からあの神聖な霧が消え去った。
§7.144οἱ δʼ ἄνεῳ ἐγένοντο, δόμον κάτα φῶτα ἰδόντες·
館の中に男がいるのを見て、人々は言葉を失った。
§7.145θαύμαζον δʼ ὁρόωντες.
彼らは見つめながら驚嘆していた。
ὁ δὲ λιτάνευεν Ὀδυσσεύς·
そしてオデュッセウスは哀願した。
§7.146Ἀρήτη, θύγατερ Ῥηξήνορος ἀντιθέοιο, §7.147σόν τε πόσιν σά τε γούναθʼ ἱκάνω πολλὰ μογήσας
「アレーテーよ、神のごときレクセノールの娘よ、多くの苦難を経て、私はあなたの夫のもとへ、そしてあなたの膝のもとへと参りました。
§7.148τούσδε τε δαιτυμόνας·
またここに集う客たちのもとへも。
τοῖσιν θεοὶ ὄλβια δοῖεν §7.149ζωέμεναι, καὶ παισὶν ἐπιτρέψειεν ἕκαστος §7.150κτήματʼ ἐνὶ μεγάροισι γέρας θʼ ὅ τι δῆμος ἔδωκεν·
神々が彼らに幸福を授け、健やかに生きさせ、各人が子供たちに譲り渡せますように、館の中の財産と、民衆が授けてくれた名誉の特権を。
§7.151αὐτὰρ ἐμοὶ πομπὴν ὀτρύνετε πατρίδʼ ἱκέσθαι
そして私には、祖国へ帰り着くための送り船を速やかに促してください。
§7.152θᾶσσον, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχω.
愛する人々から遠く離れ、あまりにも長く苦しんできたのですから。
§7.153ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετʼ ἐπʼ ἐσχάρῃ ἐν κονίῃσιν §7.154πὰρ πυρί·
」こう語ると、彼は炉の傍ら、灰の中に火のそばに腰掛けた。
οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
すると人々は皆、静まり返って沈黙した。
§7.155ὀψὲ δὲ δὴ μετέειπε γέρων ἥρως Ἐχένηος,
やがて、老英雄エケネオスが口を開いた。
§7.156ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν §7.157καὶ μύθοισι κέκαστο, παλαιά τε πολλά τε εἰδώς·
彼はパイアケス人の男たちの中で最も年長であり、昔の多くのことを知っており、言葉においても秀でていた。
§7.158ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
彼は彼らを思い、善意をもって語りかけた。
§7.159Ἀλκίνοʼ, οὐ μέν τοι τόδε κάλλιον, οὐδὲ ἔοικε,
「アルキノオスよ、これは決して善いことではなく、ふさわしくもありません。
§7.160ξεῖνον μὲν χαμαὶ ἧσθαι ἐπʼ ἐσχάρῃ ἐν κονίῃσιν, §7.161οἵδε δὲ σὸν μῦθον ποτιδέγμενοι ἰσχανόωνται.
客人が炉の傍らの灰の中、地の上に座っているのに、この人々があなたの言葉を待ちながら控えているというのは。
§7.162ἄλλʼ ἄγε δὴ ξεῖνον μὲν ἐπὶ θρόνου ἀργυροήλου
さあ、客人を立ち上がらせ、銀の鋲のついた椅子へ座らせなさい。
§7.163εἷσον ἀναστήσας, σὺ δὲ κηρύκεσσι κέλευσον §7.164οἶνον ἐπικρῆσαι, ἵνα καὶ Διὶ τερπικεραύνῳ
そして伝令たちに命じて、葡萄酒を混ぜ合わせるようにさせ、雷を喜ぶゼウスにも献酒を捧げましょう。
§7.165σπείσομεν, ὅς θʼ ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ·
ゼウスは敬うべき嘆願者たちに付き添われるお方です。
§7.166δόρπον δὲ ξείνῳ ταμίη δότω ἔνδον ἐόντων.
また、女家令は館にあるものから客人に夕食を与えなさい。
§7.167αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἱερὸν μένος Ἀλκινόοιο, §7.168χειρὸς ἑλὼν Ὀδυσῆα δαΐφρονα ποικιλομήτην §7.169ὦρσεν ἀπʼ ἐσχαρόφιν καὶ ἐπὶ θρόνου εἷσε φαεινοῦ,
」アルキノオス王の尊い威力がこれを聞くと、思慮深く知恵に富むオデュッセウスの手を取り、炉から立ち上がらせ、輝く椅子へと座らせた。
§7.170υἱὸν ἀναστήσας ἀγαπήνορα Λαοδάμαντα,
そのために、男気ある愛息ラオダマスを立ち上がらせた。
§7.171ὅς οἱ πλησίον ἷζε, μάλιστα δέ μιν φιλέεσκεν.
ラオダマスは王の隣に座っており、最も深く愛されていた。
§7.172χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα §7.173καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος, §7.174νίψασθαι·
女召使いが、美しく黄金に輝く水差しから銀の盥の上へと水を注ぎ、手を洗わせた。
παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
そしてその傍らに、磨かれたテーブルを広げた。
§7.175σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα, §7.176εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.
敬うべき女家令がパンを運び、彼の前に置き、手元にあるものから喜んで、多くのご馳走を添えた。
§7.177αὐτὰρ ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεύς.
多くの苦難を耐え忍んできた高貴なオデュッセウスは、飲み、そして食べた。
§7.178καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο·
そしてその時、アルキノオス王の威力は伝令に語りかけた。
§7.179Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον
「ポントノオスよ、酒を混ぜ合わせ、大杯から分配しなさい、館の皆の者へ。
§7.180πᾶσιν ἀνὰ μέγαρον, ἵνα καὶ Διὶ τερπικεραύνῳ
雷を喜ぶゼウスにも献酒を捧げよう。
§7.181σπείσομεν, ὅς θʼ ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.
ゼウスは敬うべき嘆願者たちに付き添われるお方だからな。
§7.182ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα, §7.183νώμησεν δʼ ἄρα πᾶσιν ἐπαρξάμενος δεπάεσσιν.
」王がそう語ると、ポントノオスは心安らぐ葡萄酒を混ぜ合わせ、まず杯に注いでから、すべての者に配った。
§7.184αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ, ὅσον ἤθελε θυμός, §7.185τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε·
さて、彼らが献酒を捧げ、心ゆくまで飲んだとき、アルキノオスが彼らに向かって語りかけた。
§7.186κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες §7.187ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
「お聞きください、パイアケス人の指導者や統治者たちよ、胸の中の心が命じることを、皆さんに語りましょう。
§7.188νῦν μὲν δαισάμενοι κατακείετε οἴκαδʼ ἰόντες·
今は宴を終えて、家へと帰り、横になってお休みください。
§7.189ἠῶθεν δὲ γέροντας ἐπὶ πλέονας καλέσαντες §7.190ξεῖνον ἐνὶ μεγάροις ξεινίσσομεν ἠδὲ θεοῖσιν §7.191ῥέξομεν ἱερὰ καλά, ἔπειτα δὲ καὶ περὶ πομπῆς
明朝、より多くの長老たちを招集して、館でこの客人を歓待し、神々には美しい生贄を捧げ、その後、送り船のことについても心を砕きましょう。
§7.192μνησόμεθʼ, ὥς χʼ ὁ ξεῖνος ἄνευθε πόνου καὶ ἀνίης §7.193πομπῇ ὑφʼ ἡμετέρῃ ἣν πατρίδα γαῖαν ἵκηται
客人が苦労も苦痛もなく、我々の送り船によって、自身の祖国の土へと至るように。
§7.194χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐστί,
たとえそれが非常に遠い地であろうとも、喜びのうちに速やかに。
§7.195μηδέ τι μεσσηγύς γε κακὸν καὶ πῆμα πάθῃσι, §7.196πρίν γε τὸν ἧς γαίης ἐπιβήμεναι·
その道中で彼がいかなる災いも苦しみも被ることなく、自分の土地を踏むまでは。
ἔνθα δʼ ἔπειτα §7.197πείσεται, ἅσσα οἱ αἶσα κατὰ κλῶθές τε βαρεῖαι §7.198γιγνομένῳ νήσαντο λίνῳ, ὅτε μιν τέκε μήτηρ.
しかしその後、そこにおいては重い運命の紡ぎ手たちが、彼が生まれ、母親が彼を産んだ時に、糸をもって紡ぎだしたすべての定めを被ることになるでしょう。
§7.199εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανοῦ εἰλήλουθεν, §7.200ἄλλο τι δὴ τόδʼ ἔπειτα θεοὶ περιμηχανόωνται.
しかし、もし不死の神のどなたかが天から下ってこられたというのなら、神々は今や、何か別の企みをお持ちなのでしょう。
§7.201αἰεὶ γὰρ τὸ πάρος γε θεοὶ φαίνονται ἐναργεῖς §7.202ἡμῖν, εὖτʼ ἔρδωμεν ἀγακλειτὰς ἑκατόμβας, §7.203δαίνυνταί τε παρʼ ἄμμι καθήμενοι ἔνθα περ ἡμεῖς.
というのも、これまでは常に神々は我々の前にありのままの姿を現してくださったのです、我々が名高き百牛の生贄を捧げるとき、我々が座るその場所に並んで座り、共に宴を楽しまれました。
§7.204εἰ δʼ ἄρα τις καὶ μοῦνος ἰὼν ξύμβληται ὁδίτης,
また、一人で旅する者が途上で神と行き遭ったとしても、神々は決してご自身を隠されません。
§7.205οὔ τι κατακρύπτουσιν, ἐπεί σφισιν ἐγγύθεν εἰμέν, §7.206ὥς περ Κύκλωπές τε καὶ ἄγρια φῦλα Γιγάντων.
我々は彼らに近いのですから、まるでキュクロプスたちや、野蛮なギガスの一族のように。
§7.207τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
」知恵に富むオデュッセウスは彼に答えてこう語った。
§7.208Ἀλκίνοʼ, ἄλλο τί τοι μελέτω φρεσίν·
「アルキノオスよ、そのような心配はなさらないでください。
οὐ γὰρ ἐγώ γε §7.209ἀθανάτοισιν ἔοικα, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν, §7.210οὐ δέμας οὐδὲ φυήν, ἀλλὰ θνητοῖσι βροτοῖσιν.
私は広い天を領有される不死の神々には似ておりません、容姿においても体つきにおいても。 ただ死すべき定めの人間と同じです。
§7.211οὕς τινας ὑμεῖς ἴστε μάλιστʼ ὀχέοντας ὀιζὺν §7.212ἀνθρώπων, τοῖσίν κεν ἐν ἄλγεσιν ἰσωσαίμην.
あなたがご存じの人間のうちで、最も深い悲痛に耐えているその者たちとこそ、私は被っている苦痛において自分を等しいといたしましょう。

語釈・文法注

  1. 7.143αὐτοῖο — 分離を表す奪格的属格。霧が「彼(オデュッセウス)から」消え去ったことを表す。
  2. 7.159κάλλιον — 比較級であるが、ここでは絶対比較級、または「より望ましいやり方」を否定する形で「全く良くない、ふさわしくない」という不満や不適切さを表明している。
  3. 7.197ἅσσα — 複合関係代名詞 ὅστις の中性複数対格のホメロス形(= ἅτινα)。先行する動詞 πείσεται の直接目的語として機能している。主語は続く αἶσα(運命)と κλῶθές...βαρεῖαι(重い運命の紡ぎ手たち)。
  4. 7.212ἰσωσαίμην — 小辞 κεν(= ἄν)を伴う第一アオリスト中間態希求法(潜在の希求法)。「私は(自分を彼らに)等しくするだろう、比べることが可能だろう」という潜在的な意味を表す。

この箇所を引用する

ホメロス, オデュッセイア §7.143-7.212. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:7.143-7.212

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。