§7.143καὶ τότε δή ῥʼ αὐτοῖο πάλιν χύτο θέσφατος ἀήρ.
正是在那时,那神圣的迷雾从他身上消散了。
殿堂中人们看见这男子,顿时变得鸦雀无声;他们惊奇地注视着。
ὁ δὲ λιτάνευεν Ὀδυσσεύς· §7.146Ἀρήτη, θύγατερ Ῥηξήνορος ἀντιθέοιο, §7.147σόν τε πόσιν σά τε γούναθʼ ἱκάνω πολλὰ μογήσας §7.148τούσδε τε δαιτυμόνας· τοῖσιν θεοὶ ὄλβια δοῖεν §7.149ζωέμεναι, καὶ παισὶν ἐπιτρέψειεν ἕκαστος §7.150κτήματʼ ἐνὶ μεγάροισι γέρας θʼ ὅ τι δῆμος ἔδωκεν· §7.151αὐτὰρ ἐμοὶ πομπὴν ὀτρύνετε πατρίδʼ ἱκέσθαι §7.152θᾶσσον, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχω.
而奥德修斯则哀求道: “阿瑞忒啊,神明般的雷克塞诺尔之女,历经无数苦难,我来到您的丈夫面前,来到您的膝下,同时也来到这些宾客面前;愿神明赐予他们幸福,让他们安康度日,愿每个人都能将殿堂中的财产以及民众赐予的尊贵特权;但请为我安排送行的船只,让我回到祖国,尽快动身吧,因为我远离亲友,已经历了太久的苦难。
οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
这时众人都鸦雀无声,一片寂静。
§7.155ὀψὲ δὲ δὴ μετέειπε γέρων ἥρως Ἐχένηος, §7.156ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν §7.157καὶ μύθοισι κέκαστο, παλαιά τε πολλά τε εἰδώς· §7.158ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν· §7.159Ἀλκίνοʼ, οὐ μέν τοι τόδε κάλλιον, οὐδὲ ἔοικε, §7.160ξεῖνον μὲν χαμαὶ ἧσθαι ἐπʼ ἐσχάρῃ ἐν κονίῃσιν, §7.161οἵδε δὲ σὸν μῦθον ποτιδέγμενοι ἰσχανόωνται.
终于,老英雄埃克涅奥斯开口说道,他在斐阿克斯男子中最为年长,熟知往昔诸多事物,言谈极为出色;他怀着好意向他们建言道: “阿尔基诺奥斯啊,这绝非妥当,也不合体统,竟然让客人在炉旁的灰烬中席地而坐,而众人却在等待着您的指令,按兵不动。
§7.162ἄλλʼ ἄγε δὴ ξεῖνον μὲν ἐπὶ θρόνου ἀργυροήλου §7.163εἷσον ἀναστήσας, σὺ δὲ κηρύκεσσι κέλευσον §7.164οἶνον ἐπικρῆσαι, ἵνα καὶ Διὶ τερπικεραύνῳ §7.165σπείσομεν, ὅς θʼ ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ· §7.166δόρπον δὲ ξείνῳ ταμίη δότω ἔνδον ἐόντων.
还是快把客人请起来,让他坐在钉有银钉的椅子上,并吩咐传令官们调好美酒,以便我们也向喜好雷电的宙斯献酒祭告,因他总是伴随着应当敬重的求庇者;且让女管家从现有的存货中给客人端上晚餐。
§7.167αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἱερὸν μένος Ἀλκινόοιο, §7.168χειρὸς ἑλὼν Ὀδυσῆα δαΐφρονα ποικιλομήτην §7.169ὦρσεν ἀπʼ ἐσχαρόφιν καὶ ἐπὶ θρόνου εἷσε φαεινοῦ, §7.170υἱὸν ἀναστήσας ἀγαπήνορα Λαοδάμαντα, §7.171ὅς οἱ πλησίον ἷζε, μάλιστα δέ μιν φιλέεσκεν.
” 尊贵的阿尔基诺奥斯听罢此言,便拉住深思熟虑、足智多谋的奥德修斯的手,将他从炉边扶起,安置在一张闪亮的椅子上,同时也让自己的爱子、勇武的拉奥达马斯起座,他原本坐在父亲身旁,最受父亲宠爱。
§7.172χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα §7.173καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος, §7.174νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
女仆用一只精致的黄金水壶,将水倒在银盆上,供他盥洗;并在他身旁摆开一张擦拭得光滑的桌子。
庄重的女管家送来面包放在他面前,摆上许多美味珍馐,慷慨地拿出库藏。
§7.177αὐτὰρ ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεύς.
历经磨难、高贵的奥德修斯于是开始开怀饮食。
§7.178καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο· §7.179Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον §7.180πᾶσιν ἀνὰ μέγαρον, ἵνα καὶ Διὶ τερπικεραύνῳ §7.181σπείσομεν, ὅς θʼ ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.
随后,阿尔基诺奥斯国王向传令官吩咐道: “蓬托诺奥斯啊,调好大缸里的美酒,分送给殿堂里的所有人,以便我们也向喜好雷电的宙斯献酒祭告,因他总是伴随着应当敬重的求庇者。
§7.182ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα, §7.183νώμησεν δʼ ἄρα πᾶσιν ἐπαρξάμενος δεπάεσσιν.
” 他这样吩咐,蓬托诺奥斯便调好了甘美的葡萄酒,依次注入每个人的杯中,分送给众人。
§7.184αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ, ὅσον ἤθελε θυμός, §7.185τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε· §7.186κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες §7.187ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
当他们完成献酒并尽情饮用、直至心满意足之后,阿尔基诺奥斯对众人发言道: “请听我说,斐阿克斯人的领袖和首领们,让我说出我胸中内心所叮嘱的话。
§7.188νῦν μὲν δαισάμενοι κατακείετε οἴκαδʼ ἰόντες· §7.189ἠῶθεν δὲ γέροντας ἐπὶ πλέονας καλέσαντες §7.190ξεῖνον ἐνὶ μεγάροις ξεινίσσομεν ἠδὲ θεοῖσιν §7.191ῥέξομεν ἱερὰ καλά, ἔπειτα δὲ καὶ περὶ πομπῆς §7.192μνησόμεθʼ, ὥς χʼ ὁ ξεῖνος ἄνευθε πόνου καὶ ἀνίης §7.193πομπῇ ὑφʼ ἡμετέρῃ ἣν πατρίδα γαῖαν ἵκηται §7.194χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐστί, §7.195μηδέ τι μεσσηγύς γε κακὸν καὶ πῆμα πάθῃσι, §7.196πρίν γε τὸν ἧς γαίης ἐπιβήμεναι·
如今宴会已毕,请大家各回府邸安歇;明天清晨,我们将召集更多的长老,在殿堂中款待客人,并向神明献祭美好的牺牲,随后我们也将商议送行之事,好让这位客人在免受劳顿与痛苦的情况下,在我们的护送下,能够踏上他自己的祖国土地,欢欣而迅速地抵达,即便那地方极为遥远;并使他在中途不至于遭受任何灾祸与苦难,直到他踏上自己的国土。
ἔνθα δʼ ἔπειτα §7.197πείσεται, ἅσσα οἱ αἶσα κατὰ κλῶθές τε βαρεῖαι §7.198γιγνομένῳ νήσαντο λίνῳ, ὅτε μιν τέκε μήτηρ.
而到了那里之后,他将去承受命运和那沉重的命运纺织者们在他出生、母亲诞下他时,用线绳为他纺出的命运。
§7.199εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανοῦ εἰλήλουθεν, §7.200ἄλλο τι δὴ τόδʼ ἔπειτα θεοὶ περιμηχανόωνται.
但如果是有哪位不死的神明从天而降,那神明们此后便必定是在另有图谋。
§7.201αἰεὶ γὰρ τὸ πάρος γε θεοὶ φαίνονται ἐναργεῖς §7.202ἡμῖν, εὖτʼ ἔρδωμεν ἀγακλειτὰς ἑκατόμβας, §7.203δαίνυνταί τε παρʼ ἄμμι καθήμενοι ἔνθα περ ἡμεῖς.
因为往昔神明们总是显露真身,降临在我们面前,每当我们献祭辉煌百牲祭时,他们便坐在我们身旁,在原地与我们一同宴饮。
§7.204εἰ δʼ ἄρα τις καὶ μοῦνος ἰὼν ξύμβληται ὁδίτης, §7.205οὔ τι κατακρύπτουσιν, ἐπεί σφισιν ἐγγύθεν εἰμέν, §7.206ὥς περ Κύκλωπές τε καὶ ἄγρια φῦλα Γιγάντων.
哪怕有行路人独自前行与他们相遇,他们也绝不隐瞒,因为我们与他们亲近,就像独眼巨人和野性的巨人族一样。