§6.200ἦ μή πού τινα δυσμενέων φάσθʼ ἔμμεναι ἀνδρῶν;
まさか、どこかの敵兵だと思っているのではないでしょうね?
§6.201οὐκ ἔσθʼ οὗτος ἀνὴρ διερὸς βροτὸς οὐδὲ γένηται, §6.202ὅς κεν Φαιήκων ἀνδρῶν ἐς γαῖαν ἵκηται §6.203δηιοτῆτα φέρων·
この男が生きている死すべき人間であることも、またそうなることもありえません、パイアケスの人々の土地へ、敵意をもたらしてやって来るような者は。
μάλα γὰρ φίλοι ἀθανάτοισιν.
なぜなら私たちは不死なる神々に大いに愛されているからです。
§6.204οἰκέομεν δʼ ἀπάνευθε πολυκλύστῳ ἐνὶ πόντῳ,
私たちは波が打ち寄せる海の中に、遠く離れて住んでいます、最果てに。
§6.205ἔσχατοι, οὐδέ τις ἄμμι βροτῶν ἐπιμίσγεται ἄλλος.
そして死すべき人間のうち、他の誰も私たちと交わることはありません。
しかし、この哀れな放浪者がここに行き着いたのです、今こそ彼を世話せねばなりません。
πρὸς γὰρ Διός εἰσιν ἅπαντες §6.208ξεῖνοί τε πτωχοί τε, δόσις δʼ ὀλίγη τε φίλη τε.
というのも、すべての旅人も貧しき者もゼウスのものであり、贈り物は僅かであっても嬉しいものだからです。
§6.209ἀλλὰ δότʼ, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε, §6.210λούσατέ τʼ ἐν ποταμῷ, ὅθʼ ἐπὶ σκέπας ἔστʼ ἀνέμοιο.
さあ、侍女たちよ、客人に食べ物と飲み物を与えなさい、そして風よけのある川で、彼に身を洗わせなさい。
§6.211ὣς ἔφαθʼ, αἱ δʼ ἔσταν τε καὶ ἀλλήλῃσι κέλευσαν, §6.212κὰδ δʼ ἄρʼ Ὀδυσσῆʼ εἷσαν ἐπὶ σκέπας, ὡς ἐκέλευσεν §6.213Ναυσικάα θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο·
彼女はこう言った。 彼女たちは立ち止まり、互いに呼びかけ、オデュッセウスを風よけのあるところへ座らせた、気高いアルキノオスの娘ナウシカアが命じたとおりに。
§6.214πὰρ δʼ ἄρα οἱ φᾶρός τε χιτῶνά τε εἵματʼ ἔθηκαν, §6.215δῶκαν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον, §6.216ἤνωγον δʼ ἄρα μιν λοῦσθαι ποταμοῖο ῥοῇσιν.
そして彼の傍らに、外套と下着の衣服を置き、黄金の油壺に入った、なめらかなオリーブ油を彼に与え、川の流れで身を洗うようにと勧めた。
§6.217δή ῥα τότʼ ἀμφιπόλοισι μετηύδα δῖος Ὀδυσσεύς·
その時、高貴なオデュッセウスが侍女たちに語りかけた。
§6.218ἀμφίπολοι, στῆθʼ οὕτω ἀπόπροθεν, ὄφρʼ ἐγὼ αὐτὸς
「侍女たちよ、そこから離れて立っていなさい。
ἦ γὰρ δηρὸν ἀπὸ χροός ἐστιν ἀλοιφή.
長い間、私の肌から油が失われていたのです。
§6.221ἄντην δʼ οὐκ ἂν ἐγώ γε λοέσσομαι·
私はあなた方の目の前で身を洗うことはしません。
αἰδέομαι γὰρ §6.222γυμνοῦσθαι κούρῃσιν ἐυπλοκάμοισι μετελθών.
私は恥ずかしいのです、美しい髪の乙女たちに交じりながら、裸になることは。
§6.223ὣς ἔφαθʼ, αἱ δʼ ἀπάνευθεν ἴσαν, εἶπον δʼ ἄρα κούρῃ.
」彼はこう言った。 彼女たちは離れて行き、乙女にそれを伝えた。
一方、高貴なオデュッセウスは川の中で肌を洗った、彼の背中と広い両肩を覆っていた潮水を。
§6.226ἐκ κεφαλῆς δʼ ἔσμηχεν ἁλὸς χνόον ἀτρυγέτοιο.
そして頭から、実りのない海の泡沫をこすり落とした。
§6.227αὐτὰρ ἐπεὶ δὴ πάντα λοέσσατο καὶ λίπʼ ἄλειψεν, §6.228ἀμφὶ δὲ εἵματα ἕσσαθʼ ἅ οἱ πόρε παρθένος ἀδμής, §6.229τὸν μὲν Ἀθηναίη θῆκεν Διὸς ἐκγεγαυῖα §6.230μείζονά τʼ εἰσιδέειν καὶ πάσσονα, κὰδ δὲ κάρητος §6.231οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας.
そして、すべてを洗い終えて油をたっぷり塗り、未婚の処女が彼に実用の衣服を身にまとわせると、ゼウスから生まれたアテナが彼を、見た目にもより大きく、たくましくし、頭からはヒヤシンスの花に似た、ちぢれ毛を垂れさせた。
§6.232ὡς δʼ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ §6.233ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη §6.234τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει, §6.235ὣς ἄρα τῷ κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις.
あたかも、ある熟練した男が銀に金をかぶせる時のように、ヘパイストスとパラス・アテナがあらゆる技術を授け、彼が美しい作品を仕上げるように、そのように彼女は彼の頭と両肩に美しさを降り注いだ。
それから彼は離れたところへ行き、海辺の砂浜に腰を下ろした、美しさと魅力で輝きながら。
θηεῖτο δὲ κούρη.
乙女は驚嘆して見つめていた。
§6.238δή ῥα τότʼ ἀμφιπόλοισιν ἐυπλοκάμοισι μετηύδα·
その時、彼女は美しい髪の侍女たちに語りかけた。
§6.239κλῦτέ μευ, ἀμφίπολοι λευκώλενοι, ὄφρα τι εἴπω.
「私の話を聞きなさい、白い腕の侍女たちよ、私が言うことを。
オリンポスを領有するすべての神々の意志に反することなく、この男は神のようなパイアケスの人々のもとへ交じりに行くのです。
§6.242πρόσθεν μὲν γὰρ δή μοι ἀεικέλιος δέατʼ εἶναι, §6.243νῦν δὲ θεοῖσιν ἔοικε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.
というのも、以前は確かに私には、彼は見すぼらしく見えたのですが、今や、広い天を領有する神々に似ています。
ああ、このような人が私の夫と呼ばれ、ここに住み、ここでとどまることを彼が好んでくれますように。
§6.246ἀλλὰ δότʼ, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε.
さあ、侍女たちよ、客人に食べ物と飲み物を与えなさい。
§6.247ὣς ἔφαθʼ, αἱ δʼ ἄρα τῆς μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο, §6.248πὰρ δʼ ἄρʼ Ὀδυσσῆι ἔθεσαν βρῶσίν τε πόσιν τε.
」彼女はこう言った。 彼女たちは確かに、よく聞いて従い、オデュッセウスの傍らに食べ物と飲み物を置いた。
そして、多くを耐え忍んできた高貴なオデュッセウスは飲み、食べた、貪るように。
δηρὸν γὰρ ἐδητύος ἦεν ἄπαστος.
長い間、食物を口にしてなかったからである。
§6.251αὐτὰρ Ναυσικάα λευκώλενος ἄλλʼ ἐνόησεν·
一方、白い腕のナウシカアは別のことを考えた。
§6.252εἵματʼ ἄρα πτύξασα τίθει καλῆς ἐπʼ ἀπήνης, §6.253ζεῦξεν δʼ ἡμιόνους κρατερώνυχας, ἂν δʼ ἔβη αὐτή, §6.254ὤτρυνεν δʼ Ὀδυσῆα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
衣服を畳んで美しい馬車に載せ、頑丈な蹄の騾馬たちをつなぎ、自らも乗り込むと、オデュッセウスを促し、声をかけて言葉をかけた。
§6.255ὄρσεο δὴ νῦν, ξεῖνε, πόλινδʼ ἴμεν ὄφρα σε πέμψω §6.256πατρὸς ἐμοῦ πρὸς δῶμα δαΐφρονος, ἔνθα σέ φημι
「立ちなさい、客人よ、今こそ町へ行きましょう、私があなたを送り届けるために、知慮ある私の父の家へと。
§6.257πάντων Φαιήκων εἰδησέμεν ὅσσοι ἄριστοι.
そこでは、あなたがパイアケスの最も優れたすべての人々を知ることになると私は言っておきます。
§6.258ἀλλὰ μάλʼ ὧδʼ ἔρδειν, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν·
しかし、まさしくこのようにしなさい、あなたは愚かではないと思われますから。
§6.259ὄφρʼ ἂν μέν κʼ ἀγροὺς ἴομεν καὶ ἔργʼ ἀνθρώπων, §6.260τόφρα σὺν ἀμφιπόλοισι μεθʼ ἡμιόνους καὶ ἄμαξαν §6.261καρπαλίμως ἔρχεσθαι·
私たちが田畑と人々の農作業の場を通っている間は、侍女たちとともに、騾馬と馬車の後ろを急いで歩きなさい。
ἐγὼ δʼ ὁδὸν ἡγεμονεύσω.
私が道を先導しましょう。