§6.200ἦ μή πού τινα δυσμενέων φάσθʼ ἔμμεναι ἀνδρῶν;
难道你们以为他是哪个敌对的男人吗?
§6.201οὐκ ἔσθʼ οὗτος ἀνὴρ διερὸς βροτὸς οὐδὲ γένηται, §6.202ὅς κεν Φαιήκων ἀνδρῶν ἐς γαῖαν ἵκηται §6.203δηιοτῆτα φέρων· μάλα γὰρ φίλοι ἀθανάτοισιν.
世上没有这样活着的凡人,也决不会有,能来到斐阿克斯人的土地,带来敌意;因为我们深受不死神明们的钟爱。
§6.204οἰκέομεν δʼ ἀπάνευθε πολυκλύστῳ ἐνὶ πόντῳ, §6.205ἔσχατοι, οὐδέ τις ἄμμι βροτῶν ἐπιμίσγεται ἄλλος.
我们在波涛汹涌的大海中偏安一隅,处于最边缘,没有别的凡人与我们往来。
§6.206ἀλλʼ ὅδε τις δύστηνος ἀλώμενος ἐνθάδʼ ἱκάνει, §6.207τὸν νῦν χρὴ κομέειν· πρὸς γὰρ Διός εἰσιν ἅπαντες §6.208ξεῖνοί τε πτωχοί τε, δόσις δʼ ὀλίγη τε φίλη τε.
但这位不幸的流浪者来到了这里,如今我们理应款待他;因为所有的宾客和乞丐都来自宙斯,而施舍虽少也是可贵的。
§6.209ἀλλὰ δότʼ, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε, §6.210λούσατέ τʼ ἐν ποταμῷ, ὅθʼ ἐπὶ σκέπας ἔστʼ ἀνέμοιο.
那么,侍女们,给客人一些食物和饮料吧,并带他去河里洗沐,在能避风的地方。
§6.211ὣς ἔφαθʼ, αἱ δʼ ἔσταν τε καὶ ἀλλήλῃσι κέλευσαν, §6.212κὰδ δʼ ἄρʼ Ὀδυσσῆʼ εἷσαν ἐπὶ σκέπας, ὡς ἐκέλευσεν §6.213Ναυσικάα θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο· §6.214πὰρ δʼ ἄρα οἱ φᾶρός τε χιτῶνά τε εἵματʼ ἔθηκαν, §6.215δῶκαν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον, §6.216ἤνωγον δʼ ἄρα μιν λοῦσθαι ποταμοῖο ῥοῇσιν.
她这样说,侍女们便停下脚步,互相招呼,并将奥德修斯安置在避风处,正如宽宏大量的阿尔基诺奥斯之女瑙西卡阿所吩咐的那样;她们在他身旁放下一件斗篷和一件内衣作为衣物,又把装在金瓶里的清亮橄榄油交给他,并催促他在河水中洗沐。
§6.217δή ῥα τότʼ ἀμφιπόλοισι μετηύδα δῖος Ὀδυσσεύς· §6.218ἀμφίπολοι, στῆθʼ οὕτω ἀπόπροθεν, ὄφρʼ ἐγὼ αὐτὸς §6.219ἅλμην ὤμοιιν ἀπολούσομαι, ἀμφὶ δʼ ἐλαίῳ §6.220χρίσομαι· ἦ γὰρ δηρὸν ἀπὸ χροός ἐστιν ἀλοιφή.
就在那时,高贵的奥德修斯对侍女们说道: “侍女们,请站在那儿离得远些,好让我自己洗净双肩上的海水,并用橄榄油涂抹身体;因为我的肌肤已经很久没有涂抹过油脂了。
§6.221ἄντην δʼ οὐκ ἂν ἐγώ γε λοέσσομαι· αἰδέομαι γὰρ §6.222γυμνοῦσθαι κούρῃσιν ἐυπλοκάμοισι μετελθών.
但在你们面前我决不洗沐;因为我感到羞耻,在这些秀发美丽的少女面前赤身裸体。
§6.223ὣς ἔφαθʼ, αἱ δʼ ἀπάνευθεν ἴσαν, εἶπον δʼ ἄρα κούρῃ.
” 他这样说,侍女们便走到远处,告诉了那位少女。
§6.224αὐτὰρ ὁ ἐκ ποταμοῦ χρόα νίζετο δῖος Ὀδυσσεὺς §6.225ἅλμην, ἥ οἱ νῶτα καὶ εὐρέας ἄμπεχεν ὤμους, §6.226ἐκ κεφαλῆς δʼ ἔσμηχεν ἁλὸς χνόον ἀτρυγέτοιο.
而高贵的奥德修斯用河水洗净了肌肤上的海水,那海水曾覆盖着他的背部和宽阔的双肩,并且从头上擦去那荒芜之海的盐沫。
§6.227αὐτὰρ ἐπεὶ δὴ πάντα λοέσσατο καὶ λίπʼ ἄλειψεν, §6.228ἀμφὶ δὲ εἵματα ἕσσαθʼ ἅ οἱ πόρε παρθένος ἀδμής, §6.229τὸν μὲν Ἀθηναίη θῆκεν Διὸς ἐκγεγαυῖα §6.230μείζονά τʼ εἰσιδέειν καὶ πάσσονα, κὰδ δὲ κάρητος §6.231οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας.
可是,当他全身洗净并涂抹上橄榄油,穿上了未婚少女送给他的衣物,宙斯之女雅典娜使他看起来更高大、更健壮,并让他的头发如同风信子花般卷曲,垂落下来。
§6.232ὡς δʼ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ §6.233ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη §6.234τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει, §6.235ὣς ἄρα τῷ κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις.
犹如一位技艺精湛的匠人将黄金浇铸在白银上,他曾得赫斐斯托斯和帕拉斯·雅典娜传授各种技艺,从而能制作出精美绝伦的作品,她也同样将优美倾注在他的头部和双肩上。
§6.236ἕζετʼ ἔπειτʼ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης, §6.237κάλλεϊ καὶ χάρισι στίλβων· θηεῖτο δὲ κούρη.
随后他走到远处,坐在海边的沙滩上,散发着美貌与优雅的光彩;少女则惊奇地注视着。
§6.238δή ῥα τότʼ ἀμφιπόλοισιν ἐυπλοκάμοισι μετηύδα· §6.239κλῦτέ μευ, ἀμφίπολοι λευκώλενοι, ὄφρα τι εἴπω.
就在那时,她对秀发美丽的侍女们说道: “听我说,我那白臂的侍女们,容我进一言。
§6.240οὐ πάντων ἀέκητι θεῶν, οἳ Ὄλυμπον ἔχουσιν, §6.241Φαιήκεσσʼ ὅδʼ ἀνὴρ ἐπιμίσγεται ἀντιθέοισι· §6.242πρόσθεν μὲν γὰρ δή μοι ἀεικέλιος δέατʼ εἶναι, §6.243νῦν δὲ θεοῖσιν ἔοικε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.
绝非违背占有奥林匹斯的所有神明的意志,这个男人才得以与神一般的斐阿克斯人往来;因为先前在我看来,他确实显得落魄不体面,如今他却像那拥有广阔天空的神明。
但愿有这样的人能被称为我的丈夫,居住在这里,并愿他乐意在此留步。
§6.246ἀλλὰ δότʼ, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε.
那么,侍女们,给客人一些食物和饮料吧。
§6.247ὣς ἔφαθʼ, αἱ δʼ ἄρα τῆς μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο, §6.248πὰρ δʼ ἄρʼ Ὀδυσσῆι ἔθεσαν βρῶσίν τε πόσιν τε.
” 她这样说,侍女们便听从并顺从了她,在奥德修斯身旁放下了食物和饮料。
于是,历尽坎坷的高贵奥德修斯大口吃喝着,狼吞虎咽;因为他确实很久没有进食了。
§6.251αὐτὰρ Ναυσικάα λευκώλενος ἄλλʼ ἐνόησεν· §6.252εἵματʼ ἄρα πτύξασα τίθει καλῆς ἐπʼ ἀπήνης, §6.253ζεῦξεν δʼ ἡμιόνους κρατερώνυχας, ἂν δʼ ἔβη αὐτή, §6.254ὤτρυνεν δʼ Ὀδυσῆα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· §6.255ὄρσεο δὴ νῦν, ξεῖνε, πόλινδʼ ἴμεν ὄφρα σε πέμψω §6.256πατρὸς ἐμοῦ πρὸς δῶμα δαΐφρονος, ἔνθα σέ φημι §6.257πάντων Φαιήκων εἰδησέμεν ὅσσοι ἄριστοι.
此时,白臂的瑙西卡阿又有了别的打算:她叠好衣物,放在漂亮的马车上,驾起硬蹄的骡子,自己也登上了车,并催促奥德修斯,对他说话,呼唤道: “起来吧,客人,现在进城去,好让我送你到我那聪慧的父亲的府邸,在那里我敢说你将会认识所有最杰出的斐阿克斯人。