§5.427εἰ μὴ ἐπὶ φρεσὶ θῆκε θεά, γλαυκῶπις Ἀθήνη·
もし輝く目の女神アテナが心に思い浮かばせてくれなかったなら。
§5.428ἀμφοτέρῃσι δὲ χερσὶν ἐπεσσύμενος λάβε πέτρης, §5.429τῆς ἔχετο στενάχων, ἧος μέγα κῦμα παρῆλθε.
彼は勢いよく進んで両手で岩にしがみつき、大波が通り過ぎるまで、うめきながらそれにしがみついていた。
§5.430καὶ τὸ μὲν ὣς ὑπάλυξε, παλιρρόθιον δέ μιν αὖτις §5.431πλῆξεν ἐπεσσύμενον, τηλοῦ δέ μιν ἔμβαλε πόντῳ.
こうして彼はその波を避けたが、引き波が再び彼を襲って打ちつけ、彼を沖の海へと遠く放り出した。
§5.432ὡς δʼ ὅτε πουλύποδος θαλάμης ἐξελκομένοιο §5.433πρὸς κοτυληδονόφιν πυκιναὶ λάιγγες ἔχονται, §5.434ὣς τοῦ πρὸς πέτρῃσι θρασειάων ἀπὸ χειρῶν §5.435ῥινοὶ ἀπέδρυφθεν·
タコがそのねぐらから引きずり出されるときに、その吸盤に多くの小石がくっついてくるように、岩肌によって、彼の力強い両手から皮膚が剥ぎ取られた。
τὸν δὲ μέγα κῦμα κάλυψεν.
そして大波が彼を覆い隠した。
そのとき、哀れなオデュッセウスは運命を超えて滅びていたことだろう、もし輝く目のアテナが彼に知恵を与えてくれなかったなら。
§5.438κύματος ἐξαναδύς, τά τʼ ἐρεύγεται ἤπειρόνδε, §5.439νῆχε παρέξ, ἐς γαῖαν ὁρώμενος, εἴ που ἐφεύροι §5.440ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης.
陸に向かって噴き出す波から浮かび上がり、陸の方を見つめながら横へと泳いだ、波の穏やかな海岸や海の港をどこかで見つけられないかと。
しかし、美しく流れる川の河口に泳ぎ着いたとき、そこは彼にとって最も優れた場所に思われた。
§5.443λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο,
岩がなく平らで、風を遮る覆いもあったからである。
§5.444ἔγνω δὲ προρέοντα καὶ εὔξατο ὃν κατὰ θυμόν·
彼は流れ出ている川に気づき、自らの心の中で祈った。
§5.445κλῦθι, ἄναξ, ὅτις ἐσσί·
「お聞きください、主よ、あなたがどなたであれ。
πολύλλιστον δέ σʼ ἱκάνω, §5.446φεύγων ἐκ πόντοιο Ποσειδάωνος ἐνιπάς.
私は多くの祈りを携えてあなたのもとに参りました、海から、ポセイドンの脅威から逃れて。
§5.447αἰδοῖος μέν τʼ ἐστὶ καὶ ἀθανάτοισι θεοῖσιν §5.448ἀνδρῶν ὅς τις ἵκηται ἀλώμενος, ὡς καὶ ἐγὼ νῦν
不死なる神々にとっても、敬意を払われるべき存在です、さまよって辿り着く人間は。
§5.449σόν τε ῥόον σά τε γούναθʼ ἱκάνω πολλὰ μογήσας.
今、私もこのように、多くの苦難を経て、あなたの流れと、あなたの膝のもとに参りました。
§5.450ἀλλʼ ἐλέαιρε, ἄναξ·
だから憐れんでください、主よ。
ἱκέτης δέ τοι εὔχομαι εἶναι.
私はあなたの哀願者であることを宣言いたします。
§5.451ὣς φάθʼ, ὁ δʼ αὐτίκα παῦσεν ἑὸν ῥόον, ἔσχε δὲ κῦμα, §5.452πρόσθε δέ οἱ ποίησε γαλήνην, τὸν δʼ ἐσάωσεν §5.453ἐς ποταμοῦ προχοάς.
」こうして彼は祈り、川の神はすぐに自らの流れを止め、波を抑え、彼の前を平穏にし、彼を救って川の河口へと導き入れた。
ὁ δʼ ἄρʼ ἄμφω γούνατʼ ἔκαμψε §5.454χεῖράς τε στιβαράς.
オデュッセウスは両膝を折り、逞しい両腕を垂らした。
ἁλὶ γὰρ δέδμητο φίλον κῆρ.
海によって愛する心が打ち砕かれていたからである。
全身の皮膚は腫れ上がり、大量の海水が口と鼻から噴き出していた。
ὁ δʼ ἄρʼ ἄπνευστος καὶ ἄναυδος §5.457κεῖτʼ ὀλιγηπελέων, κάματος δέ μιν αἰνὸς ἵκανεν.
彼は息も絶え絶えに、声もなく力なく横たわり、恐ろしい疲労が彼を襲っていた。
§5.458ἀλλʼ ὅτε δή ῥʼ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη, §5.459καὶ τότε δὴ κρήδεμνον ἀπὸ ἕο λῦσε θεοῖο.
しかし、彼がようやく息を吹き返し、心に意識が戻ったとき、まさにそのとき、女神のヴェールを体から解いた。
§5.460καὶ τὸ μὲν ἐς ποταμὸν ἁλιμυρήεντα μεθῆκεν, §5.461ἂψ δʼ ἔφερεν μέγα κῦμα κατὰ ῥόον, αἶψα δʼ ἄρʼ Ἰνὼ §5.462δέξατο χερσὶ φίλῃσιν·
そしてそれを塩気のある川へと流すと、大波が流れに沿ってそれを押し戻し、すぐにイノが愛する手でそれを受け取った。
ὁ δʼ ἐκ ποταμοῖο λιασθεὶς §5.463σχοίνῳ ὑπεκλίνθη, κύσε δὲ ζείδωρον ἄρουραν.
オデュッセウスは川から離れて葦原に身を横たえ、恵み豊かな大地に接吻した。
§5.464ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
うめきつつ、自らの偉大な心に向かって語りかけた。
§5.465ὤ μοι ἐγώ, τί πάθω;
「ああ、私はどうなるのだろう、何が起きるのか。
τί νύ μοι μήκιστα γένηται;
最後に私に何が起こるのだろうか。
§5.466εἰ μέν κʼ ἐν ποταμῷ δυσκηδέα νύκτα φυλάσσω, §5.467μή μʼ ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἐέρση §5.468ἐξ ὀλιγηπελίης δαμάσῃ κεκαφηότα θυμόν·
もし私が川辺でこの辛い夜を明かすなら、有害な霜と冷たい露が、衰弱しきって息も絶え絶えな私の魂を一度に打ち倒してしまわないだろうか。
§5.469αὔρη δʼ ἐκ ποταμοῦ ψυχρὴ πνέει ἠῶθι πρό.
川からは夜明け前に冷たい微風が吹くのだから。
§5.470εἰ δέ κεν ἐς κλιτὺν ἀναβὰς καὶ δάσκιον ὕλην §5.471θάμνοις ἐν πυκινοῖσι καταδράθω, εἴ με μεθείη §5.472ῥῖγος καὶ κάματος, γλυκερὸς δέ μοι ὕπνος ἐπέλθῃ, §5.473δείδω, μὴ θήρεσσιν ἕλωρ καὶ κύρμα γένωμαι.
だが、もし私が斜面を登り、鬱蒼とした森に入って、茂みの深いところで眠り、もし冷え込みと疲労が私から去り、心地よい眠りが訪れたとしても、野獣たちの餌食や獲物になってしまわないか心配だ。
§5.474ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι·
」彼がこう考えていると、こちらのほうがより利益があると思われた。
§5.475βῆ ῥʼ ἴμεν εἰς ὕλην·
彼は森へと歩みを進めた。
τὴν δὲ σχεδὸν ὕδατος εὗρεν §5.476ἐν περιφαινομένῳ·
それは水の近く、見晴らしの良い場所にあった。
δοιοὺς δʼ ἄρʼ ὑπήλυθε θάμνους, §5.477ἐξ ὁμόθεν πεφυῶτας·
そして彼は、同じ根から生え出ている二つの茂みの下に潜り込んだ。
ὁ μὲν φυλίης, ὁ δʼ ἐλαίης.
一方は野生のオリーブ、もう一方は栽培種のオリーブであった。
§5.478τοὺς μὲν ἄρʼ οὔτʼ ἀνέμων διάη μένος ὑγρὸν ἀέντων, §5.479οὔτε ποτʼ ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν, §5.480οὔτʼ ὄμβρος περάασκε διαμπερές·
それらには、湿った風を吹かせる風の力も通り抜けず、輝く太陽が光線で射抜くこともなく、雨が貫いて通り抜けることもなかった。
ὣς ἄρα πυκνοὶ §5.481ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδίς·
それほどまでに、それらは互いに入り混じって密に生い茂っていたのである。
οὓς ὑπʼ Ὀδυσσεὺς §5.482δύσετʼ.
その下にオデュッセウスは潜り込んだ。
ἄφαρ δʼ εὐνὴν ἐπαμήσατο χερσὶ φίλῃσιν §5.483εὐρεῖαν·
そしてすぐに、愛する手で広い寝床をかき集めて作った。
φύλλων γὰρ ἔην χύσις ἤλιθα πολλή, §5.484ὅσσον τʼ ἠὲ δύω ἠὲ τρεῖς ἄνδρας ἔρυσθαι §5.485ὥρῃ χειμερίῃ, εἰ καὶ μάλα περ χαλεπαίνοι.
そこには非常に多くの落ち葉が積もっていたからである、冬の季節に、たとえどれほど寒さが厳しくとも、二人か三人の男たちを覆い守ることができるほどの量が。
§5.486τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς, §5.487ἐν δʼ ἄρα μέσσῃ λέκτο, χύσιν δʼ ἐπεχεύατο φύλλων.
これを見て、忍苦に満ちた高貴なオデュッセウスは喜び、その真ん中に横たわり、上から木の葉を浴びるようにかけた。
§5.488ὡς δʼ ὅτε τις δαλὸν σποδιῇ ἐνέκρυψε μελαίνῃ §5.489ἀγροῦ ἐπʼ ἐσχατιῆς, ᾧ μὴ πάρα γείτονες ἄλλοι, §5.490σπέρμα πυρὸς σώζων, ἵνα μή ποθεν ἄλλοθεν αὔοι, §5.491ὣς Ὀδυσεὺς φύλλοισι καλύψατο· τῷ δʼ ἄρʼ Ἀθήνη §5.492ὕπνον ἐπʼ ὄμμασι χεῦʼ, ἵνα μιν παύσειε τάχιστα §5.493δυσπονέος καμάτοιο φίλα βλέφαρʼ ἀμφικαλύψας.
人里離れた農場の端で、他に近所の人もいない者が、黒い灰の中に燃えさしを隠し、火の種を保存して、他から火を求める必要がないようにするのと同様に、オデュッセウスは木の葉で身を包み、アテナは彼の目に眠りを注ぎ、彼を辛い疲労から一刻も早く解放するため、愛するまぶたを覆い包んだ。